Humanitext Reader

亚里士多德 · 形而上学 §3.4#3

关于一与存在是否为实体的难题

第 27 段,共 159 段 · 希腊语

内容简介

本章提出了形而上学中最核心的难题,即“一”和“有”本身究竟是实体,还是依附于其他底层本性的属性。无论采取哪种立场,在存在物的复数性、数的实体性,以及如何从不可分的单位中产生大小等问题上,都会面临严重的理论困难。

§3.4#3πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον πότερόν ποτε τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄντων εἰσί, καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν, ἢ δεῖ ζητεῖν τί ποτʼ ἐστὶ τὸ ὂν καὶ τὸ ἓν ὡς ὑποκειμένης ἄλλης φύσεως.
在所有事物中,最难考察也最急需认识真理的是:究竟“有”与“一”是不是存在物的实体,它们各自不是其他任何东西,而分别就是“一”与“有”;还是应该在假定有其他本性作为底层的基础上,去探求“有”与“一”究竟是什么。
οἱ μὲν γὰρ ἐκείνως οἱ δʼ οὕτως οἴονται τὴν φύσιν ἔχειν.
因为有些人认为本性是前一种情况,而另一些人则认为是后一种情况。
Πλάτων μὲν γὰρ καὶ οἱ Πυθαγόρειοι οὐχ ἕτερόν τι τὸ ὂν οὐδὲ τὸ ἓν ἀλλὰ τοῦτο αὐτῶν τὴν φύσιν εἶναι, ὡς οὔσης τῆς οὐσίας αὐτοῦ τοῦ ἑνὶ εἶναι καὶ ὄντι·
柏拉图和毕达哥拉斯学派认为,“有”和“一”不是其他任何东西,这本身就是它们的面目,因为对于“一”和“有”来说,它们作为一与作为有的存在本身就是它们的实体。
οἱ δὲ περὶ φύσεως, οἷον Ἐμπεδοκλῆς ὡς εἰς γνωριμώτερον ἀνάγων λέγει ὅ τι τὸ ἕν ἐστιν· δόξειε γὰρ ἂν λέγειν τοῦτο τὴν φιλίαν εἶναι (αἰτία γοῦν ἐστὶν αὕτη τοῦ ἓν εἶναι πᾶσιν), ἕτεροι δὲ πῦρ, οἱ δʼ ἀέρα φασὶν εἶναι τὸ ἓν τοῦτο καὶ τὸ ὄν, ἐξ οὗ τὰ ὄντα εἶναί τε καὶ γεγονέναι.
而自然哲学家们,例如恩培多克勒,则通过将其还原为更熟知的事物来阐明“一”是什么;因为他似乎认为这就是“爱”(至少这是万物合一的原因);而另一些人则说,这“一”和“有”是火,还有人说是空气,存在物正是从这些东西中存在并产生的。
ὣς δʼ αὔτως καὶ οἱ πλείω τὰ στοιχεῖα τιθέμενοι· ἀνάγκη γὰρ καὶ τούτοις τοσαῦτα λέγειν τὸ ἓν καὶ τὸ ὂν ὅσας περ ἀρχὰς εἶναί φασιν.
设定多种元素的人也是如此;因为对于他们来说,也必然要主张“一”和“有”的数量与他们宣称的原理数量相同。
συμβαίνει δέ, εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν, μηδὲ τῶν ἄλλων εἶναι τῶν καθόλου μηθέν (ταῦτα γάρ ἐστι καθόλου μάλιστα πάντων, εἰ δὲ μὴ ἔστι τι ἓν αὐτὸ μηδʼ αὐτὸ ὄν, σχολῇ τῶν γε ἄλλων τι ἂν εἴη παρὰ τὰ λεγόμενα καθʼ ἕκαστα), ἔτι δὲ μὴ ὄντος τοῦ ἑνὸς οὐσίας, δῆλον ὅτι οὐδʼ ἂν ἀριθμὸς εἴη ὡς κεχωρισμένη τις φύσις τῶν ὄντων (ὁ μὲν γὰρ ἀριθμὸς μονάδες, ἡ δὲ μονὰς ὅπερ ἕν τί ἐστιν)·
然而结果是,如果有人不把“一”和“有”设定为某种实体,那么其他任何普遍者也都不会存在(因为这些是所有事物中最具有普遍性的,如果“一本身”和“有本身”不存在,那么除了被称为个别的事物之外,其他任何东西都几乎不可能存在);此外,如果“一”不是实体,那么显然,数也不会作为存在物中某种分离的本性而存在(因为数是单子,而单子正是某种一)。
εἰ δʼ ἔστι τι αὐτὸ ἓν καὶ ὄν, ἀναγκαῖον οὐσίαν αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὄν· οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλὰ ταῦτα αὐτά.
但另一方面,如果存在“一本身”和“有本身”,那么它们的实体必然就是“一”和“有”;因为被陈述于它们的不是其他某种普遍者,而正是这些东西本身。
—ἀλλὰ μὴν εἴ γʼ ἔσται τι αὐτὸ ὂν καὶ αὐτὸ ἕν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον, λέγω δὲ πῶς ἔσται πλείω ἑνὸς τὰ ὄντα.
