Humanitext Reader

亚里士多德 · 形而上学 §13.8#1

单位差异的不可能与对各种数论的批判

第 145 段,共 159 段 · 希腊语

内容简介

亚里士多德从数量和性质的角度讨论了数和单位存在差异的不可能性,进而指出了各种观点的困难:理念数论、仅承认数学数的观点、将形式数与数学数等同的第三种观点,以及毕达哥拉斯学派的数本原宇宙观。

§13.8#1πάντων δὲ πρῶτον καλῶς ἔχει διορίσασθαι τίς ἀριθμοῦ διαφορά, καὶ μονάδος, εἰ ἔστιν.
首先,规定数有什么差异,以及如果单位有差异的话,单位有什么差异,是很好的。
ἀνάγκη δʼ ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ ποιὸν διαφέρειν· τούτων δʼ οὐδέτερον φαίνεται ἐνδέχεσθαι ὑπάρχειν.
而它们的不同必然是在数量上或在性质上;但这两者似乎都不可能属于它们。
ἀλλʼ ᾗ ἀριθμός, κατὰ τὸ ποσόν.
但只要它是数,就在数量上有所不同。
εἰ δὲ δὴ καὶ αἱ μονάδες τῷ ποσῷ διέφερον, κἂν ἀριθμὸς ἀριθμοῦ διέφερεν ὁ ἴσος τῷ πλήθει τῶν μονάδων.
如果实际上单位也在数量上有所不同,那么即使单位数量相等的数,其数与数之间也会有所不同。
ἔτι πότερον αἱ πρῶται μείζους ἢ ἐλάττους, καὶ αἱ ὕστερον ἐπιδιδόασιν ἢ τοὐναντίον;
此外,是先在的单位更大还是更小,而后续的单位是会增加还是相反?
πάντα γὰρ ταῦτα ἄλογα.
因为所有这些都是不合理的。
ἀλλὰ μὴν οὐδὲ κατὰ τὸ ποιὸν διαφέρειν ἐνδέχεται.
然而,在性质上有所不同也是不可能的。
οὐθὲν γὰρ αὐταῖς οἷόν τε ὑπάρχειν πάθος· ὕστερον γὰρ καὶ τοῖς ἀριθμοῖς φασὶν ὑπάρχειν τὸ ποιὸν τοῦ ποσοῦ.
因为任何属性都不可能属于它们;因为他们说,性质属于数要比数量更晚。
ἔτι οὔτʼ ἂν ἀπὸ τοῦ ἑνὸς τοῦτʼ αὐταῖς γένοιτο οὔτʼ ἂν ἀπὸ τῆς δυάδος· τὸ μὲν γὰρ οὐ ποιὸν ἡ δὲ ποσοποιόν· τοῦ γὰρ πολλὰ τὰ ὄντα εἶναι αἰτία αὕτη ἡ φύσις.
此外,这既不可能由“一”产生,也不可能由“二联”产生;因为前者不是性质性的,而后者是产生数量的;因为这一本性就是事物之多存在的原因。
εἰ δʼ ἄρα ἔχει πως ἄλλως, λεκτέον ἐν ἀρχῇ μάλιστα τοῦτο καὶ διοριστέον περὶ μονάδος διαφορᾶς, μάλιστα μὲν καὶ διότι ἀνάγκη ὑπάρχειν· εἰ δὲ μή, τίνα λέγουσιν;
但是,如果它确实是以某种其他方式存在,那就必须在最开始说明这一点,并规定单位的差异,特别是为什么必然存在差异;如果不是这样,他们说的是什么差异呢?
—ὅτι μὲν οὖν, εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι, οὔτε συμβλητὰς τὰς μονάδας ἁπάσας ἐνδέχεται εἶναι, φανερόν, οὔτε ἀσυμβλήτους ἀλλήλαις οὐδέτερον τῶν τρόπων·
——因此,很明显,如果理念是数,既不可能所有的单位都是可比的,也不可能它们彼此在两种方式中的任何一种上是不可比的。
ἀλλὰ μὴν οὐδʼ ὡς ἕτεροί τινες λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς.
然而,某些其他人关于数的说法也说得不对。
εἰσὶ δʼ οὗτοι ὅσοι ἰδέας μὲν οὐκ οἴονται εἶναι οὔτε ἁπλῶς οὔτε ὡς ἀριθμούς τινας οὔσας, τὰ δὲ μαθηματικὰ εἶναι καὶ τοὺς ἀριθμοὺς πρώτους τῶν ὄντων, καὶ ἀρχὴν αὐτῶν εἶναι αὐτὸ τὸ ἕν.
这些人不认为理念存在——无论是绝对地存在还是作为某种数而存在——而认为数学对象存在,且数是存在者中最先在的,而它们的原理就是“一”自体。
ἄτοπον γὰρ τὸ ἓν μὲν εἶναί τι πρῶτον τῶν ἑνῶν, ὥσπερ ἐκεῖνοί φασι, δυάδα δὲ τῶν δυάδων μή, μηδὲ τριάδα τῶν τριάδων· τοῦ γὰρ αὐτοῦ λόγου πάντα ἐστίν.
