Humanitext Reader

亚里士多德 · 形而上学 §12.8#2

天球的总数与第一推动者的唯一性

第 130 段,共 159 段 · 希腊语

内容简介

作者计算出天体运行所需的球体总数为五十五(或四十七)个,并认为不动的实体也有同等数量。他进一步论证了第一不动推动者和天是独一的,并指出将第一实体视为神明的古代神话传统包含着真理的内核。

§12.8#2ἀναγκαῖον δέ, εἰ μέλλουσι συντεθεῖσαι πᾶσαι τὰ φαινόμενα ἀποδώσειν, καθʼ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου· οὕτω γὰρ μόνως ἐνδέχεται τὴν τῶν πλανήτων φορὰν ἅπαντα ποιεῖσθαι.
但是,如果所有这些球体结合起来要解释这些现象,就必须针对每一个行星,设置其他比[顺向运载的球体]少一个的球体,它们进行逆向旋转,并总是将紧邻其下所配置的星辰的第一球体在位置上恢复到相同的状态;因为只有这样,才能使行星的位移产生所有的运动。
ἐπεὶ οὖν ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν, τούτων δὲ μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς τὸ κατωτάτω τεταγμένον φέρεται, αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, αἱ δὲ τὰς τῶν ὕστερον τεττάρων ἑκκαίδεκα· ὁ δὴ ἁπασῶν ἀριθμὸς τῶν τε φερουσῶν καὶ τῶν ἀνελιττουσῶν ταύτας πεντήκοντά τε καὶ πέντε.
因此,既然行星本身在其中运转的球体,有的是八个,有的是二十五个,而在这些球体中,只有那运载最下方所配置之行星的球体不需要被逆转,那么逆转前两个行星球体的球体将是六个,而逆转其后四个行星球体的球体将是十六个;因此,运载球体与逆转球体的总数将是五十五个。
εἰ δὲ τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ μὴ προστιθείη τις ἃς εἴπομεν κινήσεις, αἱ πᾶσαι σφαῖραι ἔσονται ἑπτά τε καὶ τεσσαράκοντα.
但如果有人不把我们所说的那几种运动加给月球和太阳,那么全部球体的数量将是四十七个。
—τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους τοσαύτας εὔλογον ὑπολαβεῖν (τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν)· εἰ δὲ μηδεμίαν οἷόν τʼ εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν, ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθʼ αὑτὴν τοῦ ἀρίστου τετυχηκυῖαν τέλος εἶναι δεῖ νομίζειν, οὐδεμία ἂν εἴη παρὰ ταύτας ἑτέρα φύσις, ἀλλὰ τοῦτον ἀνάγκη τὸν ἀριθμὸν εἶναι τῶν οὐσιῶν.
——那么,球体的数量就定为这么多吧,因此,合理地设想,不动的实体和原理也同样有这么多(因为必然性的论证就留给更有能耐的人去说吧);但是,如果不可能存在任何不促进星辰运行的位移,而且,我们必须认为,每一个不受影响且在其自身中达到了最善状态的本性和实体都是目的,那么在这些之外就不可能存在其他任何本性,而实体的数量必然就是这个数。
εἴτε γὰρ εἰσὶν ἕτεραι, κινοῖεν ἂν ὡς τέλος οὖσαι φορᾶς· ἀλλὰ εἶναί γε ἄλλας φορὰς ἀδύνατον παρὰ τὰς εἰρημένας.
因为如果存在其他的实体,它们就会作为位移的目的来推动运动;然而,除了已经说过的位移之外,不可能存在其他的位移。
τοῦτο δὲ εὔλογον ἐκ τῶν φερομένων ὑπολαβεῖν.
而这一点从被运载的天体中来设想是合理的。
εἰ γὰρ πᾶν τὸ φέρον τοῦ φερομένου χάριν πέφυκε καὶ φορὰ πᾶσα φερομένου τινός ἐστιν, οὐδεμία φορὰ αὑτῆς ἂν ἕνεκα εἴη οὐδʼ ἄλλης φορᾶς, ἀλλὰ τῶν ἄστρων ἕνεκα.
因为,如果每一个运载者在本性上都是为了被运载者而存在,且每一个位移都是属于某个被运载者的,那么任何位移都不可能是为了它自身,也不可能是为了另一个位移,而只能是为了星辰。
εἰ γὰρ ἔσται φορὰ φορᾶς ἕνεκα, καὶ ἐκείνην ἑτέρου δεήσει χάριν εἶναι· ὥστʼ ἐπειδὴ οὐχ οἷόν τε εἰς ἄπειρον, τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν.
因为如果一个位移是为了另一个位移,那么后者也将必须是为了其他某个东西;因此,既然不可能无限倒退,每一个位移的目的将是天空中被运转的某一个神圣天体。
ὅτι δὲ εἷς οὐρανός, φανερόν.
而天只有一个,这是显而易见的。
εἰ γὰρ πλείους οὐρανοὶ ὥσπερ ἄνθρωποι, ἔσται εἴδει μία ἡ περὶ ἕκαστον ἀρχή, ἀριθμῷ δέ γε πολλαί.
因为如果像人那样有多个天,那么关于每一个天的原理在种上将是一个,但在数量上却是多个。
ἀλλʼ ὅσα ἀριθμῷ πολλά, ὕλην ἔχει (εἷς γὰρ λόγος καὶ ὁ αὐτὸς πολλῶν, οἷον ἀνθρώπου, Σωκράτης δὲ εἷς)· τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶτον· ἐντελέχεια γάρ.
但是,凡是在数量上是多个的,都含有质料(因为许多人,例如人,其定义是同一个,但苏格拉底却只有一个);而第一“是什么”并不含有质料,因为它是现实。
ἓν ἄρα καὶ λόγῳ καὶ ἀριθμῷ τὸ πρῶτον κινοῦν ἀκίνητον ὄν· καὶ τὸ κινούμενον ἄρα ἀεὶ καὶ συνεχῶς· εἷς ἄρα οὐρανὸς μόνος.
因此,第一不动推动者不论在定义上还是在数量上都是一个;因此,那个始终且连续被推动的也只有一个;所以,只有一个天。
παραδέδοται δὲ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων ἐν μύθου σχήματι καταλελειμμένα τοῖς ὕστερον ὅτι θεοί τέ εἰσιν οὗτοι καὶ περιέχει τὸ θεῖον τὴν ὅλην φύσιν.
而从古代乃至极古老的人们那里,以神话的形式给后人遗留下了这样的传说:这些是神,而且神圣之物包容着整个自然。
τὰ δὲ λοιπὰ μυθικῶς ἤδη προσῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν καὶ πρὸς τὴν εἰς τοὺς νόμους καὶ τὸ συμφέρον χρῆσιν· ἀνθρωποειδεῖς τε γὰρ τούτους καὶ τῶν ἄλλων ζῴων ὁμοίους τισὶ λέγουσι, καὶ τούτοις ἕτερα ἀκόλουθα καὶ παραπλήσια τοῖς εἰρημένοις, ὧν εἴ τις χωρίσας αὐτὸ λάβοι μόνον τὸ πρῶτον, ὅτι θεοὺς ᾤοντο τὰς πρώτας οὐσίας εἶναι, θείως ἂν εἰρῆσθαι νομίσειεν, καὶ κατὰ τὸ εἰκὸς πολλάκις εὑρημένης εἰς τὸ δυνατὸν ἑκάστης καὶ τέχνης καὶ φιλοσοφίας καὶ πάλιν φθειρομένων καὶ ταύτας τὰς δόξας ἐκείνων οἷον λείψανα περισεσῶσθαι μέχρι τοῦ νῦν.
而其余的细节则是后来为了说服大众以及为了法律和利益的实用目的而以神话方式引入的;因为他们说这些神具有人类的外形,或者类似于其他某些动物,并且还有其他伴随这些并类似于已说之事的说法,如果在这些说法中,有人将最初的那一点单独分离并提取出来,即他们认为第一实体是神,那么他会认为这是具有神性的启示而说出的,而且,很可能在每一种技术和哲学都已在可能范围内被多次发现并再度毁灭的过程中,他们的这些观点就像遗物一样被保存至今。
ἡ μὲν οὖν πάτριος δόξα καὶ ἡ παρὰ τῶν πρώτων ἐπὶ τοσοῦτον ἡμῖν φανερὰ μόνον.
因此,祖传的以及最初人们的观点,对于我们来说,显而易见的也仅限于此。

