Humanitext Reader

亚里士多德 · 形而上学 §14.1#1

对立物非第一原理与作为尺度的一

第 151 段,共 159 段 · 希腊语

内容简介

亚里士多德批评了将万物原理设为对立面的观点,指出对立面总是依赖于基底,因而不可能是第一原理。他阐明“一”本身并非独立实体,而是一种“尺度”,并指出毕达哥拉斯学派和柏拉图学派在设定数之生成原理上的错误。

§14.1#1περὶ μὲν οὖν τῆς οὐσίας ταύτης εἰρήσθω τοσαῦτα, πάντες δὲ ποιοῦσι τὰς ἀρχὰς ἐναντίας, ὥσπερ ἐν τοῖς φυσικοῖς, καὶ περὶ τὰς ἀκινήτους οὐσίας ὁμοίως.
关于这种实体,就谈这么多。 另一方面,所有人都将原理设为对立面,正如在自然学事物的情况中一样,在不动实体的情况中也是如此。
εἰ δὲ τῆς τῶν ἁπάντων ἀρχῆς μὴ ἐνδέχεται πρότερόν τι εἶναι, ἀδύνατον ἂν εἴη τὴν ἀρχὴν ἕτερόν τι οὖσαν εἶναι ἀρχήν, οἷον εἴ τις λέγοι τὸ λευκὸν ἀρχὴν εἶναι οὐχ ᾗ ἕτερον ἀλλʼ ᾗ λευκόν, εἶναι μέντοι καθʼ ὑποκειμένου καὶ ἕτερόν τι ὂν λευκὸν εἶναι· ἐκεῖνο γὰρ πρότερον ἔσται.
但是,如果万物的原理不可能有任何先于它的东西,那么,原理作为某种别的东西而成为原理,将是不可能的。 例如,如果有人说白色是原理,不是因为它作为某种别的东西,而是因为它作为白色,然而它却是关于一个基底而存在,并且是在作为某种别的东西的同时而为白;因为那个基底将会先于它。
ἀλλὰ μὴν γίγνεται πάντα ἐξ ἐναντίων ὡς ὑποκειμένου τινός· ἀνάγκη ἄρα μάλιστα τοῖς ἐναντίοις τοῦθʼ ὑπάρχειν.
但实际上,一切事物都是从作为某种基底的对立面中产生的;因此,这必定最属于对立面。
ἀεὶ ἄρα πάντα τὰ ἐναντία καθʼ ὑποκειμένου καὶ οὐθὲν χωριστόν, ἀλλʼ ὥσπερ καὶ φαίνεται οὐθὲν οὐσίᾳ ἐναντίον, καὶ ὁ λόγος μαρτυρεῖ.
因此,所有对立面总是关于一个基底而存在,并且没有一个是分离的;正如显而易见地没有事物与实体对立一样,论证也对此做出了证明。
οὐθὲν ἄρα τῶν ἐναντίων κυρίως ἀρχὴ πάντων ἀλλʼ ἑτέρα.
因此,对立面中没有一个是在严格意义上万物的原理,而原理是别的东西。
—οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, οἱ μὲν τῷ ἑνὶ τὸ ἄνισον, ὡς τοῦτο τὴν τοῦ πλήθους οὖσαν φύσιν, οἱ δὲ τῷ ἑνὶ τὸ πλῆθος (γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μὲν ἐκ τῆς τοῦ ἀνίσου δυάδος, τοῦ μεγάλου καὶ μικροῦ, τῷ δʼ ἐκ τοῦ πλήθους, ὑπὸ τῆς τοῦ ἑνὸς δὲ οὐσίας ἀμφοῖν)·
但是,他们将对立面中的一个作为质料,有人将不等与一相对立,认为这是多(多数性)的本性,有人则将多与一相对立(因为对一些人来说,数是从不等的双者,即大和小中产生的,对另一些人来说,数是从多中产生的,但在两种情况下,都是通过一的实体产生两者的)。
καὶ γὰρ ὁ τὸ ἄνισον καὶ ἓν λέγων τὰ στοιχεῖα, τὸ δʼ ἄνισον ἐκ μεγάλου καὶ μικροῦ δυάδα, ὡς ἓν ὄντα τὸ ἄνισον καὶ τὸ μέγα καὶ τὸ μικρὸν λέγει, καὶ οὐ διορίζει ὅτι λόγῳ ἀριθμῷ δʼ οὔ.
因为即使是那个说不等和一为元素,而把不等的双者说成是由大和小构成的人,也把不等、大和小当作一个东西来谈论,而没有区分它们是在定义上为一,而不是在数量上为一。
ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃς στοιχεῖα καλοῦσιν οὐ καλῶς ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες μετὰ τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν, τὰ μὲν δύο ὕλην τὸ δʼ ἓν τὴν μορφήν, οἱ δὲ τὸ πολὺ καὶ ὀλίγον, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν μεγέθους οἰκειότερα τὴν φύσιν, οἱ δὲ τὸ καθόλου μᾶλλον ἐπὶ τούτων, τὸ ὑπερέχον καὶ τὸ ὑπερεχόμενον.
但是,他们对他们称为元素的原理的解释并不妥当,有人在说及大和小以及一的时候,把这三个作为数的元素,将其中两个作为质料,一作为形相;而另一些人则说“多和少”,因为大和小在自然本性上更适合于大小(空间量度);还有一些人则在这些事物上说及更普遍的东西,即“超越者和被超越者”。
διαφέρει δὲ τούτων οὐθὲν ὡς εἰπεῖν πρὸς ἔνια τῶν συμβαινόντων, ἀλλὰ πρὸς τὰς λογικὰς μόνον δυσχερείας, ἃς φυλάττονται διὰ τὸ καὶ αὐτοὶ λογικὰς φέρειν τὰς ἀποδείξεις.
