Humanitext Reader

亚里士多德 · 形而上学 §14.1#2

批判无定双者与作为偶性的相对者

第 152 段,共 159 段 · 希腊语

内容简介

亚里士多德批评了将“不等”视为“大和小的无定双者”的柏拉图学派观点,论证了大与小、多与少等关系(相对者)并非实体,而只是附属于量或质的偶性。他还指出关系不具有独立的生成和消灭,并揭示了数由少和多构成的逻辑破绽。

§14.1#2οἱ δὲ τὸ ἄνισον ὡς ἕν τι, τὴν δυάδα δὲ ἀόριστον ποιοῦντες μεγάλου καὶ μικροῦ, πόρρω λίαν τῶν δοκούντων καὶ δυνατῶν λέγουσιν·
另一方面,那些将不等作为某种单一者,而将大和小的无定双者作为原理的人,所说的东西离通情合理和可能实现太远了。
πάθη τε γὰρ ταῦτα καὶ συμβεβηκότα μᾶλλον ἢ ὑποκείμενα τοῖς ἀριθμοῖς καὶ τοῖς μεγέθεσίν ἐστι, τὸ πολὺ καὶ ὀλίγον ἀριθμοῦ, καὶ μέγα καὶ μικρὸν μεγέθους, ὥσπερ ἄρτιον καὶ περιττόν, καὶ λεῖον καὶ τραχύ, καὶ εὐθὺ καὶ καμπύλον·
因为这些东西比起数和大小的基底来,更是它们的状态和偶性,多和少是数的,大和小是大小的,正如奇数和偶数、平滑和粗糙、直和弯一样。
ἔτι δὲ πρὸς ταύτῃ τῇ ἁμαρτίᾳ καὶ πρός τι ἀνάγκη εἶναι τὸ μέγα καὶ τὸ μικρὸν καὶ ὅσα τοιαῦτα·
此外,除了这一错误之外,大和小以及所有此类事物必定是关系。
τὸ δὲ πρός τι πάντων ἥκιστα φύσις τις ἢ οὐσία ἐστι, καὶ ὑστέρα τοῦ ποιοῦ καὶ ποσοῦ·
而关系在万物中最不具有某种本性或实体,并且落后于质和量。
καὶ πάθος τι τοῦ ποσοῦ τὸ πρός τι, ὥσπερ ἐλέχθη, ἀλλʼ οὐχ ὕλη, εἴ τι ἕτερον καὶ τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσιν.
正如所说,关系是量的某种状态,而不是质料,如果对于一般的关系整体以及它的部分和种而言,确实有某种别的东西作为质料的话。
οὐθὲν γάρ ἐστιν οὔτε μέγα οὔτε μικρόν, οὔτε πολὺ οὔτε ὀλίγον, οὔτε ὅλως πρός τι, ὃ οὐχ ἕτερόν τι ὂν πολὺ ἢ ὀλίγον ἢ μέγα ἢ μικρὸν ἢ πρός τί ἐστιν.
因为没有任何大或小、多或少、或者一般的关系,是不作为某种别的东西而为多或少、或大或小、或关系的。
σημεῖον δʼ ὅτι ἥκιστα οὐσί τις καὶ ὄν τι τὸ πρός τι τὸ μόνου μὴ εἶναι γένεσιν αὐτοῦ μηδὲ φθορὰν μηδὲ κίνησιν ὥσπερ κατὰ τὸ ποσὸν αὔξησις καὶ φθίσις, κατὰ τὸ ποιὸν ἀλλοίωσις, κατὰ τόπον φορά, κατὰ τὴν οὐσίαν ἡ ἁπλῆ γένεσις καὶ φθορά,—ἀλλʼ οὐ κατὰ τὸ πρός τι·
关系最不具有某种实体和存在的一个迹象是,唯独它没有生成、消灭和运动,正如在量上有增加和减少,在质上有变化,在空间上有位移,在实体上有单纯的生成和消灭一样,而在关系上却不是这样。
ἄνευ γὰρ τοῦ κινηθῆναι ὁτὲ μὲν μεῖζον ὁτὲ δὲ ἔλαττον ἢ ἴσον ἔσται θατέρου κινηθέντος κατὰ τὸ ποσόν.
因为无需自身运动,仅仅在另一方在量上运动时,它有时会变得更大,有时会变得更小,或者相等。
ἀνάγκη τε ἑκάστου ὕλην εἶναι τὸ δυνάμει τοιοῦτον, ὥστε καὶ οὐσίας· τὸ δὲ πρός τι οὔτε δυνάμει οὐσία οὔτε ἐνεργείᾳ.
而且,各事物的质料必须在潜能上是该类事物,因此实体的质料也是如此;但关系既不是潜能上的实体,也不是现实上的实体。
ἄτοπον οὖν, μᾶλλον δὲ ἀδύνατον, τὸ οὐσίας μὴ οὐσίαν ποιεῖν στοιχεῖον καὶ πρότερον· ὕστερον γὰρ πᾶσαι αἱ κατηγορίαι.
因此,把非实体作为实体的元素并先于实体,是荒谬的,或者说是不可能的;因为所有其他范畴都后于实体。
ἔτι δὲ τὰ στοιχεῖα οὐ κατηγορεῖται καθʼ ὧν στοιχεῖα, τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ τὸ βραχὺ γραμμῆς, καὶ ἐπίπεδόν ἐστι καὶ πλατὺ καὶ στενόν.
此外,元素并不关于它们所构成的元素对象被陈述。 但多和少既可分别又可同时被陈述于数,长和短陈述于线,平面也被陈述为宽和窄。
εἰ δὲ δὴ καὶ ἔστι τι πλῆθος οὗ τὸ μὲν ἀεί, τὸ ὀλίγον, οἷον ἡ δυάς (εἰ γὰρ πολύ, τὸ ἓν ἂν ὀλίγον εἴη), κἂν πολὺ ἁπλῶς εἴη, οἷον ἡ δεκὰς πολύ, εἰ ταύτης μή ἐστι πλεῖον, ἢ τὰ μύρια.
如果确实存在某种多数性,其一部分总是“少”,例如双者(因为如果它是“多”,那么“一”就会是“少”),而另一部分则是端端的“多”,例如十是“多”(如果没有比它更多的东西的话),或者一万。
πῶς οὖν ἔσται οὕτως ἐξ ὀλίγου καὶ πολλοῦ ὁ ἀριθμός;
那么,数怎么能以这种方式由少和多构成呢?
ἢ γὰρ ἄμφω ἔδει κατηγορεῖσθαι ἢ μηδέτερον· νῦν δὲ τὸ ἕτερον μόνον κατηγορεῖται.
因为要么两者都应当被陈述,要么两者都不,但现在却只有其中之一被陈述。

