Humanitext Reader

亚里士多德 · 形而上学 §3.3

作为第一原理的类与构成要素及类的层级

第 24 段,共 159 段 · 希腊语

内容简介

文中提出了关于第一原理应该是“类”还是“内在构成元素”的疑难,并进一步探讨了如果把类视为原理,应该优先考虑最高级的类还是最低级的类。

§3.3περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας, καὶ περὶ τῶν ἀρχῶν πότερον δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρώτων, οἷον φωνῆς στοιχεῖα καὶ ἀρχαὶ δοκοῦσιν εἶναι ταῦτʼ ἐξ ὧν σύγκεινται αἱ φωναὶ πρώτων, ἀλλʼ οὐ τὸ κοινὸν ἡ φωνή· καὶ τῶν διαγραμμάτων ταῦτα στοιχεῖα λέγομεν ὧν αἱ ἀποδείξεις ἐνυπάρχουσιν ἐν ταῖς τῶν ἄλλων ἀποδείξεσιν ἢ πάντων ἢ τῶν πλείστων, ἔτι δὲ τῶν σωμάτων καὶ οἱ πλείω λέγοντες εἶναι στοιχεῖα καὶ οἱ ἕν, ἐξ ὧν σύγκειται καὶ ἐξ ὧν συνέστηκεν ἀρχὰς λέγουσιν εἶναι, οἷον Ἐμπεδοκλῆς πῦρ καὶ ὕδωρ καὶ τὰ μετὰ τούτων στοιχεῖά φησιν εἶναι ἐξ ὧν ἐστὶ τὰ ὄντα ἐνυπαρχόντων, ἀλλʼ οὐχ ὡς γένη λέγει ταῦτα τῶν ὄντων.
因此,关于这些事情,如何设定才能达到真理,存在着许多困难;而关于原理,也存在着困难:是应该将类视为元素和原理,还是应该将每个事物所由以内在构成的那些最初的部分视为原理? 例如,声音的元素和原理,似乎是声音最初由以组成的那些部分,而不是作为共同概念的“声音”;我们也把几何证明的那些部分称为“元素”,因为它们的证明也存在于其他证明之中(不管是所有的还是大部分的证明中);此外关于物体,无论主张元素有多个的人还是主张只有一个的人,都把物体所由以组成、所由以构成的那些部分称为原理,例如恩培多克勒说,火、水以及与它们在一起的元素,是存在物所由以内在构成的,但他并没有把这些说成是存在物的“类”。
πρὸς δὲ τούτοις καὶ τῶν ἄλλων εἴ τις ἐθέλει τὴν φύσιν ἀθρεῖν, οἷον κλίνην ἐξ ὧν μορίων συνέστηκε καὶ πῶς συγκειμένων, τότε γνωρίζει τὴν φύσιν αὐτῆς.
除此之外,如果有人想观察其他事物的本性,例如一张床,当他知道了它是从什么部分构成以及这些部分是如何组合的时候,他才认识了它的本性。
—ἐκ μὲν οὖν τούτων τῶν λόγων οὐκ ἂν εἴησαν αἱ ἀρχαὶ τὰ γένη τῶν ὄντων·
——因此,根据这些论点,原理不会是存在物的类。
εἰ δʼ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσίν, ἀνάγκη καὶ τῶν ὁριστῶν ἀρχὰς εἶναι τὰ γένη.
但如果我们是通过定义来认识每个事物的,而类又是定义的原理,那么类也必然是可定义事物的原理。
κἂν εἰ ἔστι τὴν τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν καθʼ ἃ λέγονται τὰ ὄντα, τῶν γε εἰδῶν ἀρχαὶ τὰ γένη εἰσίν.
并且,如果获得关于存在物的科学就是把握存在物据以被称为存在物的种,那么类至少是种的原理。
φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι.
看来,那些把 “一”或“存在”或“大与小”称为存在物元素的人中,也有人把它们当作类来使用。
—ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως γε οἷόν τε λέγειν τὰς ἀρχάς.
——然而,确实不能以这两种方式来共同说明原理。
ὁ μὲν γὰρ λόγος τῆς οὐσίας εἷς· ἕτερος δʼ ἔσται ὁ διὰ τῶν γενῶν ὁρισμὸς καὶ ὁ λέγων ἐξ ὧν ἔστιν ἐνυπαρχόντων.