——然而,如果存在“有本身”和“一本身”,那么在这些之外如何还会存在其他不同的东西,我的意思是,存在物如何能多于一,就成了一个极大的难题。
τὸ γὰρ ἕτερον τοῦ ὄντος οὐκ ἔστιν, ὥστε κατὰ τὸν Παρμενίδου συμβαίνειν ἀνάγκη λόγον ἓν ἅπαντα εἶναι τὰ ὄντα καὶ τοῦτο εἶναι τὸ ὄν.
因为不同于“有”的东西是不存在的,所以按照巴门尼德的论证,必然得出结论:一切存在物都是一,而这就是“有”。
ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν οὐσία ἄν τε ᾖ τὸ αὐτὸ ἕν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι.
但无论哪种情况都很困难;因为无论“一”不是实体,还是“一本身”是实体,数都不可能是实体。
ἐὰν μὲν οὖν μὴ ᾖ, εἴρηται πρότερον διʼ ὅ· ἐὰν δὲ ᾖ, ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος.
如果它不是实体,那么其原因在前面已经说过;但如果是实体,也会产生关于“有”的同样难题。
ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν;
因为除了“一”之外,另一个“一本身”将由什么产生?
ἀνάγκη γὰρ μὴ ἓν εἶναι· ἅπαντα δὲ τὰ ὄντα ἢ ἓν ἢ πολλὰ ὧν ἓν ἕκαστον.
因为它必然不是一;而一切存在物要么是一,要么是多,其中每一个都是一。
ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ Ζήνωνος ἀξίωμα οὐθὲν ἂν εἴη (ὃ γὰρ μήτε προστιθέμενον μήτε ἀφαιρούμενον ποιεῖ μεῖζον μηδὲ ἔλαττον, οὔ φησιν εἶναι τοῦτο τῶν ὄντων, ὡς δηλονότι ὄντος μεγέθους τοῦ ὄντος· καὶ εἰ μέγεθος, σωματικόν· τοῦτο γὰρ πάντῃ ὄν· τὰ δὲ ἄλλα πὼς μὲν προστιθέμενα ποιήσει μεῖζον, πὼς δʼ οὐθέν, οἷον ἐπίπεδον καὶ γραμμή, στιγμὴ δὲ καὶ μονὰς οὐδαμῶς)·
此外,如果“一本身”是不可分的,那么按照芝诺的公理,它将什么也不是(因为他说,凡是既不增加也不减少、不能使之变大或变小的东西,都不是存在物之一,这显然是假定了存在物是有大小的;如果是有大小的,那就是身体性的,因为这在各个维度上都存在;而其他东西,如果以某种方式添加会使之变大,但以另一种方式则什么也增加不了,比如面和线,而点和单子则绝不能使之变大)。
ἀλλʼ ἐπειδὴ οὗτος θεωρεῖ φορτικῶς, καὶ ἐνδέχεται εἶναι ἀδιαίρετόν τι ὥστε καὶ πρὸς ἐκεῖνόν τινʼ ἀπολογίαν ἔχειν (μεῖζον μὲν γὰρ οὐ ποιήσει πλεῖον δὲ προστιθέμενον τὸ τοιοῦτον)· —ἀλλὰ πῶς δὴ ἐξ ἑνὸς τοιούτου ἢ πλειόνων τοιούτων ἔσται μέγεθος;
但是,由于此人考察得很粗糙,而且确实可能存在某种不可分之物,从而对于他也可以有某种申辩(因为这种东西在添加时虽然不会使之更大,但会使之更多);——但是,究竟如何由一个或多个这样的东西产生大小呢?
ὅμοιον γὰρ καὶ τὴν γραμμὴν ἐκ στιγμῶν εἶναι φάσκειν.
因为这像说线是由点组成的一样。
ἀλλὰ μὴν καὶ εἴ τις οὕτως ὑπολαμβάνει ὥστε γενέσθαι, καθάπερ λέγουσί τινες, ἐκ τοῦ ἑνὸς αὐτοῦ καὶ ἄλλου μὴ ἑνός τινος τὸν ἀριθμόν, οὐθὲν ἧττον ζητητέον διὰ τί καὶ πῶς ὁτὲ μὲν ἀριθμὸς ὁτὲ δὲ μέγεθος ἔσται τὸ γενόμενον, εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης καὶ ἡ αὐτὴ φύσις ἦν.
然而,即使有人像某些人所说的那样,假定数是由“一本身”和另一种“非一”产生的,那么,如果“非一”是不等及相同的本性,我们仍然必须探求,为什么以及如何产生出来的东西有时是数,有时是大小。
οὔτε γὰρ ὅπως ἐξ ἑνὸς καὶ ταύτης οὔτε ὅπως ἐξ ἀριθμοῦ τινὸς καὶ ταύτης γένοιτʼ ἂν τὰ μεγέθη, δῆλον.
因为,无论是如何由“一”和这种本性产生大小,还是如何由某种数和这种本性产生大小,都是不显明的。