而在某些产生的结果上,这些说法实际上没有任何区别,只是在逻辑上的困难上有区别,他们防范这些困难,因为他们自己也提出了逻辑的证明。
πλὴν τοῦ αὐτοῦ γε λόγου ἐστὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον εἶναι ἀρχὰς ἀλλὰ μὴ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸν ἀριθμὸν πρότερον τῆς δυάδος ἐκ τῶν στοιχείων· καθόλου γὰρ ἀμφότερα μᾶλλόν ἐστιν.
不过,主张超越者和被超越者是原理,而不是大和小,与主张数先于由元素构成的双者,属于同样的逻辑;因为两者都更具普遍性。
νῦν δὲ τὸ μὲν λέγουσι τὸ δʼ οὐ λέγουσιν.
但现在他们主张前者,却不主张后者。
οἱ δὲ τὸ ἕτερον καὶ τὸ ἄλλο πρὸς τὸ ἓν ἀντιτιθέασιν, οἱ δὲ πλῆθος καὶ τὸ ἕν.
另一些人则把“异”和“别”与“一”相对立,还有一些人把“多”和“一”相对立。
εἰ δέ ἐστιν, ὥσπερ βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ οὐθὲν ἐναντίον ἢ εἴπερ ἄρα μέλλει, τὸ πλῆθος, τὸ δʼ ἄνισον τῷ ἴσῳ καὶ τὸ ἕτερον τῷ ταὐτῷ καὶ τὸ ἄλλο αὐτῷ, μάλιστα μὲν οἱ τὸ ἓν τῷ πλήθει ἀντιτιθέντες ἔχονταί τινος δόξης, οὐ μὴν οὐδʼ οὗτοι ἱκανῶς· ἔσται γὰρ τὸ ἓν ὀλίγον· πλῆθος μὲν γὰρ ὀλιγότητι τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται.
但是,如果像他们所希望的那样,存在物是由对立面构成的,而对于“一”来说,要么没有对立面,要么如果有的话,那就是“多”,而“不等”与“等”相对立,“异”与 “同一”相对立,“别”与它自身相对立,那么,将“一”与“多”相对立的人,在最大程度上把握了某种合理的意见,但即使是这些人,也并不充分;因为“一”将变成“少”;因为“多”与“少”相对立,“多(多量)”与“少(少量)”相对立。
—τὸ δʼ ἓν ὅτι μέτρον σημαίνει, φανερόν.
而“一”表示一种尺度,这是显而易见的。
καὶ ἐν παντὶ ἔστι τι ἕτερον ὑποκείμενον, οἷον ἐν ἁρμονίᾳ δίεσις, ἐν δὲ μεγέθει δάκτυλος ἢ ποὺς ἤ τι τοιοῦτον, ἐν δὲ ῥυθμοῖς βάσις ἢ συλλαβή· ὁμοίως δὲ καὶ ἐν βάρει σταθμός τις ὡρισμένος ἐστίν·
并且在万物中都有某种别的基底存在,例如在和谐中是四分之一音(音分),在大小中是手指、足或类似的东西,在节奏中是拍步或音节;同样在重量中也有某种确定的重量。
καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι, ἐν δὲ τοῖς ποσοῖς ποσόν τι, καὶ ἀδιαίρετον τὸ μέτρον, τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν, ὡς οὐκ ὄντος τινὸς τοῦ ἑνὸς καθʼ αὑτὸ οὐσίας.
并且在所有情况中都是同样的方式,在质中是某种质,在量中是某种量,且尺度是不可分割的,要么是在形相上,要么是对感觉而言,因为“一”本身并不是某种独立的实体。
καὶ τοῦτο κατὰ λόγον· σημαίνει γὰρ τὸ ἓν ὅτι μέτρον πλήθους τινός, καὶ ὁ ἀριθμὸς ὅτι πλῆθος μεμετρημένον καὶ πλῆθος μέτρων (διὸ καὶ εὐλόγως οὐκ ἔστι τὸ ἓν ἀριθμός· οὐδὲ γὰρ τὸ μέτρον μέτρα, ἀλλʼ ἀρχὴ καὶ τὸ μέτρον καὶ τὸ ἕν).
这也是合理的;因为“一”表示它是某种多的尺度,而数则表示被计量的多和尺度的多(因此,一不是数也是合理的;因为尺度也不是诸尺度,而是尺度和一都是原理)。
δεῖ δὲ ἀεὶ τὸ αὐτό τι ὑπάρχειν πᾶσι τὸ μέτρον, οἷον εἰ ἵπποι, τὸ μέτρον ἵππος, καὶ εἰ ἄνθρωποι, ἄνθρωπος.
但是,尺度必须总是作为某种相同的东西存在于所有被计量者中;例如,如果是马,尺度就是马;如果是人,尺度就是人。
εἰ δʼ ἄνθρωπος καὶ ἵππος καὶ θεός, ζῷον ἴσως, καὶ ὁ ἀριθμὸς αὐτῶν ἔσται ζῷα.
如果是人、马和神,尺度也许是动物,而它们的数量将是动物的数量。
εἰ δʼ ἄνθρωπος καὶ λευκὸν καὶ βαδίζον, ἥκιστα μὲν ἀριθμὸς τούτων διὰ τὸ ταὐτῷ πάντα ὑπάρχειν καὶ ἑνὶ κατὰ ἀριθμόν, ὅμως δὲ γενῶν ἔσται ὁ ἀριθμὸς ὁ τούτων, ἤ τινος ἄλλης τοιαύτης προσηγορίας.
但是,如果是人、白色和步行,它们的数量最不可能是数,因为它们都属于在数量上为一的同一个东西;然而,它们的数量仍将是类的数量,或某种其他此类名称的数量。

