§12.7ἐπεὶ δʼ οὕτω τʼ ἐνδέχεται, καὶ εἰ μὴ οὕτως, ἐκ νυκτὸς ἔσται καὶ ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος, λύοιτʼ ἂν ταῦτα, καὶ ἔστι τι ἀεὶ κινούμενον κίνησιν ἄπαυστον, αὕτη δʼ ἡ κύκλῳ (καὶ τοῦτο οὐ λόγῳ μόνον ἀλλʼ ἔργῳ δῆλον), ὥστʼ ἀΐδιος ἂν εἴη ὁ πρῶτος οὐρανός.
既然这样做是可能的,而且如果不这样,万物就将产生于夜,或者产生于“万物混杂”,或者产生于无,那么这些困难就可以得到解决;并且确实存在某种始终以无休止的运动而运动着的事物,这就是圆周运动(这不仅在理论上,而且在事实上都是显而易见的),因此第一天体必然是永恒的。
ἔστι τοίνυν τι καὶ ὃ κινεῖ.
所以,也必然存在某种推动它的事物。
ἐπεὶ δὲ τὸ κινούμενον καὶ κινοῦν μέσον, †τοίνυν† ἔστι τι ὃ οὐ κινούμενον κινεῖ, ἀΐδιον καὶ οὐσία καὶ ἐνέργεια οὖσα.
既然被推动且推动它物的事物是中间者,那么就必然存在某种自身不动而推动它物的事物,它是永恒的,是实体,且是现实。
κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν· κινεῖ οὐ κινούμενα.
而欲求的对象和理智的对象就是这样起推动作用的;它们自身不动而推动。
τούτων τὰ πρῶτα τὰ αὐτά.
这些对象中的第一者是相同的。
ἐπιθυμητὸν μὲν γὰρ τὸ φαινόμενον καλόν, βουλητὸν δὲ πρῶτον τὸ ὂν καλόν· ὀρεγόμεθα δὲ διότι δοκεῖ μᾶλλον ἢ δοκεῖ διότι ὀρεγόμεθα· ἀρχὴ γὰρ ἡ νόησις.
因为欲望的对象是显现的善,而意志的首要对象则是真实的善;我们是因为觉得它好才欲求它,而不是因为我们欲求它才觉得它好;因为思想才是始点。
νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, νοητὴ δὲ ἡ ἑτέρα συστοιχία καθʼ αὑτήν· καὶ ταύτης ἡ οὐσία πρώτη, καὶ ταύτης ἡ ἁπλῆ καὶ κατʼ ἐνέργειαν (ἔστι δὲ τὸ ἓν καὶ τὸ ἁπλοῦν οὐ τὸ αὐτό· τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει, τὸ δὲ ἁπλοῦν πὼς ἔχον αὐτό).
理智被理智对象所推动,而在同等地位的对照表中的另一系列本身就是理智对象;在此系列中,实体是第一位的,而在实体中,那简单的、且以现实方式存在的实体是第一位的(“一”与“简单”并不相同,因为“一”表示一种尺度,而“简单”则表示事物自身处于某种状态)。
ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ τὸ διʼ αὑτὸ αἱρετὸν ἐν τῇ αὐτῇ συστοιχίᾳ· καὶ ἔστιν ἄριστον ἀεὶ ἢ ἀνάλογον τὸ πρῶτον.
然而,美和因自身而被选择的东西也在同一系列中;而且第一者始终是最好的,或是与最好者相对应的。
ὅτι δʼ ἔστι τὸ οὗ ἕνεκα ἐν τοῖς ἀκινήτοις, ἡ διαίρεσις δηλοῖ·
至于“目的”也存在于不动的事物之中,这由区分即可表明。
ἔστι γὰρ τινὶ τὸ οὗ ἕνεκα καὶ τινός, ὧν τὸ μὲν ἔστι τὸ δʼ οὐκ ἔστι.
因为“目的”既是为了某人,也是为了某物,其中一者存在于不动的事物中,而另一者则不存在。
κινεῖ δὴ ὡς ἐρώμενον, κινούμενα δὲ τἆλλα κινεῖ.
