§13.10ὃ δὲ καὶ τοῖς λέγουσι τὰς ἰδέας ἔχει τινὰ ἀπορίαν καὶ τοῖς μὴ λέγουσιν, καὶ κατʼ ἀρχὰς ἐν τοῖς διαπορήμασιν ἐλέχθη πρότερον, λέγωμεν νῦν.
现在让我们来谈谈一件事情,它不仅对于那些主张理念的人来说,而且对于那些不主张理念的人来说,都包含着某种困难,这也是我们在开头讨论难题时已经提到过的。
εἰ μὲν γάρ τις μὴ θήσει τὰς οὐσίας εἶναι κεχωρισμένας, καὶ τὸν τρόπον τοῦτον ὡς λέγεται τὰ καθʼ ἕκαστα τῶν ὄντων, ἀναιρήσει τὴν οὐσίαν ὡς βουλόμεθα λέγειν· ἂν δέ τις θῇ τὰς οὐσίας χωριστάς, πῶς θήσει τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν;
因为,如果一个人不假定实体是分离的,并且以说及存在物中的个别事物的那种方式(不假定实体),那么他就会否定我们所希望探讨的那种意义上的实体;但如果一个人假定实体是分离的,他又如何来设定它们的元素和原理呢?
εἰ μὲν γὰρ καθʼ ἕκαστον καὶ μὴ καθόλου, τοσαῦτʼ ἔσται τὰ ὄντα ὅσαπερ τὰ στοιχεῖα, καὶ οὐκ ἐπιστητὰ τὰ στοιχεῖα (ἔστωσαν γὰρ αἱ μὲν ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι τὰ δὲ στοιχεῖα αὐτῶν στοιχεῖα τῶν οὐσιῶν·
因为,如果这些元素是个别的而不是普遍的,那么存在物的数量就会与元素相同,而且元素也将是不可知的(不能成为科学的对象)。
ἀνάγκη δὴ τὸ ΒΑ ἓν εἶναι καὶ ἑκάστην τῶν συλλαβῶν μίαν, εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἀλλὰ μία ἑκάστη τῷ ἀριθμῷ καὶ τόδε τι καὶ μὴ ὁμώνυμον· ἔτι δʼ αὐτὸ ὃ ἔστιν ἓν ἕκαστον τιθέασιν· εἰ δʼ αἱ συλλαβαί, οὕτω καὶ ἐξ ὧν εἰσίν·
(例如,假定言语中的音节是实体,而它们的字母是这些实体的元素;那么BA必定是一个,每一个音节也必定是一个,如果它们不是普遍的且在形相上相同,而是每一个在数量上为一、是一个“这个”且不是同名异义的话;此外,他们假定每一个事物自体都是一个;如果音节是这样,那么构成它们的元素也是这样。
οὐκ ἔσται ἄρα πλείω ἄλφα ἑνός, οὐδὲ τῶν ἄλλων στοιχείων οὐθὲν κατὰ τὸν αὐτὸν λόγον ὅνπερ οὐδὲ τῶν συλλαβῶν ἡ αὐτὴ ἄλλη καὶ ἄλλη· ἀλλὰ μὴν εἰ τοῦτο, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἕτερα ὄντα, ἀλλὰ μόνον τὰ στοιχεῖα·
因此,根据同样的道理,不会有多于一个的阿尔法,其他任何元素也不会有多于一个,正如同一音节不会有不同的实例一样;但如果这是真的,那么除了元素之外就不会有其他的事物存在,而只有元素本身。
ἔτι δὲ οὐδʼ ἐπιστητὰ τὰ στοιχεῖα· οὐ γὰρ καθόλου, ἡ δʼ ἐπιστήμη τῶν καθόλου·
再者,元素甚至将是不可知的;因为它们不是普遍的,而科学是关于普遍者的。
δῆλον δʼ ἐκ τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν, οὐ γὰρ γίγνεται συλλογισμὸς ὅτι τόδε τὸ τρίγωνον δύο ὀρθαῖς, εἰ μὴ πᾶν τρίγωνον δύο ὀρθαί, οὐδʼ ὅτι ὁδὶ ὁ ἄνθρωπος ζῷον, εἰ μὴ πᾶς ἄνθρωπος ζῷον)·
这从证明和定义中可以清楚地看出;因为如果没有每一个三角形都具有两个直角,就不能通过三段论证明这个三角形具有两个直角,同样,如果没有每个人都是动物,就不能证明这个人是动物。
ἀλλὰ μὴν εἴγε καθόλου αἱ ἀρχαί, ἢ καὶ αἱ ἐκ τούτων οὐσίαι καθόλου ἢ ἔσται μὴ οὐσία πρότερον οὐσίας· τὸ μὲν γὰρ καθόλου οὐκ οὐσία, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ καθόλου, πρότερον δὲ τὸ στοιχεῖον καὶ ἡ ἀρχὴ ὧν ἀρχὴ καὶ στοιχεῖόν ἐστιν.
