Humanitext Reader

亚里士多德 · 形而上学 §13.8#2

由大小生成单位的矛盾与否定数为原因

第 146 段,共 159 段 · 希腊语

内容简介

亚里士多德指出主张单位由“大与小”生成的学说的矛盾,并表明无论分离的数是无限的,还是限定在十以内的有限数,都会产生荒谬。由此他论证了数的理念不能成为存在物及其生成的原因。

§13.8#2ἐκεῖνοι δὲ τὸν ἀριθμὸν τὰ ὄντα λέγουσιν· τὰ γοῦν θεωρήματα προσάπτουσι τοῖς σώμασιν ὡς ἐξ ἐκείνων ὄντων τῶν ἀριθμῶν.
但那些人说数就是存在者;无论如何,他们把定理应用于物体,就好像物体是由那些数构成的一样。
—εἰ τοίνυν ἀνάγκη μέν, εἴπερ ἐστὶν ἀριθμὸς τῶν ὄντων τι καθʼ αὑτό, τούτων εἶναί τινα τῶν εἰρημένων τρόπων, οὐθένα δὲ τούτων ἐνδέχεται, φανερὸν ὡς οὐκ ἔστιν ἀριθμοῦ τις τοιαύτη φύσις οἵαν κατασκευάζουσιν οἱ χωριστὸν ποιοῦντες αὐτόν.
——因此,如果说,既然数是存在者中某种自立的东西,它就必然属于上述提到的这些方式之一,而这些方式又无一可能,那么很明显,并不存在那些将数作成分离存在的人所建构的那种数的自然本性。
—ἔτι πότερον ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων ἐστίν, ἢ ἡ μὲν ἐκ τοῦ μικροῦ ἡ δʼ ἐκ τοῦ μεγάλου;
——此外,每个单位是由等量化的大和小组成的,还是一个由小组成、另一个由大组成?
εἰ μὲν δὴ οὕτως, οὔτε ἐκ πάντων τῶν στοιχείων ἕκαστον οὔτε ἀδιάφοροι αἱ μονάδες (ἐν τῇ μὲν γὰρ τὸ μέγα ἐν τῇ δὲ τὸ μικρὸν ὑπάρχει, ἐναντίον τῇ φύσει ὄν)·
如果确实是后一种方式,那么每个单位既不是由所有的元素组成,单位之间也并非没有区别(因为在一个单位中存在着大,在另一个单位中存在着小,它们在自然本性上是相反的)。
ἔτι αἱ ἐν τῇ τριάδι αὐτῇ πῶς;
此外,在三联体本身的单位又是怎样的呢?
μία γὰρ περιττή· ἀλλὰ διὰ τοῦτο ἴσως αὐτὸ τὸ ἓν ποιοῦσιν ἐν τῷ περιττῷ μέσον.
因为其中一个是奇数;但也许正因为如此,他们把“一”自体当作奇数之中的中间物。
εἰ δʼ ἑκατέρα τῶν μονάδων ἐξ ἀμφοτέρων ἐστὶν ἰσασθέντων, ἡ δυὰς πῶς ἔσται μία τις οὖσα φύσις ἐκ τοῦ μεγάλου καὶ μικροῦ;
但是,如果每个单位都是由等量化的两者(大和小)组成,那么二联体怎么会作为一个由大和小组成的单一自然本性而存在呢?
ἢ τί διοίσει τῆς μονάδος;
或者它与单位有什么区别?
ἔτι προτέρα ἡ μονὰς τῆς δυάδος (ἀναιρουμένης γὰρ ἀναιρεῖται ἡ δυάς)· ἰδέαν οὖν ἰδέας ἀναγκαῖον αὐτὴν εἶναι, προτέραν γʼ οὖσαν ἰδέας, καὶ γεγονέναι προτέραν.
此外,单位先于二联体(因为如果单位被消灭,二联体也就被消灭了);因此,既然它先于一个理念,它自身必然是理念的理念,并且必然先于它而生成。
ἐκ τίνος οὖν;
那么,它又是从什么生成的呢?
ἡ γὰρ ἀόριστος δυὰς δυοποιὸς ἦν.
因为不定二联体是产生二的。
—ἔτι ἀνάγκη ἤτοι ἄπειρον τὸν ἀριθμὸν εἶναι ἢ πεπερασμένον· χωριστὸν γὰρ ποιοῦσι τὸν ἀριθμόν, ὥστε οὐχ οἷόν τε μὴ οὐχὶ τούτων θάτερον ὑπάρχειν.
——此外,数必然要么是无限的,要么是有限的;因为他们把数作成分离的存在,所以这两者中必有其一是不可能的。
