Humanitext Reader

亚里士多德 · 形而上学 §3.4#2

关于生灭与不灭之物原理同异的难题

第 26 段,共 159 段 · 希腊语

内容简介

讨论消灭之物与不灭之物的原理是否相同的困难,批评赫西俄德等神学家以及恩培多克勒的学说不彻底,并提出了若原理不同则会产生的进一步难问。

§3.4#2οὐθενὸς δʼ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον, πότερον αἱ αὐταὶ τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί εἰσιν ἢ ἕτεραι.
无论对于现在的人还是以前的人,都有一个不亚于任何其他困难的难问被遗留了下来:消灭之物的原理与不灭之物的原理是相同的,还是不同的?
εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα, καὶ διὰ τίνʼ αἰτίαν;
因为如果它们是相同的,那么为什么有些东西会消灭而有些东西不会消灭,这又是出于什么原因?
οἱ μὲν οὖν περὶ Ἡσίοδον καὶ πάντες ὅσοι θεολόγοι μόνον ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὑτούς, ἡμῶν δʼ ὠλιγώρησαν (θεοὺς γὰρ ποιοῦντες τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας θνητὰ γενέσθαι φασίν, δῆλον ὡς ταῦτα τὰ ὀνόματα γνώριμα λέγοντες αὑτοῖς· καίτοι περὶ αὐτῆς τῆς προσφορᾶς τῶν αἰτίων τούτων ὑπὲρ ἡμᾶς εἰρήκασιν·
现在,赫西俄德及其追随者,以及所有神学家,都只关心对他们自己来说看似可信的事情,却忽视了我们。 (因为他们把原理作为神,并说其他事物是从神产生的,他们说那些没有尝过内克塔尔和安布罗西亚的东西就会变成凡俗会死的,这显然是把这些名词当作他们自己熟悉的东西来谈论的;然而,关于提供这些原因本身,他们所说的话超出了我们的理解。
εἰ μὲν γὰρ χάριν ἡδονῆς αὐτῶν θιγγάνουσιν, οὐθὲν αἴτια τοῦ εἶναι τὸ νέκταρ καὶ ἡ ἀμβροσία, εἰ δὲ τοῦ εἶναι, πῶς ἂν εἶεν ἀΐδιοι δεόμενοι τροφῆς)·
因为如果他们是为了享乐而接触它们,内克塔尔和安布罗西亚就绝不是存在的原因,但如果是为了存在,那么需要食物的人又怎么可能是永恒的呢?
—ἀλλὰ περὶ μὲν τῶν μυθικῶς σοφιζομένων οὐκ ἄξιον μετὰ σπουδῆς σκοπεῖν· παρὰ δὲ τῶν διʼ ἀποδείξεως λεγόντων δεῖ πυνθάνεσθαι διερωτῶντας τί δή ποτʼ ἐκ τῶν αὐτῶν ὄντα τὰ μὲν ἀΐδια τὴν φύσιν ἐστὶ τὰ δὲ φθείρεται τῶν ὄντων.
)——但是,对于那些以神话方式装作聪明的人,不值得认真考察;相反,对于那些通过证明来论述的人,我们必须通过盘问来了解,究竟为什么尽管是从相同的东西中存在,在存在物中有些在本性上是永恒的,而另一些却会消灭。
ἐπεὶ δὲ οὔτε αἰτίαν λέγουσιν οὔτε εὔλογον οὕτως ἔχειν, δῆλον ὡς οὐχ αἱ αὐταὶ ἀρχαὶ οὐδὲ αἰτίαι αὐτῶν ἂν εἶεν.
既然他们既没有说明原因,也没有说明这样是合理的,那么显然,它们的原理和原因不会是相同的。
καὶ γὰρ ὅνπερ οἰηθείη λέγειν ἄν τις μάλιστα ὁμολογουμένως αὑτῷ, Ἐμπεδοκλῆς, καὶ οὗτος ταὐτὸν πέπονθεν· τίθησι μὲν γὰρ ἀρχήν τινα αἰτίαν τῆς φθορᾶς τὸ νεῖκος, δόξειε δʼ ἂν οὐθὲν ἧττον καὶ τοῦτο γεννᾶν ἔξω τοῦ ἑνός· ἅπαντα γὰρ ἐκ τούτου τἆλλά ἐστι πλὴν ὁ θεός.
因为即使是有人认为其论述与自己最为一致的恩培多克勒,也遭遇了同样的事情;因为他虽然设定了“争斗”这一某种作为消灭原因的原理,但看起来这同样也在生成着“一”之外的事物;因为除了神之外,所有其他事物都是从它而来的。
λέγει γοῦν " ἐξ ὧν πάνθʼ ὅσα τʼ ἦν ὅσα τʼ ἔσθʼ ὅσα τʼ ἔσται ὀπίσσω, δένδρεά τʼ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες, θῆρές τʼ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς, καί τε θεοὶ δολιχαίωνες.
他确实说: “万物皆由其产生,无论是过去存在的,还是现在存在的,以及此后将要存在的,树木发芽,男人和女人,野兽和鸟类,以及水生的鱼类,还有长寿的神们。
" καὶ χωρὶς δὲ τούτων δῆλον· εἰ γὰρ μὴ ἦν ἐν τοῖς πράγμασιν, ἓν ἂν ἦν ἅπαντα, ὡς φησίν· ὅταν γὰρ συνέλθῃ, " τότε δʼ ἔσχατον ἵστατο νεῖκος.
” 而且除了这些之外,这也是显而易见的:因为如果它不存在于事物之中,那么正如他所说,一切事物都会是一;因为当它们聚合时, “那时‘争斗’便立于最后。