词汇与语法注释

  1. 1001a5πάντων — 修饰最高级形容词(`χαλεπώτατον` 和 `ἀναγκαιότατον`)的部分属格,意为“在所有[困难/难问]中”。
  2. 1001a10ὡς οὔσης τῆς οὐσίας αὐτοῦ τοῦ ἑνὶ εἶναι καὶ ὄντι — 这是一个由 `ὡς` 引导的属格独立结构(genitive absolute),用以说明柏拉图等人的理论设想。名词短语 `αὐτοῦ τοῦ ἑνὶ εἶναι καὶ ὄν提`(作为一与作为有的存在本身,即带冠词的与格不定式句)与作为主语的属格 `τῆς οὐσίας` 呈同格关系。
  3. 1001a20σχολῇ — 与格 `σχολῇ`(字面意为“闲暇地”)作副词使用,与带 `ἄν` 的希求法(`ἂν εἴη`)结合,构成表示强烈不可能或否定的惯用表达(“几乎不可能……”)。
  4. 1001b10ὡς δηλονότι ὄντος μεγέθους τοῦ ὄντος — 由表示原因或假定的 `ὡς` 引导的属格独立结构。主语是 `τοῦ ὄντος`(存在物),补语是 `μεγέθους`(大小/延长),以此阐明芝诺公理背后所隐藏的“存在物必然有大小”这一默认前提。

引用这一段

亚里士多德, 形而上学 §3.4#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.4%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。