不动推动者作为被爱者起推动作用,并在推动其他事物时推动它们。
εἰ μὲν οὖν τι κινεῖται, ἐνδέχεται καὶ ἄλλως ἔχειν, ὥστʼ εἰ φορὰ πρώτη ἡ ἐνέργειά ἐστιν, ᾗ κινεῖται ταύτῃ γε ἐνδέχεται ἄλλως ἔχειν, κατὰ τόπον, καὶ εἰ μὴ κατʼ οὐσίαν· ἐπεὶ δὲ ἔστι τι κινοῦν αὐτὸ ἀκίνητον ὄν, ἐνεργείᾳ ὄν, τοῦτο οὐκ ἐνδέχεται ἄλλως ἔχειν οὐδαμῶς.
如果某物被推动,它也有可能处于其他状态。 所以,如果第一运动是现实,那么在它被推动的范围内,至少在这一方面它有可能处于其他状态——在空间上,即使在实体上并非如此;但既然存在某种自身不动、以现实方式存在的推动者,这就不可能以任何方式处于其他状态。
φορὰ γὰρ ἡ πρώτη τῶν μεταβολῶν, ταύτης δὲ ἡ κύκλῳ· ταύτην δὲ τοῦτο κινεῖ.
因为位移是变化中第一位的,而在位移中圆周运动是第一位的;而这就是由该不动推动者所推动的。
ἐξ ἀνάγκης ἄρα ἐστὶν ὄν· καὶ ᾗ ἀνάγκῃ, καλῶς, καὶ οὕτως ἀρχή.
因此,它是必然存在的;既然它是必然存在的,它就是善地存在,并以此方式成为原理。
τὸ γὰρ ἀναγκαῖον τοσαυταχῶς, τὸ μὲν βίᾳ ὅτι παρὰ τὴν ὁρμήν, τὸ δὲ οὗ οὐκ ἄνευ τὸ εὖ, τὸ δὲ μὴ ἐνδεχόμενον ἄλλως ἀλλʼ ἁπλῶς.
因为“必要”有以下几种含义:第一,由于违反冲动而被迫;第二,没有它就不能有善;第三,是不可能处于其他状态而绝对如此的。
—ἐκ τοιαύτης ἄρα ἀρχῆς ἤρτηται ὁ οὐρανὸς καὶ ἡ φύσις.
——因此,天和自然界都悬系在这样的原理上。
διαγωγὴ δʼ ἐστὶν οἵα ἡ ἀρίστη μικρὸν χρόνον ἡμῖν (οὕτω γὰρ ἀεὶ ἐκεῖνο· ἡμῖν μὲν γὰρ ἀδύνατον), ἐπεὶ καὶ ἡδονὴ ἡ ἐνέργεια τούτου (καὶ διὰ τοῦτο ἐγρήγορσις αἴσθησις νόησις ἥδιστον, ἐλπίδες δὲ καὶ μνῆμαι διὰ ταῦτα).
它的生活就像我们在极短时间内所享有的最美好的生活一样(因为它始终处于这种状态,而对我们来说这是不可能的),因为它的现实也就是快乐(因此,觉醒、感觉、思维是最快乐的,希望和记忆也因为这些而快乐)。
ἡ δὲ νόησις ἡ καθʼ αὑτὴν τοῦ καθʼ αὑτὸ ἀρίστου, καὶ ἡ μάλιστα τοῦ μάλιστα.
而就其自身而言的思维是对就其自身而言最善之物的思维,最高程度的思维是对最高程度最善之物的思维。
αὑτὸν δὲ νοεῖ ὁ νοῦς κατὰ μετάληψιν τοῦ νοητοῦ· νοητὸς γὰρ γίγνεται θιγγάνων καὶ νοῶν, ὥστε ταὐτὸν νοῦς καὶ νοητόν.
理智通过参与理智对象来思维自身;因为在接触和思维时,它变成了理智对象,从而理智与理智对象合而为一。
τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας νοῦς, ἐνεργεῖ δὲ ἔχων, ὥστʼ ἐκείνου μᾶλλον τοῦτο ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν, καὶ ἡ θεωρία τὸ ἥδιστον καὶ ἄριστον.
