Humanitext Reader

亚里士多德 · 形而上学 §13.4#1

理念论的起源与对普遍分离的批判

第 138 段,共 159 段 · 希腊语

内容简介

结束关于数学对象的讨论,进而开始对理念(形相)论进行批判性考察。结合苏格拉底探求普遍定义这一历史背景,指出将普遍者与个别者分离并使之独立存在所导致的矛盾。

§13.4#1περὶ μὲν οὖν τῶν μαθηματικῶν, ὅτι τε ὄντα ἐστὶ καὶ πῶς ὄντα, καὶ πῶς πρότερα καὶ πῶς οὐ πρότερα, τοσαῦτα εἰρήσθω·
因此,关于数学对象,它们存在、如何存在、以及在何种意义上在先、在何种意义上不在先,就谈这么多了。
περὶ δὲ τῶν ἰδεῶν πρῶτον αὐτὴν τὴν κατὰ τὴν ἰδέαν δόξαν ἐπισκεπτέον, μηθὲν συνάπτοντας πρὸς τὴν τῶν ἀριθμῶν φύσιν, ἀλλʼ ὡς ὑπέλαβον ἐξ ἀρχῆς οἱ πρῶτοι τὰς ἰδέας φήσαντες εἶναι.
关于理念,我们首先必须考察理念学说本身,暂不将其与数的本性相联系,而是按照最初宣称理念存在的人们起初是如何理解它的来进行考察。
συνέβη δʼ ἡ περὶ τῶν εἰδῶν δόξα τοῖς εἰποῦσι διὰ τὸ πεισθῆναι περὶ τῆς ἀληθείας τοῖς Ἡρακλειτείοις λόγοις ὡς πάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων, ὥστʼ εἴπερ ἐπιστήμη τινὸς ἔσται καὶ φρόνησις, ἑτέρας δεῖν τινὰς φύσεις εἶναι παρὰ τὰς αἰσθητὰς μενούσας· οὐ γὰρ εἶναι τῶν ῥεόντων ἐπιστήμην.
关于形相(理念)的学说之所以会产生于那些提出它的人,是因为他们被赫拉克利特的论点所说服,认为一切感性事物都在不断流逝,因此,如果要有关于任何事物的科学和明智,就必须在感性事物之外存在其他某些保持恒常的本性;因为关于流逝的事物是不可能有科学的。
Σωκράτους δὲ περὶ τὰς ἠθικὰς ἀρετὰς πραγματευομένου καὶ περὶ τούτων ὁρίζεσθαι καθόλου ζητοῦντος πρώτου (τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν· οἱ δὲ Πυθαγόρειοι πρότερον περί τινων ὀλίγων, ὧν τοὺς λόγους εἰς τοὺς ἀριθμοὺς ἀνῆπτον, οἷον τί ἐστι καιρὸς ἢ τὸ δίκαιον ἢ γάμος· ἐκεῖνος δʼ εὐλόγως ἐζήτει τὸ τί ἐστιν· συλλογίζεσθαι γὰρ ἐζήτει, ἀρχὴ δὲ τῶν συλλογισμῶν τὸ τί ἐστιν· διαλεκτικὴ γὰρ ἰσχὺς οὔπω τότʼ ἦν ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι τἀναντία ἐπισκοπεῖν, καὶ τῶν ἐναντίων εἰ ἡ αὐτὴ ἐπιστήμη· δύο γάρ ἐστιν ἅ τις ἂν ἀποδοίη Σωκράτει δικαίως, τούς τʼ ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι καθόλου· ταῦτα γάρ ἐστιν ἄμφω περὶ ἀρχὴν ἐπιστήμης)· —ἀλλʼ ὁ μὲν Σωκράτης τὰ καθόλου οὐ χωριστὰ ἐποίει οὐδὲ τοὺς ὁρισμούς· οἱ δʼ ἐχώρισαν, καὶ τὰ τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσαν, ὥστε συνέβαινεν αὐτοῖς σχεδὸν τῷ αὐτῷ λόγῳ πάντων ἰδέας εἶναι τῶν καθόλου λεγομένων, καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων οἴοιτο μὴ δυνήσεσθαι, πλείω δὲ ποιήσας ἀριθμοίη·
