§13.9#2ὑπῆρχε γάρ, ὡς ἔοικε, καὶ πεπερασμένον πλῆθος, ἐξ οὗ αἱ πεπερασμέναι μονάδες καὶ τοῦ ἑνός· ἔστι τε ἕτερον αὐτὸ πλῆθος καὶ πλῆθος ἄπειρον·
因为,看来当时也曾假定存在一个有限的多,由此和“一”产生了有限的单位;而且存在着另一个既是“多自体”又是无限的多;那么,哪一种多和“一”共同作为元素呢?
ποῖον οὖν πλῆθος στοιχεῖόν ἐστι καὶ τὸ ἕν; ὁμοίως δὲ καὶ περὶ στιγμῆς ἄν τις ζητήσειε καὶ τοῦ στοιχείου ἐξ οὗ ποιοῦσι τὰ μεγέθη.
同样地,人们也会对点以及他们据以制造几何量的元素提出疑问。
οὐ γὰρ μία γε μόνον στιγμή ἐστιν αὕτη· τῶν γοῦν ἄλλων στιγμῶν ἑκάστη ἐκ τίνος;
因为这个点显然并非仅有一个;那么,其他每一个点又是由什么组成的呢?
οὐ γὰρ δὴ ἔκ γε διαστήματός τινος καὶ αὐτῆς στιγμῆς.
因为这当然不会是由某种间隔和点自体构成的。
ἀλλὰ μὴν οὐδὲ μόρια ἀδιαίρετα ἐνδέχεται τοῦ διαστήματος εἶναι, ὥσπερ τοῦ πλήθους ἐξ ὧν αἱ μονάδες· ὁ μὲν γὰρ ἀριθμὸς ἐξ ἀδιαιρέτων σύγκειται τὰ δὲ μεγέθη οὔ.
然而,间隔也不可能像由之构成单位的多那样,拥有不可分割的部分;因为数是由不可分割者组成的,而几何量则不然。
—πάντα δὴ ταῦτα καὶ ἄλλα τοιαῦτα φανερὸν ποιεῖ ὅτι ἀδύνατον εἶναι τὸν ἀριθμὸν καὶ τὰ μεγέθη χωριστά, ἔτι δὲ τὸ διαφωνεῖν τοὺς τρόπους περὶ τῶν ἀριθμῶν σημεῖον ὅτι τὰ πράγματα αὐτὰ οὐκ ὄντα ἀληθῆ παρέχει τὴν ταραχὴν αὐτοῖς.
——所有这些以及其他类似的问题都表明,数和几何量不能分离存在,而且关于数的多样学说之间的不一致,也证明了事物本身并非真实,从而给他们带来了混乱。
οἱ μὲν γὰρ τὰ μαθηματικὰ μόνον ποιοῦντες παρὰ τὰ αἰσθητά, ὁρῶντες τὴν περὶ τὰ εἴδη δυσχέρειαν καὶ πλάσιν, ἀπέστησαν ἀπὸ τοῦ εἰδητικοῦ ἀριθμοῦ καὶ τὸν μαθηματικὸν ἐποίησαν· οἱ δὲ τὰ εἴδη βουλόμενοι ἅμα καὶ ἀριθμοὺς ποιεῖν, οὐχ ὁρῶντες δέ, εἰ τὰς ἀρχάς τις ταύτας θήσεται, πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς παρὰ τὸν εἰδητικόν, τὸν αὐτὸν εἰδητικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμὸν τῷ λόγῳ, ἐπεὶ ἔργῳ γε ἀνῄρηται ὁ μαθηματικός (ἰδίας γὰρ καὶ οὐ μαθηματικὰς ὑποθέσεις λέγουσιν)· ὁ δὲ πρῶτος θέμενος τὰ εἴδη εἶναι καὶ ἀριθμοὺς τὰ εἴδη καὶ τὰ μαθηματικὰ εἶναι εὐλόγως ἐχώρισεν·
因为有些人仅设定数学对象存在于感觉事物之外,因为他们看到了关于理念的困难和虚构,所以放弃了理念数而设定了数学数;而另一些人则企图同时设定理念与数,但未能看出如果设定这些原理,数学数如何能与理念数并存,于是在理论上将理念数与数学数合二为一,而实际上数学数已被否定(因为他们陈述了特异的、非数学的假设);而最初假定理念存在、理念是数且数学对象存在的那个人,则自然地将它们分离了。
ὥστε πάντας συμβαίνει κατὰ μέν τι λέγειν ὀρθῶς, ὅλως δʼ οὐκ ὀρθῶς.
因此,所有的人在某种程度上都说得对,但在总体上并不对。
καὶ αὐτοὶ δὲ ὁμολογοῦσιν οὐ ταὐτὰ λέγοντες ἀλλὰ τὰ ἐναντία.
他们自己也承认这一点,因为他们所说的并非同一回事,而是相反的事。
αἴτιον δʼ ὅτι αἱ ὑποθέσεις καὶ αἱ ἀρχαὶ ψευδεῖς.
其原因在于假说和原理是错误的。
χαλεπὸν δʼ ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς, κατʼ Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται, καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον.