)但是,如果原理是普遍的,那么要么由它们构成的实体也必定是普遍的,要么就会有一个非实体先于实体;因为普遍者不是实体,而元素和原理是普遍的,并且元素和原理要先于它们作为其原理和元素的事物。
ταῦτά τε δὴ πάντα συμβαίνει εὐλόγως, ὅταν ἐκ στοιχείων τε ποιῶσι τὰς ἰδέας καὶ παρὰ τὰς τὸ αὐτὸ εἶδος ἐχούσας οὐσίας ἕν τι ἀξιῶσιν εἶναι καχωρισμένον·
当他们用元素制造理念,并声称在具有相同形相的实体之外,还存在着某种单一的分离之物时,所有这些结果自然就会产生。
εἰ δὲ μηθὲν κωλύει ὥσπερ ἐπὶ τῶν τῆς φωνῆς στοιχείων πολλὰ εἶναι τὰ ἄλφα καὶ τὰ βῆτα καὶ μηθὲν εἶναι παρὰ τὰ πολλὰ αὐτὸ ἄλφα καὶ αὐτὸ βῆτα, ἔσονται ἕνεκά γε τούτου ἄπειροι αἱ ὅμοιαι συλλαβαί.
但是,如果在语音元素中,没有什么能阻止存在着许多个阿尔法和贝塔,并且在许多个之外不存在“阿尔法自体”或“贝塔自体”,那么,至少由于这个原因,相似的音节将会有无限多个。
τὸ δὲ τὴν ἐπιστήμην εἶναι καθόλου πᾶσαν, ὥστε ἀναγκαῖον εἶναι καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι καὶ μὴ οὐσίας κεχωρισμένας, ἔχει μὲν μάλιστʼ ἀπορίαν τῶν λεχθέντων, οὐ μὴν ἀλλὰ ἔστι μὲν ὡς ἀληθὲς τὸ λεγόμενον, ἔστι δʼ ὡς οὐκ ἀληθές.
然而,关于一切科学(知识)都是普遍的,因而存在物的原理也必定是普遍的、而不是分离的实体这一主张,在所说的问题中包含着最大的困难;尽管如此,这一说法在某种意义上是真的,在另一种意义上则不是真的。
ἡ γὰρ ἐπιστήμη, ὥσπερ καὶ τὸ ἐπίστασθαι, διττόν, ὧν τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ.
因为科学,正如“知道”一样,具有双重性,其中一个是潜能的,另一个是现实的。
ἡ μὲν οὖν δύναμις ὡς ὕλη καθόλου οὖσα καὶ ἀόριστος τοῦ καθόλου καὶ ἀορίστου ἐστίν, ἡ δʼ ἐνέργεια ὡρισμένη καὶ ὡρισμένου, τόδε τι οὖσα τοῦδέ τινος, ἀλλὰ κατὰ συμβεβηκὸς ἡ ὄψις τὸ καθόλου χρῶμα ὁρᾷ ὅτι τόδε τὸ χρῶμα ὃ ὁρᾷ χρῶμά ἐστιν, καὶ ὃ θεωρεῖ ὁ γραμματικός, τόδε τὸ ἄλφα ἄλφα·
潜能的科学就像质料一样,是普遍且不确定的,并且是关于普遍和不确定之物的;而现实的科学则是确定的、关于确定之物的,它是关于某个“这个”的“这个”。 但偶性上,视觉看到了普遍的颜色,因为它所看到的“这个颜色”是颜色,而文法学家所考察的“这个阿尔法”也是阿尔法。
ἐπεὶ εἰ ἀνάγκη τὰς ἀρχὰς καθόλου εἶναι, ἀνάγκη καὶ τὰ ἐκ τούτων καθόλου, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων· εἰ δὲ τοῦτο, οὐκ ἔσται χωριστὸν οὐθὲν οὐδʼ οὐσία.
因为如果原理必须是普遍的,那么由它们所构成的事物也必须是普遍的,正如在证明的情况中一样;如果是这样,就不会有任何分离之物,也不会有任何实体。
ἀλλὰ δῆλον ὅτι ἔστι μὲν ὡς ἡ ἐπιστήμη καθόλου, ἔστι δʼ ὡς οὔ.
但显然,科学在某种意义上是普遍的,在另一种意义上则不然。