§3.2#1πρῶτον μὲν οὖν περὶ ὧν πρῶτον εἴπομεν, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν θεωρῆσαι πάντα τὰ γένη τῶν αἰτίων.
因此,首先关于我们最初谈到的问题:考察所有原因的类别,是属于一门科学还是属于多门科学。
μιᾶς μὲν γὰρ ἐπιστήμης πῶς ἂν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν;
因为,如果原理不是相互对立的,一门科学怎么可能认识它们呢?
ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι·
此外,对于许多存在的事物来说,并非所有的原因都存在。
τίνα γὰρ τρόπον οἷόν τε κινήσεως ἀρχὴν εἶναι τοῖς ἀκινήτοις ἢ τὴν τἀγαθοῦ φύσιν, εἴπερ ἅπαν ὃ ἂν ᾖ ἀγαθὸν καθʼ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν τέλος ἐστὶν καὶ οὕτως αἴτιον ὅτι ἐκείνου ἕνεκα καὶ γίγνεται καὶ ἔστι τἆλλα, τὸ δὲ τέλος καὶ τὸ οὗ ἕνεκα πράξεώς τινός ἐστι τέλος, αἱ δὲ πράξεις πᾶσαι μετὰ κινήσεως;
因为,对于不动的事物,怎么可能有运动的原理或善的本性呢? 如果一切自身是善的、并通过自身本性而存在的东西都是“目的”,并且是在这个意义上作为原因,即为了它,其他事物才生成和存在,而目的和“为了什么”是某种行为的目的,且所有的行为都伴随着运动。
ὥστʼ ἐν τοῖς ἀκινήτοις οὐκ ἂν ἐνδέχοιτο ταύτην εἶναι τὴν ἀρχὴν οὐδʼ εἶναί τι αὐτοαγαθόν.
所以在不动的事物中,不可能存在这一原理,也不可能存在任何自身善。
διὸ καὶ ἐν τοῖς μαθήμασιν οὐθὲν δείκνυται διὰ ταύτης τῆς αἰτίας, οὐδʼ ἔστιν ἀπόδειξις οὐδεμία διότι βέλτιον ἢ χεῖρον, ἀλλʼ οὐδὲ τὸ παράπαν μέμνηται οὐθεὶς οὐθενὸς τῶν τοιούτων, ὥστε διὰ ταῦτα τῶν σοφιστῶν τινὲς οἷον Ἀρίστιππος προεπηλάκιζεν αὐτάς· ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις, καὶ ταῖς βαναύσοις, οἷον ἐν τεκτονικῇ καὶ σκυτικῇ, διότι βέλτιον ἢ χεῖρον λέγεσθαι πάντα, τὰς δὲ μαθηματικὰς οὐθένα ποιεῖσθαι λόγον περὶ ἀγαθῶν καὶ κακῶν.
因此,在数学中,也没有任何东西是通过这一原因被证明的,也没有任何因为“更好”或“更坏”而进行的证明,甚至根本没有人提及任何此类事情。 所以,由于这些原因,一些诡辩家如阿里斯蒂波就曾嘲讽数学:因为在其他技术中,即使是那些粗俗的技术,如木工和鞋匠技术,也都是因为说万物“更好”或“更坏”,而数学科学却对善和恶不作任何说明。
—ἀλλὰ μὴν εἴ γε πλείους ἐπιστῆμαι τῶν αἰτίων εἰσὶ καὶ ἑτέρα ἑτέρας ἀρχῆς, τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην, ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτάς;
——然而,如果原因的科学有多门,且不同的科学研究不同的原理,那么这些科学中哪一门是我们要寻求的科学,或者在拥有这些科学的人当中,谁最能被称为我们所寻求的这一事物的知者?
ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τοὺς τῶν αἰτίων ὑπάρχειν, οἷον οἰκίας ὅθεν μὲν ἡ κίνησις ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δʼ ἕνεκα τὸ ἔργον, ὕλη δὲ γῆ καὶ λίθοι, τὸ δʼ εἶδος ὁ λόγος.
因为,同一事物有可能具有所有方式的原因:例如对于房屋来说,运动的源泉是技术和建筑师,目的是产品,质料是土和石头,而形式则是定义。
ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν ἔχει λόγον ἑκάστην προσαγορεύειν·
因此,根据我们很久以前作出的规定,把其中的每一门科学称为“智慧”都是有道理的。
ᾗ μὲν γὰρ ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη καὶ ᾗ ὥσπερ δούλας οὐδʼ ἀντειπεῖν τὰς ἄλλας ἐπιστήμας δίκαιον, ἡ τοῦ τέλους καὶ τἀγαθοῦ τοιαύτη (τούτου γὰρ ἕνεκα τἆλλα), ᾗ δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη·
因为从它最具有统治性和主导性、并且其他科学就像奴隶一样不应当对其反驳这一点来看,关于目的和善的科学就是这样的科学(因为为了这个,其他事物才存在);但从智慧被规定为关于第一原因和最可知之物的科学来看,关于实体的科学就是这样的科学。
πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι, αὐτῶν δὲ τούτων ἕτερον ἑτέρου μᾶλλον, καὶ μάλιστα τὸν τί ἐστιν ἀλλʼ οὐ τὸν πόσον ἢ ποῖον ἢ τί ποιεῖν ἢ πάσχειν πέφυκεν.
