§12.6ἐπεὶ δʼ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικαὶ μία δʼ ἡ ἀκίνητος, περὶ ταύτης λεκτέον ὅτι ἀνάγκη εἶναι ἀΐδιόν τινα οὐσίαν ἀκίνητον.
既然存在三种实体,两种是自然学的,一种是不动实体,关于后者我们必须说,必然存在某种永恒的不动实体。
αἵ τε γὰρ οὐσίαι πρῶται τῶν ὄντων, καὶ εἰ πᾶσαι φθαρταί, πάντα φθαρτά· ἀλλʼ ἀδύνατον κίνησιν ἢ γενέσθαι ἢ φθαρῆναι (ἀεὶ γὰρ ἦν), οὐδὲ χρόνον.
因为实体在存在者中是首要的,如果所有实体都是可毁灭的,那么一切事物都将是可毁灭的;但是运动既不可能产生也不可能毁灭(因为它总是存在),时间也是如此。
οὐ γὰρ οἷόν τε τὸ πρότερον καὶ ὕστερον εἶναι μὴ ὄντος χρόνου· καὶ ἡ κίνησις ἄρα οὕτω συνεχὴς ὥσπερ καὶ ὁ χρόνος· ἢ γὰρ τὸ αὐτὸ ἢ κινήσεώς τι πάθος.
因为如果时间不存在,“以前”和“以后”就不可能存在;因此,运动也像时间一样是连续的;因为时间要么与运动相同,要么是运动的某种属性。
κίνησις δʼ οὐκ ἔστι συνεχὴς ἀλλʼ ἢ ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ.
但是除了位移运动之外,没有其他连续的运动,而在位移运动中,只有圆周运动是连续的。
ἀλλὰ μὴν εἰ ἔστι κινητικὸν ἢ ποιητικόν, μὴ ἐνεργοῦν δέ τι, οὐκ ἔσται κίνησις· ἐνδέχεται γὰρ τὸ δύναμιν ἔχον μὴ ἐνεργεῖν.
然而,即使存在能够推动或能够作用的东西,但若不现实地起作用,就不会有运动;因为具有潜能的东西可能不起作用。
οὐθὲν ἄρα ὄφελος οὐδʼ ἐὰν οὐσίας ποιήσωμεν ἀϊδίους, ὥσπερ οἱ τὰ εἴδη, εἰ μή τις δυναμένη ἐνέσται ἀρχὴ μεταβάλλειν· οὐ τοίνυν οὐδʼ αὕτη ἱκανή, οὐδʼ ἄλλη οὐσία παρὰ τὰ εἴδη· εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις.
因此,即使我们设定了永恒的实体,就像那些假设理念的人一样,如果其中不包含能够引起变化的原理,那也毫无用处;而且,仅仅有这个原理是不够的,在理念之外有另一个实体也是不够的;因为如果它不起作用,就不会有运动。
ἔτι οὐδʼ εἰ ἐνεργήσει, ἡ δʼ οὐσία αὐτῆς δύναμις· οὐ γὰρ ἔσται κίνησις ἀΐδιος· ἐνδέχεται γὰρ τὸ δυνάμει ὂν μὴ εἶναι.
此外,即使它起作用,但其本质是潜能,也是不够的;因为那样就不会有永恒的运动;因为具有潜在存在可能的东西可能不会存在。
δεῖ ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς ἡ οὐσία ἐνέργεια.
因此,必然存在这样一种原理,其本质就是现实。
ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης· ἀϊδίους γὰρ δεῖ, εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον.
此外,这些实体必须没有质料;因为它们必须是永恒的,如果确实还有其他东西是永恒的话。
ἐνέργεια ἄρα.
因此,它们必须是现实。
καίτοι ἀπορία· δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι τὸ δὲ δυνάμενον οὐ πᾶν ἐνεργεῖν, ὥστε πρότερον εἶναι τὴν δύναμιν.
然而,这产生了一个困难;因为似乎每一个起作用的东西都有能力起作用,但并非每个有能力起作用的东西都实际起作用,所以潜能似乎是在先的。
ἀλλὰ μὴν εἰ τοῦτο, οὐθὲν ἔσται τῶν ὄντων· ἐνδέχεται γὰρ δύνασθαι μὲν εἶναι μήπω δʼ εἶναι.
然而,如果真是这样,存在的东西就什么都不会有了;因为有些东西可能有能力存在,但实际上尚未存在。
καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ νυκτὸς γεννῶντες, ἢ ὡς οἱ φυσικοὶ ὁμοῦ πάντα χρήματά φασι, τὸ αὐτὸ ἀδύνατον.
而且,如果真如那些主张万物生于“夜”的神学家所说,或者如那些主张“万物混杂在一起”的自然学家所说,同样不可能的后果就会发生。
πῶς γὰρ κινηθήσεται, εἰ μὴ ἔσται ἐνεργείᾳ τι αἴτιον;
因为如果没有实际起作用的原因,事物将如何被推动?
οὐ γὰρ ἥ γε ὕλη κινήσει αὐτὴ ἑαυτήν, ἀλλὰ τεκτονική, οὐδὲ τὰ ἐπιμήνια οὐδʼ ἡ γῆ, ἀλλὰ τὰ σπέρματα καὶ ἡ γονή.
