§14.2#2ἄτοπον δὴ τὸ ὅπως μὲν πολλὰ τὸ ὂν τὸ τί ἐστι ζητῆσαι, πῶς δὲ ἢ ποιὰ ἢ ποσά, μή.
寻求作为“是什么”(实体)的存在如何是多数,却不寻求性质如何是多数、数量如何是多数,这确实是荒谬的。
οὐ γὰρ δὴ ἡ δυὰς ἡ ἀόριστος αἰτία οὐδὲ τὸ μέγα καὶ τὸ μικρὸν τοῦ δύο λευκὰ ἢ πολλὰ εἶναι χρώματα ἢ χυμοὺς ἢ σχήματα· ἀριθμοὶ γὰρ ἂν καὶ ταῦτα ἦσαν καὶ μονάδες.
因为无定双者或大与小,绝非两个白色的东西存在、或者许多颜色、味道或形状存在的原因;否则,这些也会是数和单位了。
ἀλλὰ μὴν εἴ γε ταῦτʼ ἐπῆλθον, εἶδον ἂν τὸ αἴτιον καὶ τὸ ἐν ἐκείνοις· τὸ γὰρ αὐτὸ καὶ τὸ ἀνάλογον αἴτιον.
然而,如果他们考察了这些,他们也会看到存在于那些事物中的原因;因为原因是在此相同且类比的。
αὕτη γὰρ ἡ παρέκβασις αἰτία καὶ τοῦ τὸ ἀντικείμενον ζητοῦντας τῷ ὄντι καὶ τῷ ἑνί, ἐξ οὗ καὶ τούτων τὰ ὄντα, τὸ πρός τι καὶ τὸ ἄνισον ὑποθεῖναι, ὃ οὔτʼ ἐναντίον οὔτʼ ἀπόφασις ἐκείνων, μία τε φύσις τῶν ὄντων ὥσπερ καὶ τὸ τί καὶ τὸ ποῖον.
因为这种偏离也就是导致他们——在寻求与存在和一相对立的东西,并以此作为存在者由之产生的基础时—— 假定了关系和不等的原因,而这既不是那两者的相反者也不是否定,而只是存在者中的一种本性,正如“是什么”和“如此的质”一样。
καὶ ζητεῖν ἔδει καὶ τοῦτο, πῶς πολλὰ τὰ πρός τι ἀλλʼ οὐχ ἕν· νῦν δὲ πῶς μὲν πολλαὶ μονάδες παρὰ τὸ πρῶτον ἓν ζητεῖται, πῶς δὲ πολλὰ ἄνισα παρὰ τὸ ἄνισον οὐκέτι.
而且他们也应当寻求这一点,即关系如何是多数而不是单一的;但现在,他们只寻求在最初的一之外如何有许多单位,却不再寻求在不等之外如何有许多不等者。
καίτοι χρῶνται καὶ λέγουσι μέγα μικρόν, πολὺ ὀλίγον, ἐξ ὧν οἱ ἀριθμοί, μακρὸν βραχύ, ἐξ ὧν τὸ μῆκος, πλατὺ στενόν, ἐξ ὧν τὸ ἐπίπεδον, βαθὺ ταπεινόν, ἐξ ὧν οἱ ὄγκοι· καὶ ἔτι δὴ πλείω εἴδη λέγουσι τοῦ πρός τι· τούτοις δὴ τί αἴτιον τοῦ πολλὰ εἶναι;
然而他们实际上使用并说到大与小、多与少,数由之产生;长与短,长度由之产生;宽与窄,平面由之产生;深与浅,体积由之产生;他们甚至还说到关系的更多种属;那么,对于这些来说,多存在的原因究竟是什么呢?
—ἀνάγκη μὲν οὖν, ὥσπερ λέγομεν, ὑποθεῖναι τὸ δυνάμει ὂν ἑκάστῳ (τοῦτο δὲ προσαπεφήνατο ὁ ταῦτα λέγων, τί τὸ δυνάμει τόδε καὶ οὐσία, μὴ ὂν δὲ καθʼ αὑτό, ὅτι τὸ πρός τι, ὥσπερ εἰ εἶπε τὸ ποιόν, ὃ οὔτε δυνάμει ἐστὶ τὸ ἓν ἢ τὸ ὂν οὔτε ἀπόφασις τοῦ ἑνὸς οὐδὲ τοῦ ὄντος ἀλλʼ ἕν τι τῶν ὄντων), πολύ τε μᾶλλον, ὥσπερ ἐλέχθη, εἰ ἐζήτει πῶς πολλὰ τὰ ὄντα, μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν, πῶς πολλαὶ οὐσίαι ἢ πολλὰ ποιά, ἀλλὰ πῶς πολλὰ τὰ ὄντα· τὰ μὲν γὰρ οὐσίαι τὰ δὲ πάθη τὰ δὲ πρός τι.
