Humanitext Reader

亚里士多德 · 形而上学 §3.4#1

关于脱离个别的普遍者与原理单一性的困难

第 25 段,共 159 段 · 希腊语

内容简介

亚里士多德提出了关于在个别事物之外是否存在普遍者和类的困难,以及由形相与质料的关系产生的困难,并进一步讨论了原理应该是“在形式上是一”还是“在数量上是一”的问题。

§3.4#1ἔστι δʼ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέστηκε νῦν.
与这些相连的有一个困难,它是所有困难中最困难的也是最必须考察的,这正是我们现在的讨论所面临的。
εἴτε γὰρ μὴ ἔστι τι παρὰ τὰ καθʼ ἕκαστα, τὰ δὲ καθʼ ἕκαστα ἄπειρα, τῶν δʼ ἀπείρων πῶς ἐνδέχεται λαβεῖν ἐπιστήμην;
因为,如果除了个别事物之外什么都不存在,而个别事物又是无限的,那么怎么可能获得关于无限事物的科学呢?
ᾗ γὰρ ἕν τι καὶ ταὐτόν, καὶ ᾗ καθόλου τι ὑπάρχει, ταύτῃ πάντα γνωρίζομεν.
因为,正是在有某种单一且相同的东西,以及有某种普遍的东西存在的限度内,我们才认识一切事物。
—ἀλλὰ μὴν εἰ τοῦτο ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθʼ ἕκαστα, ἀναγκαῖον ἂν εἴη τὰ γένη εἶναι παρὰ τὰ καθʼ ἕκαστα, ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα· τοῦτο δʼ ὅτι ἀδύνατον ἄρτι διηπορήσαμεν.
——然而,如果这是必然的,且在个别事物之外必须存在某种东西,那么类就必然存在于个别事物之外,无论是最后的类还是最初的类;但正如我们刚才讨论的那样,这是不可能的。
—ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον ὅταν κατηγορηθῇ τι τῆς ὕλης, πότερον, εἰ ἔστι, παρὰ πάντα δεῖ εἶναί τι, ἢ παρὰ μὲν ἔνια εἶναι παρὰ δʼ ἔνια μὴ εἶναι, ἢ παρʼ οὐδέν;
——此外,即使最极度地承认在质料被述说某种东西时,在结合体之外存在着某种东西,如果存在,那么是在一切事物之外都必须存在某种东西,还是在某些事物之外存在而在另一些之外不存在,还是在任何事物之外都不存在?
εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὰ καθʼ ἕκαστα, οὐθὲν ἂν εἴη νοητὸν ἀλλὰ πάντα αἰσθητὰ καὶ ἐπιστήμη οὐδενός, εἰ μή τις εἶναι λέγει τὴν αἴσθησιν ἐπιστήμην.
如果,除了个别事物之外什么都不存在,那么就没有任何东西是理智可知的,而一切都是感觉可知的,并且不会有关于任何事物的科学,除非有人说感觉就是科学。
ἔτι δʼ οὐδʼ ἀΐδιον οὐθὲν οὐδʼ ἀκίνητον (τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν)· ἀλλὰ μὴν εἴ γε ἀΐδιον μηθέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν.
此外,也不会有任何永恒的或不动的东西(因为一切感觉到的东西都会消灭并且处于运动之中);然而确实,如果没有永恒的东西,那么生成也是不可能的。
ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον·
因为必然有正在生成的东西和它所由以生成的东西存在,并且这些东西中的最后一者必然是无生成的,如果系列能够停止且从无中生成是不可能的话。
ἔτι δὲ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι (οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις ἀλλὰ πάσης ἔστι τέλος, γίγνεσθαί τε οὐχ οἷόν τε τὸ ἀδύνατον γενέσθαι· τὸ δὲ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν)·
此外,如果有生成和运动,也必然存在界限(因为没有任何运动是无限的,而是所有的运动都有终点,并且那不可能生成的也是不能处于生成过程中的;而已经生成的东西在它最初生成时必然存在)。
ἔτι δʼ εἴπερ ἡ ὕλη ἔστι διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν, ὅ ποτε ἐκείνη γίγνεται· εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, οὐθὲν ἔσται τὸ παράπαν, εἰ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος.
此外,如果质料是因为其无生成而存在,那么该质料在某个时候所变成的那个实体存在,就更是合理得多了;因为如果这一个(实体)和那一个(质料)都不存在,就将根本没有任何东西存在;而如果这是不可能的,就必须在结合体之外存在某种东西,即形状和形式。
—εἰ δʼ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπὶ τίνων τε θήσει τοῦτο καὶ ἐπὶ τίνων οὔ.
