§3.5τούτων δʼ ἐχομένη ἀπορία πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ τὰ ἐπίπεδα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ.
紧接着这些问题的一个难题是:数、物体、面和点究竟是不是某种实体。
εἰ μὲν γὰρ μή εἰσιν, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι τῶν ὄντων· τὰ μὲν γὰρ πάθη καὶ αἱ κινήσεις καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις καὶ οἱ λόγοι οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν (λέγονται γὰρ πάντα καθʼ ὑποκειμένου τινός, καὶ οὐθὲν τόδε τι)· ἃ δὲ μάλιστʼ ἂν δόξειε σημαίνειν οὐσίαν, ὕδωρ καὶ γῆ καὶ πῦρ καὶ ἀήρ, ἐξ ὧν τὰ σύνθετα σώματα συνέστηκε, τούτων θερμότητες μὲν καὶ ψυχρότητες καὶ τὰ τοιαῦτα πάθη, οὐκ οὐσίαι, τὸ δὲ σῶμα τὸ ταῦτα πεπονθὸς μόνον ὑπομένει ὡς ὄν τι καὶ οὐσία τις οὖσα.
因为如果它们不是,那么有是什么以及存在物的实体是什么,就无从知晓了;因为属性、运动、关系、配置和比例,似乎都不能表示任何事物的实体(...),而那些最似乎能表示实体的,即水、土、火和空气,复合体正是由它们构成的,在这些当中,热、冷以及诸如此类的属性并不是实体,而只有承受了这些属性的物体本身,作为某种存在和某种实体而持存。
ἀλλὰ μὴν τό γε σῶμα ἧττον οὐσία τῆς ἐπιφανείας, καὶ αὕτη τῆς γραμμῆς, καὶ αὕτη τῆς μονάδος καὶ τῆς στιγμῆς· τούτοις γὰρ ὥρισται τὸ σῶμα, καὶ τὰ μὲν ἄνευ σώματος ἐνδέχεσθαι δοκεῖ εἶναι τὸ δὲ σῶμα ἄνευ τούτων ἀδύνατον.
然而,物体作为实体的程度其实不如面,面不如线,线不如单子和点;因为物体是由这些界定的,而且这些似乎可以脱离物体而存在,而物体没有它们则是不可能的。
διόπερ οἱ μὲν πολλοὶ καὶ οἱ πρότερον τὴν οὐσίαν καὶ τὸ ὂν ᾤοντο τὸ σῶμα εἶναι τὰ δὲ ἄλλα τούτου πάθη, ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχάς· οἱ δʼ ὕστεροι καὶ σοφώτεροι τούτων εἶναι δόξαντες ἀριθμούς.
因此,多数人和早期哲学家认为实体和有就是物体,而其他东西是它的属性,以至于物体的原理也就是存在物的原理;而后来的人以及被认为比他们更聪明的人,则认为数才是实体。
καθάπερ οὖν εἴπομεν, εἰ μὴ ἔστιν οὐσία ταῦτα, ὅλως οὐδὲν ἐστὶν οὐσία οὐδὲ ὂν οὐθέν· οὐ γὰρ δὴ τά γε συμβεβηκότα τούτοις ἄξιον ὄντα καλεῖν.
那么,正如我们所说,如果这些不是实体,就根本没有任何东西是实体,也没有任何东西是有;因为把这些东西的偶性称为“有”显然是不恰当的。
—ἀλλὰ μὴν εἰ τοῦτο μὲν ὁμολογεῖται, ὅτι μᾶλλον οὐσία τὰ μήκη τῶν σωμάτων καὶ αἱ στιγμαί, ταῦτα δὲ μὴ ὁρῶμεν ποίων ἂν εἶεν σωμάτων (ἐν γὰρ τοῖς αἰσθητοῖς ἀδύνατον εἶναι), οὐκ ἂν εἴη οὐσία οὐδεμία.
——然而,如果这一点被同意,即物体的长度和点更具有实体性,但我们又看不出它们能属于哪种物体(因为它们不可能存在于感觉事物之中),那么就根本不会有任何实体存在。
ἔτι δὲ φαίνεται ταῦτα πάντα διαιρέσεις ὄντα τοῦ σώματος, τὸ μὲν εἰς πλάτος τὸ δʼ εἰς βάθος τὸ δʼ εἰς μῆκος.