词汇与语法注释

  1. ¦29¦ἕτερόν τι οὖσαν — 宾格分词 `οὖσαν` 与不定式 `εἶναι` 的逻辑主语 `τὴν ἀρχήν` 一致。它表明原理在同时作为“某种别的东西”的同时而成为原理是不可能的。
  2. ¦10¦λόγῳ ἀριθμῷ δʼ οὔ — 限定/观点的与格,意为“在定义上[是一],但在数量上则不然”。这批评了对手未能区分虽然“不等”、“大”和“小”在概念上可以统一,但在数量上并非同一个东西。
  3. ¦20¦διαφέρει δὲ τούτων οὐθὲν — 动词 `διαφέρει` 支配比较属格 `τούτων`,主格中性代词 `οὐθὲν` 作副词性修饰(或作主语),意为“就这些而言,没有任何区别”。
  4. ¦10¦δεῖ δὲ ἀεὶ τὸ αὐτό τι ὑπάρχειν — 无人称动词 `δεῖ` 支配带不定式 `ὑπάρχειν` 的结构,其中 `τὸ μέτρον`(伴随作谓语宾格的 `τὸ αὐτό τι`)是不定式的逻辑主语,`πᾶσι` 是与格对象。它主张尺度必须总是作为同一种类的东西存在于所有被计量者中。

引用这一段

亚里士多德, 形而上学 §14.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:14.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。