ὅτι μὲν τοίνυν ἄπειρον οὐκ ἐνδέχεται, δῆλον (οὔτε γὰρ περιττὸς ὁ ἄπειρός ἐστιν οὔτʼ ἄρτιος, ἡ δὲ γένεσις τῶν ἀριθμῶν ἢ περιττοῦ ἀριθμοῦ ἢ ἀρτίου ἀεί ἐστιν· ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος περιττός, ὡδὶ δὲ τῆς μὲν δυάδος ἐμπιπτούσης ὁ ἀφʼ ἑνὸς διπλασιαζόμενος, ὡδὶ δὲ τῶν περιττῶν ὁ ἄλλος ἄρτιος· ἔτι εἰ πᾶσα ἰδέα τινὸς οἱ δὲ ἀριθμοὶ ἰδέαι, καὶ ὁ ἄπειρος ἔσται ἰδέα τινός, ἢ τῶν αἰσθητῶν ἢ ἄλλου τινός· καίτοι οὔτε κατὰ τὴν θέσιν ἐνδέχεται οὔτε κατὰ λόγον, τάττουσί γʼ οὕτω τὰς ἰδέας)·
那么,数不可能无限是显而易见的(因为无限既非奇数也非偶数,而数的生成总是或为奇数或为偶数:一方面,当“一”落入偶数时便产生奇数;另一方面,当二联体落入时,便产生由“一”翻倍的数;而另一方面,当奇数落入时,便产生另一种偶数;此外,如果每个理念都是某物的理念,且数是理念,那么无限数也将是某物的理念,或者是感觉事物的理念,或者是其他某物的理念;然而,无论根据他们的设想还是根据理性,这都是不可能的,至少他们是以这种方式排列理念的)。
εἰ δὲ πεπερασμένος, μέχρι πόσου;
但如果是有限的,限制到多少?
τοῦτο γὰρ δεῖ λέγεσθαι οὐ μόνον ὅτι ἀλλὰ καὶ διότι.
因为这不仅需要说明事实,还需要说明原因。
ἀλλὰ μὴν εἰ μέχρι τῆς δεκάδος ὁ ἀριθμός, ὥσπερ τινές φασιν, πρῶτον μὲν ταχὺ ἐπιλείψει τὰ εἴδη—οἷον εἰ ἔστιν ἡ τριὰς αὐτοάνθρωπος, τίς ἔσται ἀριθμὸς αὐτόιππος;
然而,如果数正如某些人所说,只到十为止,那么首先,形式很快就会不够用——例如,如果三联体是“人自体”,那么什么数会是“马自体”呢?
αὐτὸ γὰρ ἕκαστος ἀριθμὸς μέχρι δεκάδος· ἀνάγκη δὴ τῶν ἐν τούτοις ἀριθμῶν τινὰ εἶναι (οὐσίαι γὰρ καὶ ἰδέαι οὗτοι)· ἀλλʼ ὅμως ἐπιλείψει (τὰ τοῦ ζῴου γὰρ εἴδη ὑπερέξει)—.
因为直到十的每个数都是某个“自体”;那么它必然是这些之中的某个数(因为这些是实体和理念);但即便如此,它们还是不够用(因为动物的形式会超过它们)。
ἅμα δὲ δῆλον ὅτι εἰ οὕτως ἡ τριὰς αὐτοάνθρωπος, καὶ αἱ ἄλλαι τριάδες (ὅμοιαι γὰρ αἱ ἐν τοῖς αὐτοῖς ἀριθμοῖς), ὥστʼ ἄπειροι ἔσονται ἄνθρωποι, εἰ μὲν ἰδέα ἑκάστη τριάς, αὐτὸ ἕκαστος ἄνθρωπος, εἰ δὲ μή, ἀλλʼ ἄνθρωποί γε.
同时,显而易见,如果像这样三联体是“人自体”,那么其他的三联体也是如此(因为相同数中的三联体是相似的),从而将会有无限的人,如果每个三联体都是理念、每个都是“人自体”的话;如果不是,至少他们也是人。
καὶ εἰ μέρος ὁ ἐλάττων τοῦ μείζονος, ὁ ἐκ τῶν συμβλητῶν μονάδων τῶν ἐν τῷ αὐτῷ ἀριθμῷ, εἰ δὴ ἡ τετρὰς αὐτὴ ἰδέα τινός ἐστιν, οἷον ἵππου ἢ λευκοῦ, ὁ ἄνθρωπος ἔσται μέρος ἵππου, εἰ δυὰς ὁ ἄνθρωπος.
而且,如果较小的数是较大数的部,也就是由同一数中可比的单位组成,那么如果四自体确实是某物的理念(例如马或白色),而人是二联体,那么人就将是马的一部分。
ἄτοπον δὲ καὶ τὸ τῆς μὲν δεκάδος εἶναι ἰδέαν ἑνδεκάδος δὲ μή, μηδὲ τῶν ἐχομένων ἀριθμῶν.
此外,有十的理念,却没有十一的理念,也没有随后其他数的理念,这也是荒谬的。
ἔτι δὲ καὶ ἔστι καὶ γίγνεται ἔνια καὶ ὧν εἴδη οὐκ ἔστιν, ὥστε διὰ τί οὐ κἀκείνων εἴδη ἔστιν;
此外,有些没有形式的事物既存在也生成,那么为什么那些事物也没有形式呢?
οὐκ ἄρα αἴτια τὰ εἴδη ἐστίν.
因此,形式并不是原因。