因为实体的公式(定义)是单一的,但通过类做出的定义,与说明事物由以内在构成的部分的定义,将是不同的。
—πρὸς δὲ τούτοις εἰ καὶ ὅτι μάλιστα ἀρχαὶ τὰ γένη εἰσί, πότερον δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχὰς ἢ τὰ ἔσχατα κατηγορούμενα ἐπὶ τῶν ἀτόμων;
——除此以外,即使最把类视为原理,那么应该把最初的类视为原理,还是把对个体进行述说的最后的类视为原理?
καὶ γὰρ τοῦτο ἔχει ἀμφισβήτησιν.
因为这同样存在着争论。
εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου μᾶλλον ἀρχαί, φανερὸν ὅτι τὰ ἀνωτάτω τῶν γενῶν· ταῦτα γὰρ λέγεται κατὰ πάντων.
因为如果普遍的东西总是更多地作为原理,那么显然最上面的类就是原理;因为这些类是对一切事物来进行述说的。
τοσαῦται οὖν ἔσονται ἀρχαὶ τῶν ὄντων ὅσαπερ τὰ πρῶτα γένη, ὥστʼ ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχαὶ καὶ οὐσίαι· ταῦτα γὰρ κατὰ πάντων μάλιστα λέγεται τῶν ὄντων.
因此,存在物的原理将与最初的类一样多,以至于“存在”和“一”都将成为原理和实体;因为它们在存在物中最广泛地被述说。
οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν οὔτε τὸ ὄν· ἀνάγκη μὲν γὰρ τὰς διαφορὰς ἑκάστου γένους καὶ εἶναι καὶ μίαν εἶναι ἑκάστην, ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἢ τὸ γένος ἄνευ τῶν αὐτοῦ εἰδῶν, ὥστʼ εἴπερ τὸ ἓν γένος ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται.
但“一”和“存在”都不可能作为存在物的单一的类;因为每个类的“种差”既必然存在,也必然各自为“一”,但类的种不可能对它们自己的种差进行述说,类也不可能脱离其自身的种而对种差进行述说,因此,如果“一”或“存在”是一个类,那么没有任何种差会是“存在”或“一”。
ἀλλὰ μὴν εἰ μὴ γένη, οὐδʼ ἀρχαὶ ἔσονται, εἴπερ ἀρχαὶ τὰ γένη.
然而,如果它们不是类,那么只要类是原理,它们也就不会是原理。
ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν διαφορῶν ἔσται γένη μέχρι τῶν ἀτόμων (νῦν δὲ τὰ μὲν δοκεῖ τὰ δʼ οὐ δοκει)·
此外,介于其中的事物与种差结合起来,也将成为下达至个体的类(而现在,有些被认为是类,有些则不被认为)。
πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· εἰ δὲ καὶ αὗται ἀρχαί, ἄπειροι ὡς εἰπεῖν ἀρχαὶ γίγνονται, ἄλλως τε κἄν τις τὸ πρῶτον γένος ἀρχὴν τιθῇ.
除此之外,种差比类更应该是原理;但如果它们也是原理,那么可以说原理将变得无限多,特别是如果有人把最初的类设为原理的话。
ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν, ἓν δὲ τὸ ἀδιαίρετον, ἀδιαίρετον δὲ ἅπαν ἢ κατὰ τὸ ποσὸν ἢ κατʼ εἶδος, πρότερον δὲ τὸ κατʼ εἶδος, τὰ δὲ γένη διαιρετὰ εἰς εἴδη, μᾶλλον ἂν ἓν τὸ ἔσχατον εἴη κατηγορούμενον· οὐ γάρ ἐστι γένος ἅνθρωπος τῶν τινῶν ἀνθρώπων.
