§3.2#2καὶ γὰρ ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, εἴπερ πᾶσα ἀποδεικτικὴ περί τι ὑποκείμενον θεωρεῖ τὰ καθʼ αὑτὰ συμβεβηκότα ἐκ τῶν κοινῶν δοξῶν.
因为,如果每一门证明科学都依据共同意见,围绕某一基底主体来考察其自身付带属性,那么关于所有付带属性的证明科学也将成为同一门。
περὶ οὖν τὸ αὐτὸ γένος τὰ συμβεβηκότα καθʼ αὑτὰ τῆς αὐτῆς ἐστὶ θεωρῆσαι ἐκ τῶν αὐτῶν δοξῶν.
因此,在同一类事物中,依据相同的意见来考察其自身付带属性,属于同一门科学。
περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης, ὥστε καὶ τὰ συμβεβηκότα, εἴθʼ αὗται θεωροῦσιν εἴτʼ ἐκ τούτων μία.
因为一门科学所围绕的对象是一,而它所依据的原理也是一,无论这是同一门还是另一门科学,所以付带属性也是如此,无论是由这些科学来考察,还是由从它们之中产生的一门科学来考察。
—ἔτι δὲ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα ταύταις;
——此外,这一考察是仅限于实体,还是也包括实体的付带属性?
λέγω δʼ οἷον, εἰ τὸ στερεὸν οὐσία τίς ἐστι καὶ γραμμαὶ καὶ ἐπίπεδα, πότερον τῆς αὐτῆς ταῦτα γνωρίζειν ἐστὶν ἐπιστήμης καὶ τὰ συμβεβηκότα περὶ ἕκαστον γένος περὶ ὧν αἱ μαθηματικαὶ δεικνύουσιν, ἢ ἄλλης.
我的意思是,例如,如果立体是一种实体,线和面也是,那么认识这些实体,与认识数学科学所证明的、关于每个类别的付带属性,是属于同一门科学,还是属于另一门?
εἰ μὲν γὰρ τῆς αὐτῆς, ἀποδεικτική τις ἂν εἴη καὶ ἡ τῆς οὐσίας, οὐ δοκεῖ δὲ τοῦ τί ἐστιν ἀπόδειξις εἶναι·
因为如果是同一门,实体的科学也将成为某种证明科学,但人们并不认为对于“是什么(本质)”会有证明。
εἰ δʼ ἑτέρας, τίς ἔσται ἡ θεωροῦσα περὶ τὴν οὐσίαν τὰ συμβεβηκότα;
如果是另一门,那么考察实体之付带属性的将是什么科学?
τοῦτο γὰρ ἀποδοῦναι παγχάλεπον.
因为对这一点做出说明是极其困难的。
—ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείω γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν, οἷον οἱ λέγοντες τά τε εἴδη καὶ τὰ μεταξύ, περὶ ἃ τὰς μαθηματικὰς εἶναί φασιν ἐπιστήμας;
——此外,我们是应该说只有感觉实体存在,还是说在这些之外还有其他实体? 而且实体的类别是只有一种,还是有多种,就像那些主张既有形相又有中间物的人所说的那样,他们说数学科学就是关于这些中间物的?
ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθʼ ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις περὶ αὐτῶν·
因此,关于我们如何说形相既是原因又是自身实体,已在关于它们的最初讨论中阐明。
πολλαχῇ δὲ ἐχόντων δυσκολίαν, οὐθενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ, ταύτας δὲ τὰς αὐτὰς φάναι τοῖς αἰσθητοῖς πλὴν ὅτι τὰ μὲν ἀΐδια τὰ δὲ φθαρτά.
但是,虽然这一学说在许多方面都存在困难,但最荒谬的莫过于:一方面宣称在天体之外存在着某些自然本性,另一方面又宣称这些自然本性与感觉事物相同,只不过前者是永恒的,而后者是可消灭的。
αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ ἵππον καὶ ὑγίειαν, ἄλλο δʼ οὐδέν, παραπλήσιον ποιοῦντες τοῖς θεοὺς μὲν εἶναι φάσκουσιν ἀνθρωποειδεῖς δέ· οὔτε γὰρ ἐκεῖνοι οὐδὲν ἄλλο ἐποίουν ἢ ἀνθρώπους ἀϊδίους, οὔθʼ οὗτοι τὰ εἴδη ἄλλʼ ἢ αἰσθητὰ ἀΐδια.
因为他们说存在着“人自身”、“马自身”和“健康自身”,而没有别的,这与那些宣称神存在但其形状像人的人所做的非常相似;因为那些人除了把神做成永恒的人之外,没有做别的事,而这些思想家除了把形相做成永恒的感觉事物之外,也没有做别的事。
ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει· δῆλον γὰρ ὡς ὁμοίως γραμμαί τε παρά τʼ αὐτὰς καὶ τὰς αἰσθητὰς ἔσονται καὶ ἕκαστον τῶν ἄλλων γενῶν· ὥστʼ ἐπείπερ ἡ ἀστρολογία μία τούτων ἐστίν, ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανὸν καὶ ἥλιός τε καὶ σελήνη καὶ τἆλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν.
此外,如果有人在形相和感觉事物之外,再设定中间物,他将面临许多困难;因为显然,在形相自身和感觉的线之外,同样也会存在〔作为中间物的〕线,以及其他每一个类别也是如此;因此,既然天文学是这些数学科学之一,那么在感觉的天之外也将存在着某种天,以及太阳、月亮和天中的其他事物也是如此。
καίτοι πῶς δεῖ πιστεῦσαι τούτοις;
然而,怎么能相信这些呢?
οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι, κινούμενον δὲ καὶ παντελῶς ἀδύνατον·
因为说它是不可动的,这不合情理;而说它是在运动的,这又完全不可能。
ὁμοίως δὲ καὶ περὶ ὧν ἡ ὀπτικὴ πραγματεύεται καὶ ἡ ἐν τοῖς μαθήμασιν ἁρμονική· καὶ γὰρ ταῦτα ἀδύνατον εἶναι παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας· εἰ γὰρ ἔστιν αἰσθητὰ μεταξὺ καὶ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα ἔσονται μεταξὺ αὐτῶν τε καὶ τῶν φθαρτῶν.
同样,关于光学所研究的对象以及数学中的和声学也是如此;因为由于同样的原因,这些也不可能存在于感觉事物之外;因为如果存在着中间的感觉对象和感觉作用,显然在它们自身与可消灭的动物之间也将存在着中间动物。
ἀπορήσειε δʼ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας.
人们也可以提出疑问,应该在哪些存在物中去寻求这些科学。
εἰ γὰρ τούτῳ διοίσει τῆς γεωδαισίας ἡ γεωμετρία μόνον, ὅτι ἡ μὲν τούτων ἐστὶν ὧν αἰσθανόμεθα ἡ δʼ οὐκ αἰσθητῶν, δῆλον ὅτι καὶ παρʼ ἰατρικὴν ἔσται τις ἐπιστήμη καὶ παρʼ ἑκάστην τῶν ἄλλων μεταξὺ αὐτῆς τε ἰατρικῆς καὶ τῆσδε τῆς ἰατρικῆς· καίτοι πῶς τοῦτο δυνατόν;
因为,如果几何学与测地学的区别仅在于此,即后者研究我们所感觉到的事物,而前者研究不被感觉的事物,那么显然在医学之外也将存在着某种科学,在其他每一门科学之外也是如此,介于医学自身与这具体的医学之间;然而这怎么可能呢?
καὶ γὰρ ἂν ὑγιείνʼ ἄττα εἴη παρὰ τὰ αἰσθητὰ καὶ αὐτὸ τὸ ὑγιεινόν.
因为在感觉事物之外,还必须存在着某些健康的事物和“健康自身”。
ἅμα δὲ οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστὶ μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων.
同时,测地学研究感觉的和可消灭的尺度这一说法也是不真实的;因为当这些感觉事物消灭时,它也会随之消灭。
—ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε.
——然而,天文学也不会是研究感觉尺度的,也不是研究这个天的。
οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης (οὐθὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος ἀλλʼ ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας), οὔθʼ αἱ κινήσεις καὶ ἕλικες τοῦ οὐρανοῦ ὅμοιαι περὶ ὧν ἡ ἀστρολογία ποιεῖται τοὺς λόγους, οὔτε τὰ σημεῖα τοῖς ἄστροις τὴν αὐτὴν ἔχει φύσιν.
因为感觉的线并不是几何学家所说的那样(因为感觉事物中没有任何东西是这样直或这样圆的;因为圆与直尺相切不是在一个点上,而是像普罗泰戈拉在反驳几何学家时所说的那样),天体的运动和螺旋轨道也与天文学所论证的不相似,基点与星体也不具有相同的性质。
εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μὴν χωρίς γε τῶν αἰσθητῶν ἀλλʼ ἐν τούτοις·
不过,也有人说,在形相与感觉事物之间确实存在着这些所谓的中间物,但它们并不是脱离感觉事物而存在,而是在其中。
οἷς τὰ συμβαίνοντα ἀδύνατα πάντα μὲν πλείονος λόγου διελθεῖν, ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι.
对于这些人,要详尽阐明其所导致的所有不可能的后果,需要更长篇幅的讨论,但考察以下几点就足够了。
οὔτε γὰρ ἐπὶ τούτων εὔλογον ἔχειν οὕτω μόνον, ἀλλὰ δῆλον ὅτι καὶ τὰ εἴδη ἐνδέχοιτʼ ἂν ἐν τοῖς αἰσθητοῖς εἶναι (τοῦ γὰρ αὐτοῦ λόγου ἀμφότερα ταῦτά ἐστιν), ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ ἀναγκαῖον εἶναι τόπῳ, καὶ μὴ εἶναι ἀκίνητα ἐν κινουμένοις γε ὄντα τοῖς αἰσθητοῖς.
因为,仅仅对于这些中间物如此存在,这不合情理,而且显然,形相也有可能存在于感觉事物之中(因为这两者属于相同的理论);此外,这就必须要求两个立体在同一个地方,并且它们不可能是不可动的,因为它们是在运动着的感觉事物之中。
ὅλως δὲ τίνος ἕνεκʼ ἄν τις θείη εἶναι μὲν αὐτά, εἶναι δʼ ἐν τοῖς αἰσθητοῖς;
总的来说,人们凭什么要设定它们存在,却又存在于感觉事物之中呢?
ταὐτὰ γὰρ συμβήσεται ἄτοπα τοῖς προειρημένοις· ἔσται γὰρ οὐρανός τις παρὰ τὸν οὐρανόν, πλήν γʼ οὐ χωρὶς ἀλλʼ ἐν τῷ αὐτῷ τόπῳ· ὅπερ ἐστὶν ἀδυνατώτερον.
因为这将产生与前述相同的荒谬后果;因为在天之外还将存在着某种天,只不过不是分离的,而是在同一个地方;这是更加不可能的。