因为,当人们以多种方式认识同一事物时,我们说那个通过“是什么(存在)”来认识该事物的人,比通过“不是什么”来认识的人知道得更多;而在这些人本身之中,一个人又比另一个人知道得更多,最能知道的是那个知道它“是什么(本质)”的人,而不是知道它有多少、是什么样、或者天生能做什么和承受什么的人。
ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον καὶ ὧν ἀποδείξεις εἰσί, τότʼ οἰόμεθα ὑπάρχειν ὅταν εἰδῶμεν τί ἐστιν (οἷον τί ἐστι τὸ τετραγωνίζειν, ὅτι μέσης εὕρεσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις καὶ περὶ πᾶσαν μεταβολὴν ὅταν εἰδῶμεν τὴν ἀρχὴν τῆς κινήσεως·
此外,在其他情况下,对于那些有证明的事物,我们也认为,当我们知道它是什么时(例如,什么是求方,即寻找比例中项;其他事物也是如此),认识每一个事物才成立;但对于生成、行为和一切变化,我们认为当我们知道运动的源泉时才算认识。
τοῦτο δʼ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, ὥστʼ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον.
但这与目的不同且对立,因此,考察这些原因中的每一个,似乎属于不同的科学。
—ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστὶν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν (λέγω δὲ ἀποδεικτικὰς τὰς κοινὰς δόξας ἐξ ὧν ἅπαντες δεικνύουσιν) οἷον ὅτι πᾶν ἀναγκαῖον ἢ φάναι ἢ ἀποφάναι, καὶ ἀδύνατον ἅμα εἶναι καὶ μὴ εἶναι, καὶ ὅσαι ἄλλαι τοιαῦται προτάσεις, πότερον μία τούτων ἐπιστήμη καὶ τῆς οὐσίας ἢ ἑτέρα, κἂν εἰ μὴ μία, ποτέραν χρὴ προσαγορεύειν τὴν ζητουμένην νῦν.
——然而,关于证明的原理,它们是属于一门科学还是多门科学,也是有争议的(我所说的证明原理,是指所有人赖以进行证明的共同意见),例如,任何事物必然要么肯定要么否定,以及同样的事物不可能同时存在又不存在,以及所有其他此类命题:研究这些原理的科学和研究实体的科学是一门还是不同的科学;如果不是一门,这两者中哪一门应该被称为我们现在所寻求的科学?
μιᾶς μὲν οὖν οὐκ εὔλογον εἶναι· τί γὰρ μᾶλλον γεωμετρίας ἢ ὁποιασοῦν περὶ τούτων ἐστὶν ἴδιον τὸ ἐπαΐειν;
现在,说它们属于一门科学是不合情理的;因为,理解这些原理,为什么几何学比其他任何科学更具有特权呢?
εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστίν, ἁπασῶν δὲ μὴ ἐνδέχεται, ὥσπερ οὐδὲ τῶν ἄλλων οὕτως οὐδὲ τῆς γνωριζούσης τὰς οὐσίας ἴδιόν ἐστι τὸ γιγνώσκειν περὶ αὐτῶν.
如果,它同样属于任何一门科学,但又不能属于所有的科学,那么就像其他科学一样,认识实体的科学对它们进行认识也不是其特有的。
ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἐπιστήμη;
同时,又将以何种方式存在关于它们的科学呢?
τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν (χρῶνται γοῦν ὡς γιγνωσκομένοις αὐτοῖς καὶ ἄλλαι τέχναι)·
因为这其中的每一个究竟是什么,我们现在也认识(至少其他技术也是在它们已被认识的前提下使用它们的)。
εἰ δὲ ἀποδεικτικὴ περὶ αὐτῶν ἐστί, δεήσει τι γένος εἶναι ὑποκείμενον καὶ τὰ μὲν πάθη τὰ δʼ ἀξιώματʼ αὐτῶν (περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι), ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν·
但是,如果存在关于它们的证明科学,就必须有某个作为主体的类,其中一些是它们的属性,另一些是它们的公理(因为不可能对所有事物都有证明),因为证明必须由某些事物出发,关于某个事物,并证明某些事物。
ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων, πᾶσαι γὰρ αἱ ἀποδεικτικαὶ χρῶνται τοῖς ἀξιώμασιν.
从而结果是,所有被证明的事物都有某个单一的类别,因为所有证明科学都使用公理。
—ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων, ποτέρα κυριωτέρα καὶ προτέρα πέφυκεν αὐτῶν;
——然而,如果实体的科学和研究这些原理的科学是不同的,那么它们之中哪一门在自然本性上更主导、更在先?
καθόλου γὰρ μάλιστα καὶ πάντων ἀρχαὶ τὰ ἀξιώματά ἐστιν, εἴ τʼ ἐστὶ μὴ τοῦ φιλοσόφου, τίνος ἔσται περὶ αὐτῶν ἄλλου τὸ θεωρῆσαι τὸ ἀληθὲς καὶ ψεῦδος;
因为公理是所有人最普遍、最根本的原理,如果不属于哲学家,还有谁会去考察关于它们的真与假呢?
—ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστὶν ἢ πλείους ἐπιστῆμαι;
——总的来说,关于实体的科学是所有实体只有一门,还是有多门?
εἰ μὲν οὖν μὴ μία, ποίας οὐσίας θετέον τὴν ἐπιστήμην ταύτην; τὸ δὲ μίαν πασῶν οὐκ εὔλογον·
如果不是一门,应该将这门寻求的科学设定为什么样的实体科学? 然而,说所有实体只有一门是不合情理的。