§13.4#2ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φασιν εἶναι καθʼ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν.
此外,在那些更精确的论证中,一些论证得出了关系者的理念,而他们认为关系者并没有自身而存在的类;另一些论证则引出了“第三人”。
ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι ἃ μᾶλλον βούλονται εἶναι οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι·
总的来说,关于形相的论证取消了那些主张形相的人比起理念的存在来更希望其存在的东西。
συμβαίνει γὰρ μὴ εἶναι πρῶτον τὴν δυάδα ἀλλὰ τὸν ἀριθμόν, καὶ τούτου τὸ πρός τι καὶ τοῦτο τοῦ καθʼ αὑτό, καὶ πάνθʼ ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν εἰδῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς.
因为结果是,二不具有先在性,数反而先在,而且关系者先于数,关系者也先于自身而存在者。 以及其他所有那些因遵循关于形相的观点而反对应当作为始原的原则的所有情况。
ἔτι κατὰ μὲν τὴν ὑπόληψιν καθʼ ἥν φασιν εἶναι τὰς ἰδέας οὐ μόνον τῶν οὐσιῶν ἔσονται εἴδη ἀλλὰ καὶ ἄλλων πολλῶν (τὸ γὰρ νόημα ἓν οὐ μόνον περὶ τὰς οὐσίας ἀλλὰ καὶ κατὰ μὴ οὐσιῶν ἐστί, καὶ ἐπιστῆμαι οὐ μόνον τῆς οὐσίας εἰσί· συμβαίνει δὲ καὶ ἄλλα μυρία τοιαῦτα)·
此外,根据他们宣称理念存在的假设,不仅实体的形相存在,其他许多事物的形相也同样存在(因为单一的概念不仅针对实体,也针对非实体,而且科学不仅是关于实体的科学;还有其他无数类似的事情发生)。
κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας τὰς περὶ αὐτῶν, εἰ ἔστι μεθεκτὰ τὰ εἴδη, τῶν οὐσιῶν ἀναγκαῖον ἰδέας εἶναι μόνον·
然而,根据必然性以及关于它们的观点,如果形相是可以被分有的,那么必然只有实体的理念存在。
οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν ᾗ μὴ καθʼ ὑποκειμένου λέγονται (λέγω δʼ οἷον, εἴ τι αὐτοῦ διπλασίου μετέχει, τοῦτο καὶ ἀϊδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ διπλασίῳ ἀϊδίῳ εἶναι), ὥστε ἔσται οὐσία τὰ εἴδη·
因为它们不是被偶然分有的,而是每个分有者必须在形相不被说成主体的意义上分有它们(我的意思是,例如,如果某物分有了“双倍自体”,那么它也分有了“永恒”,但这是偶然的;因为对双倍而言,它是永恒的是偶然的),因此形相将是实体。
ταὐτὰ δʼ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν;
同样的词在此处和彼处都表示实体;否则,在这些之外还有一个“多之上的一”这一说法还有什么意义呢?
καὶ εἰ μὲν ταὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινόν (τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀϊδίων δέ, τὸ δυὰς ἓν καὶ ταὐτόν, ἢ ἐπʼ αὐτῆς καὶ τῆς τινός;
而且,如果理念和分有它们的事物具有相同的形相(形式),那么就会有某种共同的东西存在(因为,在可消灭的二与数量众多但永恒的二中,“二”是单一且同一的,为什么在“二自体”和某个特定的二中就不是这样呢?
)· εἰ δὲ μὴ τὸ αὐτὸ εἶδος, ὁμώνυμα ἂν εἴη, καὶ ὅμοιον ὥσπερ ἂν εἴ τις καλοῖ ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν.
);但如果它们不具有相同的形相,它们就只是同名异义的,就像某人把卡里亚斯和木头都称为“人”,而没有观察到它们之间有任何共同之处一样。
εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν τοῖς εἴδεσιν, οἷον ἐπʼ αὐτὸν τὸν κύκλον σχῆμα ἐπίπεδον καὶ τὰ λοιπὰ μέρη τοῦ λόγου, τὸ δʼ ὃ ἔστι προστεθήσεται, σκοπεῖν δεῖ μὴ κενὸν ᾖ τοῦτο παντελῶς.
但是,如果在其他方面,我们假定共同的定义适用于形相,例如,适用于“圆自体”的是“平面图形”和定义中其余的部分,而只是附加了“本质(它之所是)”,我们必须考察这是否完全是空洞的。
τίνι τε γὰρ προστεθήσεται;
因为,它将被附加在什么之上呢?
τῷ μέσῳ ἢ τῷ ἐπιπέδῳ ἢ πᾶσιν;
是在“中心”上,还是在“平面”上,还是在所有部分上?
πάντα γὰρ τὰ ἐν τῇ οὐσίᾳ ἰδέαι, οἷον τὸ ζῷον καὶ τὸ δίπουν.
因为实体中的所有东西都是理念,例如“动物”和“双足的”。
ἔτι δῆλον ὅτι ἀνάγκη αὐτὸ εἶναί τι, ὥσπερ τὸ ἐπίπεδον, φύσιν τινὰ ἣ πᾶσιν ἐνυπάρξει τοῖς εἴδεσιν ὡς γένος.
此外,显然,“自体” 必然是某种东西,就像“平面”一样,是作为类存在于所有形相中的某种本性。