§14.2#1ἁπλῶς δὲ δεῖ σκοπεῖν, ἆρα δυνατὸν τὰ ἀΐδια ἐκ στοιχείων συγκεῖσθαι; ὕλην γὰρ ἕξει· σύνθετον γὰρ πᾶν τὸ ἐκ στοιχείων.
一般而言,我们必须考虑,永恒的事物是否可能由元素构成;因为它们将具有质料,因为凡是由元素构成的都是复合物。
εἰ τοίνυν ἀνάγκη, ἐξ οὗ ἐστιν, εἰ καὶ ἀεὶ ἔστι, κἄν, εἰ ἐγένετο, ἐκ τούτου γίγνεσθαι, γίγνεται δὲ πᾶν ἐκ τοῦ δυνάμει ὄντος τοῦτο ὃ γίγνεται (οὐ γὰρ ἂν ἐγένετο ἐκ τοῦ ἀδυνάτου οὐδὲ ἦν), τὸ δὲ δυνατὸν ἐνδέχεται καὶ ἐνεργεῖν καὶ μή, εἰ καὶ ὅτι μάλιστα ἀεὶ ἔστιν ὁ ἀριθμὸς ἢ ὁτιοῦν ἄλλο ὕλην ἔχον, ἐνδέχοιτʼ ἂν μὴ εἶναι, ὥσπερ καὶ τὸ μίαν ἡμέραν ἔχον καὶ τὸ ὁποσαοῦν ἔτη· εἰ δʼ οὕτω, καὶ τὸ τοσοῦτον χρόνον οὗ μὴ ἔστι πέρας.
如果由此,凡是存在的事物,即使它永远存在,如果它生成,也必然是从它所由以构成的那个东西生成的,而且凡是生成的事物,都是从潜能上是该生成物的东西生成的(因为从不可能的事物中既不能生成,也不能存在),而可能的事物既可能实现,也可能不实现,那么,即使数或任何其他具有质料的事物无论怎样永远存在,它也将可能不存在,就像只存在一天或任意年数的事物一样;如果如此,那么存在无限长时间的事物也是如此。
οὐκ ἂν τοίνυν εἴη ἀΐδια, εἴπερ μὴ ἀΐδιον τὸ ἐνδεχόμενον μὴ εἶναι, καθάπερ ἐν ἄλλοις λόγοις συνέβη πραγματευθῆναι.
因此,如果可能不存在的事物并不是永恒的,那么它们就不会是永恒的,正如在其他著作中已经探讨过的那样。
εἰ δέ ἐστι τὸ λεγόμενον νῦν ἀληθὲς καθόλου, ὅτι οὐδεμία ἐστὶν ἀΐδιος οὐσία ἐὰν μὴ ᾖ ἐνέργεια, τὰ δὲ στοιχεῖα ὕλη τῆς οὐσίας, οὐδεμιᾶς ἂν εἴη ἀϊδίου οὐσίας στοιχεῖα ἐξ ὧν ἐστιν ἐνυπαρχόντων.
但如果现在所说的话普遍属实,即没有任何实体是永恒的,除非它是现实,且元素是实体的质料,那么任何永恒实体都不会有其作为内在成分所由以构成的元素。
εἰσὶ δέ τινες οἳ δυάδα μὲν ἀόριστον ποιοῦσι τὸ μετὰ τοῦ ἑνὸς στοιχεῖον, τὸ δʼ ἄνισον δυσχεραίνουσιν εὐλόγως διὰ τὰ συμβαίνοντα ἀδύνατα·
但有些人将无定双者作为与一在一起的元素,却对不等合理地表示嫌恶,因为这会带来不可能的后果。
οἷς τοσαῦτα μόνον ἀφῄρηται τῶν δυσχερῶν ὅσα διὰ τὸ ποιεῖν τὸ ἄνισον καὶ τὸ πρός τι στοιχεῖον ἀναγκαῖα συμβαίνει τοῖς λέγουσιν· ὅσα δὲ χωρὶς ταύτης τῆς δόξης, ταῦτα κἀκείνοις ὑπάρχειν ἀναγκαῖον, ἐάν τε τὸν εἰδητικὸν ἀριθμὸν ἐξ αὐτῶν ποιῶσιν ἐάν τε τὸν μαθηματικόν.
对他们来说,只有那些由于把不等和关系作为元素而对这样说的人必然产生的困难被排除了;但凡是独立于这一见解而存在的困难,对他们来说也必然存在,无论他们是用它们来制造理念数还是数学数。
—πολλὰ μὲν οὖν τὰ αἴτια τῆς ἐπὶ ταύτας τὰς αἰτίας ἐκτροπῆς, μάλιστα δὲ τὸ ἀπορῆσαι ἀρχαϊκῶς.
—— 因此,倒退到这些原因上的原因有很多,但最主要的是以古老的方式面对迷难。
ἔδοξε γὰρ αὐτοῖς πάντʼ ἔσεσθαι ἓν τὰ ὄντα, αὐτὸ τὸ ὄν, εἰ μή τις λύσει καὶ ὁμόσε βαδιεῖται τῷ Παρμενίδου λόγῳ
"οὐ γὰρ μήποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα,"
ἀλλʼ ἀνάγκη εἶναι τὸ μὴ ὂν δεῖξαι ὅτι ἔστιν·
因为在他们看来,除非有人能够解决并正面迎击巴门尼德的论点: “因为这绝不会被制服,以致使非存在者存在,” 否则所有存在的事物都将是一,即存在自身;相反,必须证明非存在存在。
οὕτω γάρ, ἐκ τοῦ ὄντος καὶ ἄλλου τινός, τὰ ὄντα ἔσεσθαι, εἰ πολλά ἐστιν.
