Humanitext Reader

亚里士多德 · 形而上学 §12.5

现实与潜能的类比统一性与个别原理

第 126 段,共 159 段 · 希腊语

内容简介

作者解释了由于实体独立存在,其原因即为一切事物之因,并且现实与潜在在类比上也是相同的原理,但在质料不同的事物中其区别方式不同。他还进一步指出普遍的原理并不存在,只有个别的原理才是个别事物的原理,并总结了实体与其他范畴的原理在何种意义上相同或不同。

§12.5ἐπεὶ δʼ ἐστὶ τὰ μὲν χωριστὰ τὰ δʼ οὐ χωριστά, οὐσίαι ἐκεῖνα.
由于有些事物是可分离的,而另一些是不可分离的,前者是实体。
καὶ διὰ τοῦτο πάντων αἴτια ταὐτά, ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις.
也正因为如此,一切事物的原因为其相同,因为没有实体,属性和运动就无法存在。
ἔπειτα ἔσται ταῦτα ψυχὴ ἴσως καὶ σῶμα, ἢ νοῦς καὶ ὄρεξις καὶ σῶμα.
其次,这些大概就是灵魂和身体,或者理智、欲望和身体。
—ἔτι δʼ ἄλλον τρόπον τῷ ἀνάλογον ἀρχαὶ αἱ αὐταί, οἷον ἐνέργεια καὶ δύναμις· ἀλλὰ καὶ ταῦτα ἄλλα τε ἄλλοις καὶ ἄλλως.
――此外,在另一种意义上,通过类比,原理是相同的,例如现实与潜在;但即使是这些,对于不同的事物也是不同的,并且以不同的方式存在。
ἐν ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἔστιν ὁτὲ δὲ δυνάμει, οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος (πίπτει δὲ καὶ ταῦτα εἰς τὰ εἰρημένα αἴτια· ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, καὶ τὸ ἐξ ἀμφοῖν στέρησις δέ, οἷον σκότος ἢ κάμνον, δυνάμει δὲ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ δυνάμενον γίγνεσθαι ἄμφω)· ἄλλως δʼ ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη, ὧν ἐνίων οὐκ ἔστι τὸ αὐτὸ εἶδος ἀλλʼ ἕτερον, ὥσπερ ἀνθρώπου αἴτιον τά τε στοιχεῖα, πῦρ καὶ γῆ ὡς ὕλη καὶ τὸ ἴδιον εἶδος, καὶ ἔτι τι ἄλλο ἔξω οἷον ὁ πατήρ, καὶ παρὰ ταῦτα ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, οὔτε ὕλη ὄντα οὔτʼ εἶδος οὔτε στέρησις οὔτε ὁμοειδὲς ἀλλὰ κινοῦντα.
因为在某些情况下,相同的事物有时在现实中存在,有时在潜在中存在,例如酒、肉或人(而这些也属于前述的原因;因为形相在现实中存在,如果它是可分离的的话,由两者合成的复合物也是如此,而缺失也是如此,例如黑暗或病人,但质料则在潜在中存在;因为这就是能够成为两者的东西);但在另一种方式下,对于那些没有相同质料的事物,以及其中一些没有相同形相而是具有不同形相的事物,现实与潜在是有区别的,正如人的原因是元素,作为质料的火和土以及人自身的形相,此外还有外部的其他东西,例如父亲,以及在这些之外的太阳和黄道,它们既不是质料,也不是形相,也不是缺失,也不是同种的事物,而是动因。
ἔτι δὲ ὁρᾶν δεῖ ὅτι τὰ μὲν καθόλου ἔστιν εἰπεῖν, τὰ δʼ οὔ.
此外,必须注意到,有些原因可以普遍地来说,而另一些则不能。
πάντων δὴ πρῶται ἀρχαὶ τὸ ἐνεργείᾳ πρῶτον τοδὶ καὶ ἄλλο ὃ δυνάμει.
事实上,一切事物的首要原理是作为现实的第一者“这个”,以及作为潜在的另一个。
ἐκεῖνα μὲν οὖν τὰ καθόλου οὐκ ἔστιν· ἀρχὴ γὰρ τὸ καθʼ ἕκαστον τῶν καθʼ ἕκαστον·
那些普遍的原理并不存在;因为个别事物是个别事物的原理。