然而确实,如果“一”更具有原理的特征,而不可分者就是“一”,且万物要么在数量上不可分,要么在形式上不可分,而在形式上不可分者是在先的,另一方面,类是可分为种的,那么最末端被述说的词项应该更是一个“一”;因为对于具体的个人来说,“人”并不是他们的“类”。
ἔτι ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα (οἷον εἰ πρώτη τῶν ἀριθμῶν ἡ δυάς, οὐκ ἔσται τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν· ὁμοίως δὲ οὐδὲ σχῆμα παρὰ τὰ εἴδη τῶν σχημάτων· εἰ δὲ μὴ τούτων, σχολῇ τῶν γε ἄλλων ἔσται τὰ γένη παρὰ τὰ εἴδη· τούτων γὰρ δοκεῖ μάλιστα εἶναι γένη)· ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δʼ ὕστερον.
此外,在那些具有在先和在后关系的事物中,不可能有某种超出它们之外而被述说并独立存在的东西(例如,如果二聯是数量中的第一者,那么在数的种之外将没有任何“数”存在;同样,在图形的种之外也不会有任何“图形”存在;如果连在这些事物中都不存在,那么在其他事物中,种之外存在着类就更不可能了;因为恰恰是这些事物被认为最具有类);但在个体中,并没有在先和在后之分。
ἔτι ὅπου τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον πρότερον· ὥστʼ οὐδὲ τούτων ἂν εἴη γένος.
此外,凡是在一者较好、另一者较差的地方,较好者总是在先;因此这些事物也不会有类。
—ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν· πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ἀρχὰς ὑπολαβεῖν οὐ ῥᾴδιον εἰπεῖν.
—— 因此,从这些情况来看,对个别事物进行述说的词项,似乎比类更具有作为原理的资格;但反过来,又该如何把它们视为原理,这也是不易说明的。
τὴν μὲν γὰρ ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὸ καθʼ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι, πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων;
因为原理和原因必须存在于它们所作为原理的事物之外,并且必须能够脱离它们而独立存在;但是,除了因为它被普遍地且对所有这些个体进行述说之外,人们凭什么会设定在个别事物之外存在着这样一种东西呢?
ἀλλὰ μὴν εἰ διὰ τοῦτο, τὰ μᾶλλον καθόλου μᾶλλον θετέον ἀρχάς· ὥστε ἀρχαὶ τὰ πρῶτʼ ἂν εἴησαν γένη.
然而,如果是由于这个原因,那么就必须把更普遍的东西设定为更有优先性的原理;这样一来,最初的类就应该会是原理。

词汇与语法注释

  1. 998a21ἐξ ὧν ἐνυπαρχόντων — 介词 ἐκ 支配的关系代词 ὧν 与分词 ἐνυπαρχόντων 一致并修饰它,表示事物“由以内在构成”的构成方式,定义了质料或组成性的原理。
  2. 998b24ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἢ τὸ γένος ἄνευ τῶν αὐτοῦ εἰδῶν — 这是一个双重否定不定式句结构,作为 ἀδύνατον [ἐστί] 的主语。它解释了为什么“一”和“存在”不能是“类”:类的种不能对其自身的种差进行述说,类也不能脱离其种而对种差进行述说。
  3. 999a6ἔτι ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν — 本句引入了亚里士多德的一个重要原理:在存在在先和在后关系(如数量或图形)的系列中,不可能在其具体的种(ταῦτα)之外独立存在一个作为实体的类(γένος)。这里的 ταῦτα 指代该系列中的各个“种”。

引用这一段

亚里士多德, 形而上学 §3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。