因为质料本身不会推动自身,而是木工技术推动它;经血和泥土也不会推动自身,而是种子和精液推动它。
διὸ ἔνιοι ποιοῦσιν ἀεὶ ἐνέργειαν, οἷον Λεύκιππος καὶ Πλάτων· ἀεὶ γὰρ εἶναί φασι κίνησιν.
因此,有些人设定了永恒的现实,例如留基波和柏拉图;因为他们说运动是始终存在的。
ἀλλὰ διὰ τί καὶ τίνα οὐ λέγουσιν, οὐδʼ, εἰ ὡδὶ ἢ ὡδί, τὴν αἰτίαν.
但是为什么如此以及是什么样的运动,他们并没有说明,也没有说如果是以这种方式或那种方式,其原因是什么。
οὐδὲν γὰρ ὡς ἔτυχε κινεῖται, ἀλλὰ δεῖ τι ἀεὶ ὑπάρχειν, ἕσπερ νῦν φύσει μὲν ὡδί, βίᾳ δὲ ἢ ὑπὸ νοῦ ἢ ἄλλου ὡδί.
因为没有任何事物是偶然运动的,而是必须始终有某种原因存在,正如现在自然地以这种方式运动,而由于强力或理智或其他的动因以那种方式运动。
(εἶτα ποία πρώτη;
(那么,哪一种运动是第一位的?
διαφέρει γὰρ ἀμήχανον ὅσον).
因为这其中的差别是无法估量的。
ἀλλὰ μὴν οὐδὲ Πλάτωνί γε οἷόν τε λέγειν ἣν οἴεται ἐνίοτε ἀρχὴν εἶναι, τὸ αὐτὸ ἑαυτὸ κινοῦν· ὕστερον γὰρ καὶ ἅμα τῷ οὐρανῷ ἡ ψυχή, ὡς φησίν.
)然而,柏拉图甚至无法说出他有时认为是原理的 “自我运动者”;因为按照他的说法,灵魂是在天体之后且与天体同时产生的。
τὸ μὲν δὴ δύναμιν οἴεσθαι ἐνεργείας πρότερον ἔστι μὲν ὡς καλῶς ἔστι δʼ ὡς οὔ (εἴρηται δὲ πῶς)· ὅτι δʼ ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας (ὁ γὰρ νοῦς ἐνέργεια) καὶ Ἐμπεδοκλῆς φιλίαν καὶ τὸ νεῖκος, καὶ οἱ ἀεὶ λέγοντες κίνησιν εἶναι, ὥσπερ Λεύκιππος· ὥστʼ οὐκ ἦν ἄπειρον χρόνον χάος ἢ νύξ, ἀλλὰ ταὐτὰ ἀεὶ ἢ περιόδῳ ἢ ἄλλως, εἴπερ πρότερον ἐνέργεια δυνάμεως.
因此,认为潜能在现实之先,在某种意义上是对的,在另一种意义上则不对(其原因已经说明);但是现实在先,阿那克萨哥拉对此作了见证(因为理智是现实),恩培多克勒以“爱”和“斗争”作了见证,那些主张运动是永恒的人也是如此,例如留基波;因此,混沌或夜并没有存在无限长的时间,而是同样的事物始终存在,或以循环的方式,或以其他方式,如果现实确实在潜能之先的话。
εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδῳ, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν.
那么,如果同样的事物始终以循环的方式存在,就必须有某种事物始终以同样的方式保持现实。
εἰ δὲ μέλλει γένεσις καὶ φθορὰ εἶναι, ἄλλο δεῖ εἶναι ἀεὶ ἐνεργοῦν ἄλλως καὶ ἄλλως.
而如果要存在生成和消灭,就必须有另一种事物始终以不同的方式保持现实。
ἀνάγκη ἄρα ὡδὶ μὲν καθʼ αὑτὸ ἐνεργεῖν ὡδὶ δὲ κατʼ ἄλλο· ἤτοι ἄρα καθʼ ἕτερον ἢ κατὰ τὸ πρῶτον.
因此,它必须在这一方面通过自身起作用,而在那一方面通过其他事物起作用;这要么是通过另一个事物,要么是通过第一者。
ἀνάγκη δὴ κατὰ τοῦτο· πάλιν γὰρ ἐκεῖνο αὐτῷ τε αἴτιον κἀκείνῳ.
它必然是通过第一者;因为第一者再次是它自身以及另一个事物的原因。
οὐκοῦν βέλτιον τὸ πρῶτον· καὶ γὰρ αἴτιον ἦν ἐκεῖνο τοῦ ἀεὶ ὡσαύτως· τοῦ δʼ ἄλλως ἕτερον, τοῦ δʼ ἀεὶ ἄλλως ἄμφω δηλονότι.
因此第一者更好;因为它是“始终以同样方式”的原因,而另一个是“以不同方式”的原因,两者显然是“始终以不同方式”的原因。
οὐκοῦν οὕτως καὶ ἔχουσιν αἱ κινήσεις.
因此,运动也就是这样。
τί οὖν ἄλλας δεῖ ζητεῖν ἀρχάς;
那么,为什么还要寻找其他的原理呢?