因为,正如他们所说, “一”之中存在某种居首的“一”,但在二联之中却不存在居首的二联,在三联之中也不存在居首的位置三联,这是荒谬的;因为所有这些都属于相同的道理。
εἰ μὲν οὖν οὕτως ἔχει τὰ περὶ τὸν ἀριθμὸν καὶ θήσει τις εἶναι τὸν μαθηματικὸν μόνον, οὐκ ἔστι τὸ ἓν ἀρχή (ἀνάγκη γὰρ διαφέρειν τὸ ἓν τὸ τοιοῦτο τῶν ἄλλων μονάδων· εἰ δὲ τοῦτο, καὶ δυάδα τινὰ πρώτην τῶν δυάδων, ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἀριθμοὺς τοὺς ἐφεξῆς)·
因此,如果关于数的情况是这样,而有人假定只存在数学上的数,那么“一”就不是原理(因为这种“一”必然要与其他单位有所不同;而如果是这样,在二联之中也必然存在某种居首的二联,对于随后的其他数来说也是如此)。
εἰ δέ ἐστι τὸ ἓν ἀρχή, ἀνάγκη μᾶλλον ὥσπερ Πλάτων ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι δυάδα πρώτην καὶ τριάδα, καὶ οὐ συμβλητοὺς εἶναι τοὺς ἀριθμοὺς πρὸς ἀλλήλους.
但如果“一”是原理,那么关于数的情况就更必然像柏拉图所说的那样,存在第一二联和第一三联,且数与数之间是互不可比的。
ἂν δʼ αὖ πάλιν τις τιθῇ ταῦτα, εἴρηται ὅτι ἀδύνατα πολλὰ συμβαίνει.
但如果有人再次假定这些,那么正如已经指出的,会产生许多不可能的结果。
ἀλλὰ μὴν ἀνάγκη γε ἢ οὕτως ἢ ἐκείνως ἔχειν, ὥστʼ εἰ μηδετέρως, οὐκ ἂν ἐνδέχοιτο εἶναι τὸν ἀριθμὸν χωριστόν.
然而,事情必然是像这样或像那样,因此如果两者都不是,数就不可能分离存在。
—φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι χείριστα λέγεται ὁ τρίτος τρόπος, τὸ εἶναι τὸν αὐτὸν ἀριθμὸν τὸν τῶν εἰδῶν καὶ τὸν μαθηματικόν.
——从这些也可以清楚地看出,第三种方式是最糟糕的说法,即形相的数与数学上的数是相同的。
ἀνάγκη γὰρ εἰς μίαν δόξαν συμβαίνειν δύο ἁμαρτίας· οὔτε γὰρ μαθηματικὸν ἀριθμὸν ἐνδέχεται τοῦτον εἶναι τὸν τρόπον, ἀλλʼ ἰδίας ὑποθέσεις ὑποθέμενον ἀνάγκη μηκύνειν, ὅσα τε τοῖς ὡς εἴδη τὸν ἀριθμὸν λέγουσι συμβαίνει, καὶ ταῦτα ἀναγκαῖον λέγειν.
因为在一种观点中必然交织着两种错误;因为在这种方式下,数学上的数既不可能存在,而且假定它的人必须通过作出特有的假说来拖长论述,而且他也必须承认那些把数说成是形式的人所产生的一切后果。
—ὁ δὲ τῶν Πυθαγορείων τρόπος τῇ μὲν ἐλάττους ἔχει δυσχερείας τῶν πρότερον εἰρημένων, τῇ δὲ ἰδίας ἑτέρας.
——而毕达哥拉斯学派的方式在一方面比前面提到的方式有更少的困难,但在另一方面却有其他特有的困难。
τὸ μὲν γὰρ μὴ χωριστὸν ποιεῖν τὸν ἀριθμὸν ἀφαιρεῖται πολλὰ τῶν ἀδυνάτων· τὸ δὲ τὰ σώματα ἐξ ἀριθμῶν εἶναι συγκείμενα, καὶ τὸν ἀριθμὸν τοῦτον εἶναι μαθηματικόν, ἀδύνατόν ἐστιν.
因为不把数作成分离的存在,消除了许多不可能的后果;但主张物体是由数构成的,且这种数是数学上的数,这是不可能的。
οὔτε γὰρ ἄτομα μεγέθη λέγειν ἀληθές, εἴ θʼ ὅτι μάλιστα τοῦτον ἔχει τὸν τρόπον, οὐχ αἵ γε μονάδες μέγεθος ἔχουσιν· μέγεθος δὲ ἐξ ἀδιαιρέτων συγκεῖσθαι πῶς δυνατόν;
因为说存在不可分的量(大小)并不是真实的,而且即使退一步说,确实如此,至少单位也不具有量;但是一个量怎么可能由不可分的东西构成呢?
ἀλλὰ μὴν ὅ γʼ ἀριθμητικὸς ἀριθμὸς μοναδικός ἐστιν.
然而,算术上的数至少是由单位组成的。