正如伊皮哈鲁莫斯所说,从不良的前提中很难得出良好的论述;一经说出,其缺陷立刻显露。
—ἀλλὰ περὶ μὲν τῶν ἀριθμῶν ἱκανὰ τὰ διηπορημένα καὶ διωρισμένα (μᾶλλον γὰρ ἐκ πλειόνων ἂν ἔτι πεισθείη τις πεπεισμένος, πρὸς δὲ τὸ πεισθῆναι μὴ πεπεισμένος οὐθὲν μᾶλλον)· περὶ δὲ τῶν πρώτων ἀρχῶν καὶ τῶν πρώτων αἰτίων καὶ στοιχείων ὅσα μὲν λέγουσιν οἱ περὶ μόνης τῆς αἰσθητῆς οὐσίας διορίζοντες, τὰ μὲν ἐν τοῖς περὶ φύσεως εἴρηται, τὰ δʼ οὐκ ἔστι τῆς μεθόδου τῆς νῦν· ὅσα δὲ οἱ φάσκοντες εἶναι παρὰ τὰς αἰσθητὰς ἑτέρας οὐσίας, ἐχόμενόν ἐστι θεωρῆσαι τῶν εἰρημένων.
——关于数,这些质疑和规定已经足够了(因为对于已经确信的人,更多的论证会使其更加确信,而对于尚未确信的人,这并不能多起什么说服作用);但关于第一原理、第一原因和元素,仅对感觉实体进行规定的人们所说的话,一部分已在关于自然学的著作中讨论过,另一部分则不属于我们现在的研究范围;而那些声称在感觉实体之外还有其他实体的人所说的话,则是紧接着已经讨论过的内容所要考察的。
ἐπεὶ οὖν λέγουσί τινες τοιαύτας εἶναι τὰς ἰδέας καὶ τοὺς ἀριθμούς, καὶ τὰ τούτων στοιχεῖα τῶν ὄντων εἶναι στοιχεῖα καὶ ἀρχάς, σκεπτέον περὶ τούτων τί λέγουσι καὶ πῶς λέγουσιν.
既然有人说理念和数具有这样的本性,并且它们的元素就是存在物的元素和原理,那么就必须考察他们说了什么以及如何说的。
οἱ μὲν οὖν ἀριθμοὺς ποιοῦντες μόνον καὶ τούτους μαθηματικοὺς ὕστερον ἐπισκεπτέοι· τῶν δὲ τὰς ἰδέας λεγόντων ἅμα τόν τε τρόπον θεάσαιτʼ ἄν τις καὶ τὴν ἀπορίαν τὴν περὶ αὐτῶν.
那些仅设定数,而且设定数学数的人,以后再行考察;而对于主张理念的人,我们可以同时观察他们的方法以及关于理念的困难。
ἅμα γὰρ καθόλου τε ποιοῦσι τὰς ἰδέας καὶ πάλιν ὡς χωριστὰς καὶ τῶν καθʼ ἕκαστον.
因为他们既把理念设定为普遍者,又把它们设定为相分离的、个别事物的类别。
ταῦτα δʼ ὅτι οὐκ ἐνδέχεται διηπόρηται πρότερον.
而这些做法之不可能,在前面已经进行了质疑。
αἴτιον δὲ τοῦ συνάψαι ταῦτα εἰς ταὐτὸν τοῖς λέγουσι τὰς οὐσίας καθόλου, ὅτι τοῖς αἰσθητοῖς οὐ τὰς αὐτὰς ἐποίουν· τὰ μὲν οὖν ἐν τοῖς αἰσθητοῖς καθʼ ἕκαστα ῥεῖν ἐνόμιζον καὶ μένειν οὐθὲν αὐτῶν, τὸ δὲ καθόλου παρὰ ταῦτα εἶναί τε καὶ ἕτερόν τι εἶναι.
那些主张实体是普遍者的人之所以将这些结合在一起,是因为他们没有把理念设想为与感觉事物相同;他们认为感觉世界中的个别事物处于流变之中,无一保持不变,而普遍者则存在于这些之外,并且是某种别的东西。
τοῦτο δʼ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἐκίνησε μὲν Σωκράτης διὰ τοὺς ὁρισμούς, οὐ μὴν ἐχώρισέ γε τῶν καθʼ ἕκαστον· καὶ τοῦτο ὀρθῶς ἐνόησεν οὐ χωρίσας.
正如我们前面所说的,这一点是由苏格拉底通过定义推动的,但他并没有将它们与个别事物分离;他在没有分离这一点上的想法是正确的。
δηλοῖ δὲ ἐκ τῶν ἔργων· ἄνευ μὲν γὰρ τοῦ καθόλου οὐκ ἔστιν ἐπιστήμην λαβεῖν, τὸ δὲ χωρίζειν αἴτιον τῶν συμβαινόντων δυσχερῶν περὶ τὰς ἰδέας ἐστίν.
这在实践中表现得很明显:因为没有普遍者就不可能获得知识,而将普遍者分离则是关于理念所产生的一切困难的根源。
οἱ δʼ ὡς ἀναγκαῖον, εἴπερ ἔσονταί τινες οὐσίαι παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, χωριστὰς εἶναι, ἄλλας μὲν οὐκ εἶχον ταύτας δὲ τὰς καθόλου λεγομένας ἐξέθεσαν, ὥστε συμβαίνειν σχεδὸν τὰς αὐτὰς φύσεις εἶναι τὰς καθόλου καὶ τὰς καθʼ ἕκαστον.
但另一些人认为,如果要在感觉和流变之物之外存在某种实体,它们就必须是相分离的,在没有其他实体的情况下,他们便提出了这些被称为普遍者的东西,结果导致普遍的本性和个别的本性几乎是完全相同的。
αὕτη μὲν οὖν αὐτὴ καθʼ αὑτὴν εἴη τις ἂν δυσχέρεια τῶν εἰρημένων.
因此,这本身就是所说的学说中的一个困难。