因为只有这样,如果存在者是多数的话,存在者才能由存在者和某种别的东西共同构成。
καίτοι πρῶτον μέν, εἰ τὸ ὂν πολλαχῶς (τὸ μὲν γὰρ οὐσίαν σημαίνει, τὸ δʼ ὅτι ποιόν, τὸ δʼ ὅτι ποσόν, καὶ τὰς ἄλλας δὴ κατηγορίας), ποῖον οὖν τὰ ὄντα πάντα ἕν, εἰ μὴ τὸ μὴ ὂν ἔσται;
然而,首先,如果存在是多义的(因为有的表示实体,有的表示性质,有的表示数量,以及其他范畴),那么,如果不存在非存在,所有存在的事物又怎么会是一呢?
πότερον αἱ οὐσίαι, ἢ τὰ πάθη καὶ τὰ ἄλλα δὴ ὁμοίως, ἢ πάντα, καὶ ἔσται ἓν τὸ τόδε καὶ τὸ τοιόνδε καὶ τὸ τοσόνδε καὶ τὰ ἄλλα ὅσα ἕν τι σημαίνει;
是实体是一,还是状态及其他范畴同样是一,或者是所有这些都是一,从而使“这个”、“如此的质”、“如此的量”以及表示某一单一事物的其他所有范畴都成为一?
ἀλλʼ ἄτοπον, μᾶλλον δὲ ἀδύνατον, τὸ μίαν φύσιν τινὰ γενομένην αἰτίαν εἶναι τοῦ τοῦ ὄντος τὸ μὲν τόδε εἶναι τὸ δὲ τοιόνδε τὸ δὲ τοσόνδε τὸ δὲ πού.
然而,由某一种单一的本性作为原因,使得存在者中有的成为“这个”,有的成为“如此的质”,有的成为 “如此的量”,有的成为“在某处”,这是荒谬的,或者说是不可能的。
ἔπειτα ἐκ ποίου μὴ ὄντος καὶ ὄντος τὰ ὄντα;
其次,存在者是从哪种非存在和存在中产生出来的呢?
πολλαχῶς γὰρ καὶ τὸ μὴ ὄν, ἐπειδὴ καὶ τὸ ὄν· καὶ τὸ μὲν μὴ ἄνθρωπον εἶναι σημαίνει τὸ μὴ εἶναι τοδί, τὸ δὲ μὴ εὐθὺ τὸ μὴ εἶναι τοιονδί, τὸ δὲ μὴ τρίπηχυ τὸ μὴ εἶναι τοσονδί.
因为既然存在是多义的,非存在也是多义的;“不是人”表示“不是这个”,“不直”表示“不是如此的质”,“不是三腕尺”表示“不是如此的量”。
ἐκ ποίου οὖν ὄντος καὶ μὴ ὄντος πολλὰ τὰ ὄντα;
那么,存在着的多数事物究竟是从哪种存在和非存在中产生的呢?
βούλεται μὲν δὴ τὸ ψεῦδος καὶ ταύτην τὴν φύσιν λέγειν τὸ οὐκ ὄν, ἐξ οὗ καὶ τοῦ ὄντος πολλὰ τὰ ὄντα, διὸ καὶ ἐλέγετο ὅτι δεῖ ψεῦδός τι ὑποθέσθαι, ὥσπερ καὶ οἱ γεωμέτραι τὸ ποδιαίαν εἶναι τὴν μὴ ποδιαίαν·
确实,他们试图用“非存在”来指代虚假及其本性,并由此与存在者共同构成多数的存在者,因此才说“必须假定某种虚假”,就像几何学家假定一尺长的线其实并不是一尺长。
ἀδύνατον δὲ ταῦθʼ οὕτως ἔχειν, οὔτε γὰρ οἱ γεωμέτραι ψεῦδος οὐθὲν ὑποτίθενται (οὐ γὰρ ἐν τῷ συλλογισμῷ ἡ πρότασις), οὔτε ἐκ τοῦ οὕτω μὴ ὄντος τὰ ὄντα γίγνεται οὐδὲ φθείρεται.
但这是不可能的,因为几何学家并没有假定任何虚假(因为前提并不包含在三段论推论中),存在者也不会从这种意义上的非存在中生成或消灭。
ἀλλʼ ἐπειδὴ τὸ μὲν κατὰ τὰς πτώσεις μὴ ὂν ἰσαχῶς ταῖς κατηγορίαις λέγεται, παρὰ τοῦτο δὲ τὸ ὡς ψεῦδος λέγεται μὴ ὂν καὶ τὸ κατὰ δύναμιν, ἐκ τούτου ἡ γένεσίς ἐστιν, ἐκ τοῦ μὴ ἀνθρώπου δυνάμει δὲ ἀνθρώπου ἄνθρωπος, καὶ ἐκ τοῦ μὴ λευκοῦ δυνάμει δὲ λευκοῦ λευκόν, ὁμοίως ἐάν τε ἕν τι γίγνηται ἐάν τε πολλά.
但是,由于按格(范畴)而说的非存在与范畴有同样多的含义,而在此之外还有被说为虚假的非存在以及按潜能而说的非存在,因此生成正是从后者中产生的——从不是人但潜能上是人的人,生成为人,从不是白但潜能上是白的东西,生成为白的东西,无论生成的是单一的事物还是多数的事物,情况都是一样的。
—φαίνεται δὲ ἡ ζήτησις πῶς πολλὰ τὸ ὂν τὸ κατὰ τὰς οὐσίας λεγόμενον· ἀριθμοὶ γὰρ καὶ μήκη καὶ σώματα τὰ γεννώμενά ἐστιν.
——但是,他们的探求似乎在于,按实体而说的存在者如何是多数;因为所生成的东西是数、长度和物体。