当苏格拉底致力于伦理德性,并首先寻求对它们进行普遍定义时(因为在自然哲学家中,德谟克利特仅稍微触及了这一点,并在某种程度上定义了热和冷;而毕达哥拉斯派在此之前对少数几个事物进行了定义,并将其定义与数联系起来,例如什么是“时机”、“正义”或“婚姻”;但苏格拉底合乎情理地探求“是什么”;因为他寻求进行推论,而推论的起点就是“是什么”;因为当时还没有辩证的力量,使人们能够脱离“是什么”去考察相反者,以及去考察关于相反者的科学是否为同一门科学;因为有两件事人们可以公正地归功于苏格拉底:归纳论证和普遍定义;这两者都与科学的起点有关)—— ——但是苏格拉底并没有把普遍者或定义孤立(分离)出来;而他们却将它们分离了,并把存在者中的这类事物称为理念,结果对他们来说,由于几乎同样的道理,所有普遍被说成的东西都存在着理念,这就像有人想要数数,当东西较少时以为自己数不来,便把它们增加,然后再数一样。
πλείω γάρ ἐστι τῶν καθʼ ἕκαστα αἰσθητῶν ὡς εἰπεῖν τὰ εἴδη, περὶ ὧν ζητοῦντες τὰς αἰτίας ἐκ τούτων ἐκεῖ προῆλθον·
因为,形相可以说比个别感性事物还要多,他们在探寻这些感性事物的原因时,从这些事物走向了那些形相。
καθʼ ἕκαστόν τε γὰρ ὁμώνυμόν τι ἔστι καὶ παρὰ τὰς οὐσίας, τῶν τε ἄλλων ἓν ἔστιν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις.
因为对于每一个感性事物,都存在着一个与其同名的、独立于其实体的东西,而且对于其他事物,无论是在这些消灭的事物之上还是在永恒的事物之上,都有一个“多之上的一”。
ἔτι καθʼ οὓς τρόπους δείκνυται ὅτι ἔστι τὰ εἴδη, κατʼ οὐθένα φαίνεται τούτων·
此外,根据那些用来证明形相存在的方法,在任何一种方法中,似乎都不能得出证明。
ἐξ ἐνίων μὲν γὰρ οὐκ ἀνάγκη γίγνεσθαι συλλογισμόν, ἐξ ἐνίων δὲ καὶ οὐχ ὧν οἴονται τούτων εἴδη γίγνεται.
因为从某些方法中,并不能得出必然的推论,而从另一些方法中,反而得出了他们认为并不存在形相的那些事物的形相。
κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν ἔσται εἴδη πάντων ὅσων ἐπιστῆμαι εἰσίν, καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων, κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἔστιν.
因为根据来自科学的论证,凡是有科学存在的事物都会有形相;而根据“多之上的一”的论证,对于否定面也会有形相;再根据思惟已消灭之物的论证,对于可消灭之物中已消灭的东西也会有形相,因为关于这些东西存在着某种心像。

词汇与语法注释

  1. 1078b12τοῖς εἰποῦσι — 与格,作为 `συνέβη` 的间接宾语(“关于形相的学说产生于那些提出它的人”)。
  2. 1078b17Σωκράτους δὲ περὶ τὰς ἠθικὰς ἀρετὰς πραγματευομένου — 属格独立结构,其中 `Σωκράτους` 是主语,`πραγματευομένου` 和 `ζητοῦντος` 是分词。该长句在括号插入成分之后,由主格的 `ἀλλʼ ὁ μὲν Σωκράτης` (1078b30) 重新接续,形成破格(anacoluthon)句式。
  3. 1078b23τὸ τί ἐστιν — 中性单数定冠词 `τό` 将直接疑问句 `τί ἐστιν`(“是什么”,即本质)名词化,作为动词 `ἐζήτει` 的直接宾语。
  4. 1079a4ἔτι καθʼ οὓς τρόπους δείκνυται — 一种先行词并入(incorporation)关系从句的结构,先行词 `τρόποι`(“方法”)被拉入由关系形容词 `οὕς` 引导的从句中,主句中的属格代词 `τούτων` 对其进行复指。

引用这一段

亚里士多德, 形而上学 §13.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。