Humanitext Reader

亚里士多德 · 形而上学 §2.3

探究方法的习得与自然学中数学严密性的限度

第 20 段,共 159 段 · 希腊语

内容简介

作者阐明听课的效果取决于听众的习惯,强调必须预先学习适当的探究方法,并指出数学上的严密性不适用于涉及质料的自然科学。

§2.3αἱ δʼ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν· ὡς γὰρ εἰώθαμεν οὕτως ἀξιοῦμεν λέγεσθαι, καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται ἀλλὰ διὰ τὴν ἀσυνήθειαν ἀγνωστότερα καὶ ξενικώτερα· τὸ γὰρ σύνηθες γνώριμον.
听课的效果取决于习惯;因为我们要求人们按照我们习惯的方式来论述,而与此相反的内容不仅看起来不同,而且由于不习惯而显得更难懂、更陌生;因为习惯的内容是易懂的。
ἡλίκην δὲ ἰσχὺν ἔχει τὸ σύνηθες οἱ νόμοι δηλοῦσιν, ἐν οἷς τὰ μυθώδη καὶ παιδαριώδη μεῖζον ἰσχύει τοῦ γινώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος.
习惯具有多么大的力量由法律表明,在法律中,由于习惯,神话的和幼稚的内容比关于它们的科学知识具有更大的影响力。
οἱ μὲν οὖν ἐὰν μὴ μαθηματικῶς λέγῃ τις οὐκ ἀποδέχονται τῶν λεγόντων, οἱ δʼ ἂν μὴ παραδειγματικῶς, οἱ δὲ μάρτυρα ἀξιοῦσιν ἐπάγεσθαι ποιητήν.
因此,有些人如果不以数学方式论述就不接受演讲者;另一些人则要求举例说明;还有一些人要求援引诗人作为证人。
καὶ οἱ μὲν πάντα ἀκριβῶς, τοὺς δὲ λυπεῖ τὸ ἀκριβὲς ἢ διὰ τὸ μὴ δύνασθαι συνείρειν ἢ διὰ τὴν μικρολογίαν· ἔχει γάρ τι τὸ ἀκριβὲς τοιοῦτον, ὥστε, καθάπερ ἐπὶ τῶν συμβολαίων, καὶ ἐπὶ τῶν λόγων ἀνελεύθερον εἶναί τισι δοκεῖ.
有些人要求一切都必须严密,而另一些人则因严密而感到痛苦,这要么是因为他们无法连贯地推导,要么是因为觉得这是琐碎的斤斤计较;因为严密确实有这样一种性质,以至于就像在合同中一样,在言论中严密在有些人看来也是小气的。
διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ὡς ἄτοπον ἅμα ζητεῖν ἐπιστήμην καὶ τρόπον ἐπιστήμης· ἔστι δʼ οὐδὲ θάτερον ῥᾴδιον λαβεῖν.
因此,必须先训练如何接受每一种论证,因为同时寻求知识和知识的方法是荒谬的;而这两者中任何一个都不容易获得。
τὴν δʼ ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλʼ ἐν τοῖς μὴ ἔχουσιν ὕλην.
数学上的严密性不应要求于一切事物,而只应要求于那些没有质料的事物。
διόπερ οὐ φυσικὸς ὁ τρόπος· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην.
因此,这不是自然科学的方法;因为也许所有的自然都有质料。
διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.
因此,首先必须考察什么是自然;因为这样一来,自然科学是关于什么的也就清楚了。

词汇与语法注释

  1. 995a5τοῦ γινώσκειν περὶ αὐτῶν — 跟在比较级中性副词 "μεῖζον"(更大地)后面的比较属格。字面意思是“比了解它们具有更大的力量”。这里的“关于它们(περὶ αὐτῶν)”指代前文的“神话和幼稚的内容(τὰ μυθώδη καὶ παιδαριώδη)”,指出人们由于习惯而往往重视熟悉的神话,而非关于其真伪的客观知识。
  2. 995a7τῶν λεγόντων — 由动词 "ἀποδέχομαι"(接受、认可)支配的属格宾语。该动词要求属格,表示“接受或认可某人(及其言论)”。此处意为“他们(因为叙述方式的原因)不接受说话的人”,描绘了人们由于对方不采用自己熟悉的方法而拒斥其论证的心理。
  3. 995a13ὡς ἄτοπον ἅμα ζητεῖν — 连词 "ὡς" 引入主观原因(“因为”、“由于”)。此处引导一个省略了系词的“对格+不定词”结构,意为“因为同时寻求……是荒谬的”。亚里士多德在此批评了试图同时获取知识及其相应研究方法的求知态度。

引用这一段

亚里士多德, 形而上学 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。