因为理智就是那能够接受理智对象和实体的接收器,而它在占有它们时就起现实作用。 因此,理智似乎拥有的神性,与其说是那种接受能力,不如说是这种占有并起作用的状态,而观照则是最快乐和最美好的。
εἰ οὖν οὕτως εὖ ἔχει, ὡς ἡμεῖς ποτέ, ὁ θεὸς ἀεί, θαυμαστόν· εἰ δὲ μᾶλλον, ἔτι θαυμασιώτερον.
如果神始终处于我们有时所处的那种美好状态,这令人惊异;如果处于更好的状态,则更为惊异。
ἔχει δὲ ὧδε.
而祂确实处于这种状态。
καὶ ζωὴ δέ γε ὑπάρχει· ἡ γὰρ νοῦ ἐνέργεια ζωή, ἐκεῖνος δὲ ἡ ἐνέργεια· ἐνέργεια δὲ ἡ καθʼ αὑτὴν ἐκείνου ζωὴ ἀρίστη καὶ ἀΐδιος.
生命也属于祂;因为理智的现实就是生命,而祂就是那种现实;祂自身独立的现实就是最善和永恒的生命。
φαμὲν δὴ τὸν θεὸν εἶναι ζῷον ἀΐδιον ἄριστον, ὥστε ζωὴ καὶ αἰὼν συνεχὴς καὶ ἀΐδιος ὑπάρχει τῷ θεῷ· τοῦτο γὰρ ὁ θεός.
因此,我们说神是永恒且最善的活物,所以生命和连续且永恒的生存都属于神;因为这就是神。
ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.
而那些像毕达哥拉斯学派和斯佩乌西波那样,认为最美和最善不在起点的人,其想法是不正确的,因为他们的理由是:植物和动物的起点虽然是原因,但美和完善却在由它们产生的事物之中。 这种看法是不对的。
τὸ γὰρ σπέρμα ἐξ ἑτέρων ἐστὶ προτέρων τελείων, καὶ τὸ πρῶτον οὐ σπέρμα ἐστὶν ἀλλὰ τὸ τέλειον· οἷον πρότερον ἄνθρωπον ἂν φαίη τις εἶναι τοῦ σπέρματος, οὐ τὸν ἐκ τούτου γενόμενον ἀλλʼ ἕτερον ἐξ οὗ τὸ σπέρμα.
因为种子来自于其他先行的完善事物,而第一者不是种子,而是完善者;正如人们会说人先于种子,不是指由种子产生的那个人,而是产生种子的另一个人。
ὅτι μὲν οὖν ἔστιν οὐσία τις ἀΐδιος καὶ ἀκίνητος καὶ κεχωρισμένη τῶν αἰσθητῶν, φανερὸν ἐκ τῶν εἰρημένων· δέδεικται δὲ καὶ ὅτι μέγεθος οὐδὲν ἔχειν ἐνδέχεται ταύτην τὴν οὐσίαν ἀλλʼ ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν (κινεῖ γὰρ τὸν ἄπειρον χρόνον, οὐδὲν δʼ ἔχει δύναμιν ἄπειρον πεπερασμένον· ἐπεὶ δὲ πᾶν μέγεθος ἢ ἄπειρον ἢ πεπερασμένον, πεπερασμένον μὲν διὰ τοῦτο οὐκ ἂν ἔχοι μέγεθος, ἄπειρον δʼ ὅτι ὅλως οὐκ ἔστιν οὐδὲν ἄπειρον μέγεθος)· ἀλλὰ μὴν καὶ ὅτι ἀπαθὲς καὶ ἀναλλοίωτον· πᾶσαι γὰρ αἱ ἄλλαι κινήσεις ὕστεραι τῆς κατὰ τόπον.
因此,存在着某种永恒的、不动的且与感性事物分离的实体,这从已经说过的这些话中是很显然的;而且也已经表明,这种实体不可能具有任何大小,而是无部分且不可分的(因为它在无限的时间内起推动作用,而没有任何有限之物具有无限的力量;既然一切大小要么是无限的,要么是有限的,因此它不可能具有有限的大小,也不可能具有无限的大小,因为根本不存在任何无限的大小);然而也表明,它是无受动性的,且是不变的;因为所有其他的运动都落后于位移运动。
ταῦτα μὲν οὖν δῆλα διότι τοῦτον ἔχει τὸν τρόπον.
关于这些事情,它们为何以此种方式存在,已是显而易见的了。