词汇与语法注释

  1. 1088a15τὴν δυάδα δὲ ἀόριστον ποιοῦντες μεγάλου καὶ μικροῦ — 属格短语 μεγάλου καὶ μικροῦ 依存于 δυάδα 或 ἀόριστον,在此被解释为表示构成要素或材料的属格,意为“由大和小组成的无定双者”。
  2. 1088a24εἴ τι ἕτερον καὶ τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσιν — 以 εἴ τι ἕτερον 开始的从句对前文的否定语“而不是质料”起到条件性限制或让步的作用。它省略了表示存在或具有的动词(如 ἐστίν 或 ὑπάρχει),意为“即使对于一般的关系整体及其部分和种而言,确实有某种别的东西[作为质料存在]的话”。
  3. 1088b9εἰ γὰρ πολύ, τὸ ἓν ἂν ὀλίγον εἴη — πολύ 的主语是前句中出现的“双者”(δυάς)。通过 ἄν +直说过去时(或祈愿时)构成的条件句,导出了一个荒谬的逻辑后果:“因为如果它(双者)是‘多’,那么‘一’就会是‘少’”。
  4. 1088b12ἢ γὰρ ἄμφω ἔδει κατηγορεῖσθαι ἢ μηδέτερον — 未完成过去时非人称动词 ἔδει 表达了在现实中未被满足的逻辑必然或应当(“本应当……”),用于指出柏拉图学派理论中的不自洽。

引用这一段

亚里士多德, 形而上学 §14.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:14.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。