" διὸ καὶ συμβαίνει αὐτῷ τὸν εὐδαιμονέστατον θεὸν ἧττον φρόνιμον εἶναι τῶν ἄλλων· οὐ γὰρ γνωρίζει ἅπαντα· τὸ γὰρ νεῖκος οὐκ ἔχει, ἡ δὲ γνῶσις τοῦ ὁμοίου τῷ ὁμοίῳ.
” 因此,对他来说,最幸福的神反而比其他神更缺乏智慧;因为他并不认识所有事物;因为神没有“争斗”,而认识是用同类者认识同类者。
" γαίῃ μὲν γάρ, (φησί,) γαῖαν ὀπώπαμεν, ὕδατι δʼ ὕδωρ, αἰθέρι δʼ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
“因为我们用土(他说)看到了土,用水看到了水,用神圣的以太看到了以太,而用火看到了毁灭之火,用‘爱’看到了‘爱’,用阴郁的‘争斗’看到了‘争斗’。
" ἀλλʼ ὅθεν δὴ ὁ λόγος, τοῦτό γε φανερόν, ὅτι συμβαίνει αὐτῷ τὸ νεῖκος μηθὲν μᾶλλον φθορᾶς ἢ τοῦ εἶναι αἴτιον·
” 但是,回到我们讨论的出发点,这一点至少是显而易见的:对他来说,“争斗”成为消灭的原因并不比成为存在的原因更多。
ὁμοίως δʼ οὐδʼ ἡ φιλότης τοῦ εἶναι, συνάγουσα γὰρ εἰς τὸ ἓν φθείρει τὰ ἄλλα.
同样,“友爱”也不是存在的原因,因为把事物聚集到“一”中,它就消灭了其他事物。
καὶ ἅμα δὲ αὐτῆς τῆς μεταβολῆς αἴτιον οὐθὲν λέγει ἀλλʼ ἢ ὅτι οὕτως πέφυκεν· " ἀλλʼ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη, εἰς τιμάς τʼ ἀνόρουσε τελειομένοιο χρόνοιο ὅς σφιν ἀμοιβαῖος πλατέος παρʼ ἐλήλαται ὅρκου· " ὡς ἀναγκαῖον μὲν ὂν μεταβάλλειν· αἰτίαν δὲ τῆς ἀνάγκης οὐδεμίαν δηλοῖ.
同时,关于变化本身的原因,他什么也没说,只是说它本性如此: “但是,当伟大的‘争斗’在肢体中孕育,并跳向属于它的尊荣,随着时间的圆满,这时间是由于宽广的誓言而在他们之间交替推进的;” 这仿佛是说变化是必然的,但他却没有说明这种必然性的任何原因。
ἀλλʼ ὅμως τοσοῦτόν γε μόνος λέγει ὁμολογουμένως· οὐ γὰρ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα ποιεῖ τῶν ὄντων ἀλλὰ πάντα φθαρτὰ πλὴν τῶν στοιχείων.
但尽管如此,至少只有他一个人说得如此一致:因为他并没有把存在物中的一些做成会消灭的,另一些做成不灭的,而是除了元素之外,把所有的东西都做成了会消灭的。
ἡ δὲ νῦν λεγομένη ἀπορία ἐστὶ διὰ τί τὰ μὲν τὰ δʼ οὔ, εἴπερ ἐκ τῶν αὐτῶν ἐστίν.
然而,现在所说的困难在于,如果它们是从相同的东西中产生的,为什么有些会消灭,而另一些不会。
—ὅτι μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί, τοσαῦτα εἰρήσθω·
——因此,关于原理不会是相同的,就说这么多。
εἰ δὲ ἕτεραι ἀρχαί, μία μὲν ἀπορία πότερον ἄφθαρτοι καὶ αὗται ἔσονται ἢ φθαρταί·
但如果原理是不同的,那么一个困难是,这些原理本身也是不灭的还是会消灭的?
εἰ μὲν γὰρ φθαρταί, δῆλον ὡς ἀναγκαῖον καὶ ταύτας ἔκ τινων εἶναι (πάντα γὰρ φθείρεται εἰς ταῦτʼ ἐξ ὧν ἔστιν), ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας ἀρχὰς εἶναι προτέρας, τοῦτο δʼ ἀδύνατον, καὶ εἰ ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον·
如果它们是会消灭的,显然它们也必然是从某些东西中存在的(因为一切事物都会消灭进入它所由以存在的东西中),结果在原理之外还有其他更在先的原理,而这是不可能的,无论它是停止还是进行到无限。
ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀρχαὶ ἀναιρεθήσονται;
此外,如果原理被消灭了,消灭之物又将如何存在?
εἰ δὲ ἄφθαρτοι, διὰ τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ἔσται, ἐκ δὲ τῶν ἑτέρων ἄφθαρτα;
如果它们是不灭的,为什么由这些不灭的原理会产生消灭之物,而由另一组原理会产生不灭之物?
τοῦτο γὰρ οὐκ εὔλογον, ἀλλʼ ἢ ἀδύνατον ἢ πολλοῦ λόγου δεῖται.
因为这并不合理,而是要么不可能,要么需要极多的解释。
ἔτι δὲ οὐδʼ ἐγκεχείρηκεν οὐδεὶς ἑτέρας, ἀλλὰ τὰς αὐτὰς ἁπάντων λέγουσιν ἀρχάς.
而且,甚至没有任何人尝试去设定不同的原理,而是对所有事物都说相同的原理。
ἀλλὰ τὸ πρῶτον ἀπορηθὲν ἀποτρώγουσιν ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες.
相反,他们把第一个难问敷衍过去,好像把这当作一件小事。