——但是,如果反过来有人设定这个,那么在什么情况下设定它而在什么情况下不设定它,就会产生困难。
ὅτι μὲν γὰρ ἐπὶ πάντων οὐχ οἷόν τε, φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί τινα οἰκίαν παρὰ τὰς τινὰς οἰκίας.
因为显然不能在所有情况下都这样设定;因为我们不会设定在某些具体的房屋之外还存在某种房屋。
πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων;
除此以外,所有事物(例如所有人)的实体是一统的吗?
ἀλλʼ ἄτοπον· ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία.
但这很荒谬;因为凡是实体为一的东西,其整体也就是一。
ἀλλὰ πολλὰ καὶ διάφορα;
那么是许多且各不相同吗?
ἀλλὰ καὶ τοῦτο ἄλογον.
但这同样是不合理的。
ἅμα δὲ καὶ πῶς γίγνεται ἡ ὕλη τούτων ἕκαστον καὶ ἔστι τὸ σύνολον ἄμφω ταῦτα;
同时,质料又是如何变成这些具体事物的每一个,并且结合体又是如何成为这两个东西的?
—ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις.
——此外,关于原理人们也可以提出这样的困难。
εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν, οὐθὲν ἔσται ἀριθμῷ ἕν, οὐδʼ αὐτὸ τὸ ἓν καὶ τὸ ὄν· καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων;
因为如果它们在形式上是一,那么在数量上就不会有任何东西是一,甚至“一”本身和“存在”也不是一;而如果没有一个凌驾于一切之上的“一”存在,认识(学知)又如何可能呢?
—ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν, καὶ μὴ ὥσπερ ἐπὶ τῶν αἰσθητῶν ἄλλαι ἄλλων (οἷον τῆσδε τῆς συλλαβῆς τῷ εἴδει τῆς αὐτῆς οὔσης καὶ αἱ ἀρχαὶ εἴδει αἱ αὐταί· καὶ γὰρ αὗται ὑπάρχουσιν ἀριθμῷ ἕτεραι),—εἰ δὲ μὴ οὕτως ἀλλʼ αἱ τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἕν εἰσιν, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα οὐθὲν ἕτερον· τὸ γὰρ ἀριθμῷ ἓν ἢ τὸ καθʼ ἕκαστον λέγειν διαφέρει οὐθέν· οὕτω γὰρ λέγομεν τὸ καθʼ ἕκαστον, τὸ ἀριθμῷ ἕν, καθόλου δὲ τὸ ἐπὶ τούτων.
——然而,如果每个原理在数量上是一,而不是像感觉事物那样,不同的事物有不同的原理(例如,这个音节与另一个音节在形式上是相同的,它们的原理在形式上也是相同的;因为这些原理在数量上是作为不同的东西而存在的),——如果不像这样,而是存在物的原理在数量上是一,那么除了元素之外就不会有任何其他东西存在;因为说“数量上是一”和说“个别事物”并没有任何区别;因为我们就是这样来称呼个别事物为“数量上是一”的,而把“凌驾于这些之上”的东西称为普遍的。
ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἀναγκαῖον ἦν ἂν τοσαῦτα εἶναι τὰ πάντα γράμματα ὅσαπερ τὰ στοιχεῖα, μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων.
就像如果声音的元素在数量上是有限(规定)的一样,那么必然所有的文字都和元素一样多,因为绝不可能有两个或更多相同的字母存在。

词汇与语法注释

  1. 999a25εἴτε — 通常 εἴτε ... εἴτε 表示选择或让步条件(“无论是……还是……”),但在此处,第二个 εἴτε 被省略,或者它是作为引入一个假定,并在第29-30行的 ἀλλὰ μὴν εἰ τοῦτο 中得到对比(意为“如果一方面……(但如果另一方面……)”)。
  2. 999b8τούτων τὸ ἔσχατον — τούτων(这些)指代前文的 τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται(正在生成者及其由以生成者),但在文脉中,它指的是质料系列追溯中的“极限”。因此,ἔσχατον 指的是追溯末端的“究极最初质料”,这必须是无生成的(ἀγένητον),否则就会陷入无限倒退或承认从无中生成。
  3. 999b22ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία — 这是对所提出观点的反驳。其意思是“凡是实体为一者(ὧν ἡ οὐσία μία),其全体亦为一(ἓν πάντα)”。如果所有具体的“人”都有一个共同的单一“人的实体”,那么所有具体的个人都将拥有相同的实体,从而导致所有人在数量上都成为同一个东西的荒谬结论。

引用这一段

亚里士多德, 形而上学 §3.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。