——因此,正如我们所说,必须为每个范畴假定潜在的存在者(而说这些话的人进一步阐明了,在潜能上是“这个”和实体、但自身是非存在的东西是什么,即它是关系,正如他如果说的是性质一样,性质既不是潜在的一或存在,也不是一或存在的否定,而是存在者中的某一事物),而且更重要得多的是,如前所述,如果他要寻求存在者如何是多数,他不应当在同一范畴内寻求,即如何有许多实体或许多性质,而应当寻求存在者如何是多数;因为有些是实体,有些是属性,有些是关系。
ἐπὶ μὲν οὖν τῶν ἄλλων κατηγοριῶν ἔχει τινὰ καὶ ἄλλην ἐπίστασιν πῶς πολλά (διὰ γὰρ τὸ μὴ χωριστὰ εἶναι τῷ τὸ ὑποκείμενον πολλὰ γίγνεσθαι καὶ εἶναι ποιά τε πολλὰ καὶ ποσά· καίτοι δεῖ γέ τινα εἶναι ὕλην ἑκάστῳ γένει, πλὴν χωριστὴν ἀδύνατον τῶν οὐσιῶν)· ἀλλʼ ἐπὶ τῶν τόδε τι ἔχει τινὰ λόγον πῶς πολλὰ τὸ τόδε τι, εἰ μή τι ἔσται καὶ τόδε τι καὶ φύσις τις τοιαύτη· αὕτη δέ ἐστιν ἐκεῖθεν μᾶλλον ἡ ἀπορία, πῶς πολλαὶ ἐνεργείᾳ οὐσίαι ἀλλʼ οὐ μία.
因此,关于其他范畴如何是多数的问题,存在着某种其他的考虑(因为由于它们是不可分离的,正是因为主体变成多数并存在,所以才有许多性质和数量存在;然而每个属中必然有某种质料,只是它不可能脱离实体而分离存在);但在“这个”(实体)的情况下,“这个”如何是多数确实具有某种道理,除非存在某种既是“这个”又是此类本性的东西;而这更多地是来自那里的迷难,即在现实中,实体如何是多数而不是单一的。
ἀλλὰ μὴν καὶ εἰ μὴ ταὐτόν ἐστι τὸ τόδε καὶ τὸ ποσόν, οὐ λέγεται πῶς καὶ διὰ τί πολλὰ τὰ ὄντα, ἀλλὰ πῶς ποσὰ πολλά.
而且,即使“这个”与“数量”并非同一,他们也没有说明存在者如何以及为什么是多数,而只说明了数量如何是多数。
ὁ γὰρ ἀριθμὸς πᾶς ποσόν τι σημαίνει, καὶ ἡ μονάς, εἰ μὴ μέτρον καὶ τὸ κατὰ τὸ ποσὸν ἀδιαίρετον.
因为所有的数都表示某种数量,单位也是如此,除非它是测量标准且在数量上是不可分的。
εἰ μὲν οὖν ἕτερον τὸ ποσὸν καὶ τὸ τί ἐστιν, οὐ λέγεται τὸ τί ἐστιν ἐκ τίνος οὐδὲ πῶς πολλά· εἰ δὲ ταὐτό, πολλὰς ὑπομένει ὁ λέγων ἐναντιώσεις.
因此,如果数量与“是什么”是不同的,那么“是什么”由什么构成以及它如何是多数便没有被说明;但如果它们是同一的,那么这样说的人就会遭遇许多矛盾。
—ἐπιστήσειε δʼ ἄν τις τὴν σκέψιν καὶ περὶ τῶν ἀριθμῶν πόθεν δεῖ λαβεῖν τὴν πίστιν ὡς εἰσίν.
——人们也可以将考察转向数,即应当从何处获得它们存在的确信。
τῷ μὲν γὰρ ἰδέας τιθεμένῳ παρέχονταί τινʼ αἰτίαν τοῖς οὖσιν, εἴπερ ἕκαστος τῶν ἀριθμῶν ἰδέα τις ἡ δʼ ἰδέα τοῖς ἄλλοις αἰτία τοῦ εἶναι ὃν δή ποτε τρόπον (ἔστω γὰρ ὑποκείμενον αὐτοῖς τοῦτο)· τῷ δὲ τοῦτον μὲν τὸν τρόπον οὐκ οἰομένῳ διὰ τὸ τὰς ἐνούσας δυσχερείας ὁρᾶν περὶ τὰς ἰδέας ὥστε διά γε ταῦτα μὴ ποιεῖν ἀριθμούς, ποιοῦντι δὲ ἀριθμὸν τὸν μαθηματικόν, πόθεν τε χρὴ πιστεῦσαι ὡς ἔστι τοιοῦτος ἀριθμός, καὶ τί τοῖς ἄλλοις χρήσιμος;
因为对于设定理念的人来说,如果每个数都是某种理念,而理念又是其他事物以某种方式存在的原因(且让这一前提为他们所设),那么数确实为存在者提供了某种原因;但是对于不以这种方式思考的人——因为他看到了理念中固有的困难,以至于至少因为这些原因而不制造数,但他却设定了数学数—— 我们又凭什么相信存在这样的数,而且它对其他事物又有什么用处呢?
οὐθενὸς γὰρ οὔτε φησὶν ὁ λέγων αὐτὸν εἶναι, ἀλλʼ ὡς αὐτήν τινα λέγει καθʼ αὑτὴν φύσιν οὖσαν, οὔτε φαίνεται ὢν αἴτιος· τὰ γὰρ θεωρήματα τῶν ἀριθμητικῶν πάντα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει, καθάπερ ἐλέχθη.
因为主张它存在的人既没有说它是任何事物的因,而是说它是一种自身独立存在的本性,它看起来也不是因;因为正如前文所说,算术家的所有定理也都适用于感觉实体。