ἄνθρωπος μὲν γὰρ ἀνθρώπου καθόλου, ἀλλʼ οὐκ ἔστιν οὐδείς, ἀλλὰ Πηλεὺς Ἀχιλλέως σοῦ δὲ ὁ πατήρ, καὶ τοδὶ τὸ Β τουδὶ τοῦ ΒΑ, ὅλως δὲ τὸ Β τοῦ ἁπλῶς ΒΑ. ἔπειτα, εἰ δὴ τὰ τῶν οὐσιῶν, ἄλλα δὲ ἄλλων αἴτια καὶ στοιχεῖα, ὥσπερ ἐλέχθη, τῶν μὴ ἐν ταὐτῷ γένει, χρωμάτων ψόφων οὐσιῶν ποσότητος, πλὴν τῷ ἀνάλογον·
因为“人”是普遍的人,但并没有这样一个普遍的人存在,而是佩琉斯是阿喀琉斯的原理,你的父亲是你的原理,这个 B 是这个 BA 的原理,而总的来说,B 是单纯的 BA 的原理。
καὶ τῶν ἐν ταὐτῷ εἴδει ἕτερα, οὐκ εἴδει ἀλλʼ ὅτι τῶν καθʼ ἕκαστον ἄλλο, ἥ τε σὴ ὕλη καὶ τὸ εἶδος καὶ τὸ κινῆσαν καὶ ἡ ἐμή, τῷ καθόλου δὲ λόγῳ ταὐτά.
其次,如果实体的原因确实如此,正如已经说过的,在不同类的事物,如颜色、声音、实体、数量中,不同的事物有不同的原因和元素,除非是通过类比;即使对于同一种的事物,其原因也是不同的――不是在物种上不同,而是因为个别的事物不同,你的质料、形相、动因与我的不同,但在普遍的定义上它们是相同的。
τὸ δὲ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν, πότερον αἱ αὐταὶ ἢ ἕτεραι, δῆλον ὅτι πολλαχῶς γε λεγομένων ἔστιν ἑκάστου, διαιρεθέντων δὲ οὐ ταὐτὰ ἀλλʼ ἕτερα, πλὴν ὡδὶ καὶ πάντων, ὡδὶ μὲν ταὐτὰ ἢ τὸ ἀνάλογον, ὅτι ὕλη, εἶδος, στέρησις, τὸ κινοῦν, καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων, ὅτι ἀναιρεῖται ἀναιρουμένων· ἔτι τὸ πρῶτον ἐντελεχείᾳ· ὡδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία ἃ μήτε ὡς γένη λέγεται μήτε πολλαχῶς λέγεται· καὶ ἔτι αἱ ὗλαι.
至于探求实体的、关系的、性质的原理或元素是什么,它们是相同的还是不同的,显然,由于每一个词都有多种含义,如果将它们区分开来,它们就不是相同的,而是不同的,除非在某种方式下对一切事物都相同;即在某种方式上,它们是相同的或类比地相同,因为存在质料、形相、缺失和动因;并且在某种方式上,实体的原因是一切事物的原因,因为当实体被毁灭时,一切事物都随之毁灭;此外,还有在完全现实态中的第一者;但在另一种方式上,第一原理是不同的,即那些既不作为类被表述、也不具有多种含义的相反者;此外还有质料。
τίνες μὲν οὖν αἱ ἀρχαὶ τῶν αἰσθητῶν καὶ πόσαι, καὶ πῶς αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται.
因此,关于感觉事物的原理是什么、有多少,以及在何种意义上相同、何种意义上不同,已经说明了。

词汇与语法注释

  1. 1071aἐκεῖνα — 指代前文中的 `τὰ μὲν χωριστά`(可分离的事物,即可以独立存在的事物)。此处断定这些事物就是“实体”(`οὐσίαι`)。
  2. 1071a12ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη — 关系代词 `ὧν` 是属格,指代作为 `διαφέρει` 主语(或关系从句先行词)的事物。它解释了在不共享相同质料的事物中,现实与潜在的区别方式有何不同。
  3. 1071a20ἀρχὴ γὰρ τὸ καθʼ ἕκαστον τῶν καθʼ ἕκαστον — 属格 `τῶν καθʼ ἕκαστον` 是依附于 `ἀρχή`(原理)的宾格性属格,表明个别事物是其他个别事物的原理。
  4. 1071a24ἄλλα δὲ ἄλλων — 这是一个表示相关关系的双重属格结构,意为“不同的事物有不同的[原因和元素]”。在文脉上,动词以及“原因和元素(αἴτια καὶ στοιχεῖα)”被省略,需结合前文进行理解。

引用这一段

亚里士多德, 形而上学 §12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。