词汇与语法注释

  1. 1083a1διαφορά, καὶ μονάδος, εἰ ἔστιν — μονάδος(单位)是属格,修饰διαφορά(差异)。εἰ ἔστιν(如果存在的话)指单位是否存在差异的不确定性,对应前文关于数之差异的提问。此处数与单位被假定为διαφέρειν(有所不同)的主语。
  2. 1083a5εἰ δὲ δὴ καὶ αἱ μονάδες τῷ ποσῷ διέφερον, κἂν ἀριθμὸς ἀριθμοῦ διέφερεν ὁ ἴσος τῷ πλήθει τῶν μονάδων — 使用未完成过去式的虚拟条件句(εἰ + 直陈式过去未完成时 / ἄν + 直陈式过去未完成时)。'ὁ ἴσος τῷ πλήθει τῶν μονάδων' 修饰 'ἀριθμός',从而导出一个荒谬的结论,即即使“在单位数量上相等”的数也会(与另一个数)有所不同。
  3. 1083a18συμβλητάς — 柏拉图哲学中指代的数之单位的“可比性”或“等质性”的专业术语。此处着眼于单位之间彼此可通约(同质)并能相加组成其他数的性质(συμβλητός)与不具备此性质(ἀσύ幕βλητος)之间的对比。
  4. 1083b4ἀνάγκη γὰρ εἰς μίαν δόξαν συμβαίνειν δύο ἁμαρτίας — 此处συμβαίνειν意为“结果产生”或“同时发生”,其语义主语为δύο ἁμαρτίας(两种错误)。εἰς μίαν δόξαν(在一种观点中)指的是将形式数与数学数等同起来的立场。
  5. 1083b16μοναδικός — 该形容词表示算术上的数“由单位(μονάς)组成”或具有“单位性”的特征。此处与毕达哥拉斯学派将数学上的数作为物体组成部分(具有大小的单位)的观点相对比,强调真正的算术数是由不具大小的纯粹单位组成的。

引用这一段

亚里士多德, 形而上学 §13.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。