词汇与语法注释

  1. 1074a1τὰς ἀνελιττούσας καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου — 不定式 εἶναι 的主语(或对格补语) τὰς ἀνελιττούσας... 受前面的 μιᾷ ἐλάττονας(少一个)修饰。分词 ἀνελιττούσας(逆转)和 ἀποκαθιστάσας(恢复)都修饰“球体”(σφαίρας)。这些“逆转天球”的作用是抵消外层天球的运动,以防其影响到紧邻其下的行星。
  2. 1074a16τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν — 动词 ἀφείσθω 是 ἀφίημι 的三人称单数现在被动命令式。直译为“必然的[证明]应当留给更强有力的人去说”。这里展示了此处所假设的“合理的”(εὔλογον)与严密的“必然的”(ἀναγκαῖον)证明之间的对比,后者被留给在逻辑或数学上更有能力的人。
  3. 1074a31εἰ γὰρ πλείους οὐρανοὶ ὥσπερ ἄνθρωποι, ἔσται εἴδει μία ἡ περὶ ἕκαστον ἀρχή, ἀριθμῷ δέ γε πολλαί. — 在此条件句(εἰ γὰρ πλείους... ἔσται...)中,省略了动词(εἰσίν)。这里展示了“种”(εἴδει)与“数量”(ἀριθμῷ)的对比。如果天像人一样有多个,那么它们的原理在种上相同,但在数量上则是多个。由于凡是在数量上是多个的都必然含有质料(ὕλη),构成复数个体的物理基础,而第一推动者不含质料,因此第一推动者乃至天都必须是独一的。
  4. 1074b12καὶ κατὰ τὸ εἰκὸς πολλάκις εὑρημένης εἰς τὸ δυνατὸν ἑκάστης καὶ τέχνης καὶ φιλοσοφίας καὶ πάλιν φθειρομένων — 分词 εὑρημένης(被发现)和 φθειρομένων(被毁灭)构成属格独立(genitive absolute)结构,其主语为 ἑκάστης καὶ τέχνης καὶ φιλοσοφίας(每一种技术和哲学)。这反映了亚里士多德的历史循环观,即技术和学问在历史上被多次发现又多次流失。

引用这一段

亚里士多德, 形而上学 §12.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:12.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。