词汇与语法注释

  1. 1000a14ὑπὲρ ἡμᾶς εἰρήκασιν — 带有介词 ὑπέρ 的短语可以被解释为“超出我们的需要(多余地)”,但在此处批评神学家们荒谬解释(如神明为了不灭而需要内克塔尔)的语境下,最自然的理解应当是“他们所说的话超出了我们(理性)的理解范围”。
  2. 1000b10συμβαίνει αὐτῷ τὸ νεῖκος μηθὲν μᾶλλον φθορᾶς ἢ τοῦ εἶναι αἴτιον — 采用了“μηθὲν μᾶλλον A ἤ B”(并不比B更A = A与B同样)的句式。亚里士多德指出,对于恩培多克勒而言,“争斗”(Neikos)虽然通常被视为消灭的原因,但在逻辑上它也是导致个别事物从结合的“一”中生成的原因,因此指出了这一理论自相矛盾的后果(συμβαίνει)。
  3. 1001a1ἀποτρώγουσιν — 该动词本义为“咬下”、“啃一口”,在此处用作比喻,指他们在探究过程中“不深入挖掘难问的本质,而是将其视为琐碎小事一般,仅仅触及其表象(敷衍过去)便草草了事”。

引用这一段

亚里士多德, 形而上学 §3.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。