此外,所有这些似乎都是物体的分割,有的向着宽度分割,有的向着深度分割,有的向着长度分割。
πρὸς δὲ τούτοις ὁμοίως ἔνεστιν ἐν τῷ στερεῷ ὁποιονοῦν σχῆμα· ὥστʼ εἰ μηδʼ ἐν τῷ λίθῳ Ἑρμῆς, οὐδὲ τὸ ἥμισυ τοῦ κύβου ἐν τῷ κύβῳ οὕτως ὡς ἀφωρισμένον· οὐκ ἄρα οὐδʼ ἐπιφάνεια (εἰ γὰρ ὁποιαοῦν, κἂν αὕτη ἂν ἦν ἡ ἀφορίζουσα τὸ ἥμισυ), ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ στιγμῆς καὶ μονάδος, ὥστʼ εἰ μάλιστα μὲν οὐσία τὸ σῶμα, τούτου δὲ μᾶλλον ταῦτα, μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινές, διαφεύγει τί τὸ ὂν καὶ τίς ἡ οὐσία τῶν ὄντων.
除此以外,立体中同样包含着任何一种形状;因此,如果赫尔墨斯像不在石头中,那么立方体的一半也不会以被界定的方式存在于立方体中;所以,面也同样不存在(因为如果任何面都存在,那么界定那一半的面也会存在了),而同样的论证也适用于线、点和单子。 因此,如果物体最具有实体性,而这些又比物体更具有实体性,但这些却不存在、也不是某种实体,那么有是什么以及存在物的实体是什么,就无从知晓了。
πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα.
因为除了已说的之外,关于生成和消灭的事情也会导致不合理的结果。
δοκεῖ μὲν γὰρ ἡ οὐσία, ἐὰν μὴ οὖσα πρότερον νῦν ᾖ ἢ πρότερον οὖσα ὕστερον μὴ ᾖ, μετὰ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι ταῦτα πάσχειν· τὰς δὲ στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐκ ἐνδέχεται οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι, ὁτὲ μὲν οὔσας ὁτὲ δὲ οὐκ οὔσας.
因为实体似乎,如果它以前不存在而现在存在,或者以前存在而后来不存在,就会伴随着生成和消灭而承受这些变化;但是,点、线和面作为有时存在有时不存在的东西,却不可能生成或消灭。
ὅταν γὰρ ἅπτηται ἢ διαιρῆται τὰ σώματα, ἅμα ὁτὲ μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίγνονται· ὥστʼ οὔτε συγκειμένων ἔστιν ἀλλʼ ἔφθαρται, διῃρημένων τε εἰσὶν αἱ πρότερον οὐκ οὖσαι (οὐ γὰρ δὴ ἥ γʼ ἀδιαίρετος στιγμὴ διῃρέθη εἰς δύο), εἴ τε γίγνονται καὶ φθείρονται, ἐκ τίνος γίγνονται;
因为当物体接触或被分割时,接触时它们同时变成一个,分割时它们同时变成两个;所以,在结合时它们并不存在而是被消灭了,在分割时它们又存在了,而这些是以前所没有的(因为不可分的点显然不会被分裂为二);而如果它们生成和消灭,它们又是从什么生成的呢?
παραπλησίως δʼ ἔχει καὶ περὶ τὸ νῦν τὸ ἐν τῷ χρόνῳ· οὐδὲ γὰρ τοῦτο ἐνδέχεται γίγνεσθαι καὶ φθείρεσθαι, ἀλλʼ ὅμως ἕτερον ἀεὶ δοκεῖ εἶναι, οὐκ οὐσία τις οὖσα.
关于时间中的“现在”也极其相似;因为这也不可能生成和消灭,但它似乎总是不同的,尽管它并不是某种实体。
ὁμοίως δὲ δῆλον ὅτι ἔχει καὶ περὶ τὰς στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα· ὁ γὰρ αὐτὸς λόγος· ἅπαντα γὰρ ὁμοίως ἢ πέρατα ἢ διαιρέσεις εἰσίν.
显然,关于点、线和面,情况也是同样的;因为论证是相同的;因为它们都同样或者是极限,或者是分割。