词汇与语法注释

  1. 1083b24ἰσασθέντων — 动词 `ἰσάζω` 的被动过去分词属格复数,意为“被等量化的”或“被均衡的”。此处指“大”(`μέγα`)与“小”(`μικρόν`)这两个对立的原理通过均衡达到相等,从而形成单位(`μονάς`)的生成过程。
  2. 1083b34ἰδέαν οὖν ἰδέας ἀναγκαῖον αὐτὴν εἶναι — 这是一个“对格加不定式”结构,将 `αὐτήν`(指代单位)作为不定式 `εἶναι` 的逻辑主语,`ἰδέαν ἰδέας`(理念的理念)作为其表语。由于单位在逻辑上先于(`προτέραν`)作为理念的“二联体”,因此单位自身必须成为该理念的理念。
  3. 1084a19ὥστʼ ἄπειροι ἔσονται ἄνθρωποι, εἰ μὲν ἰδέα ἑκάστη τριάς, αὐτὸ ἕκαστος ἄνθρωπος, εἰ δὲ μή, ἀλλʼ ἄνθρωποί γε — 在 `εἰ μὲν` 从句中,`αὐτὸ ἕκαστος ἄνθρωπος`(每个都是“人自体”)省略了系动词(如 `ἔσται` 或 `ἔσονται`)。随后的 `εἰ δὲ μή, ἀλλʼ ἄνθρωποί γε` 表示“即使每个三联体不是理念,它们至少也仍然是(无限的)人”。

引用这一段

亚里士多德, 形而上学 §13.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。