§12.4τὰ δʼ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλα ἄλλων ἔστιν ὥς, ἔστι δʼ ὡς, ἂν καθόλου λέγῃ τις καὶ κατʼ ἀναλογίαν, ταὐτὰ πάντων.
原因和原理在某种意义上因不同的事物而异,但在另一种意义上,如果人们普遍地且按比例(类比)来说,它们对于一切事物都是相同的。
ἀπορήσειε γὰρ ἄν τις πότερον ἕτεραι ἢ αἱ αὐταὶ ἀρχαὶ καὶ στοιχεῖα τῶν οὐσιῶν καὶ τῶν πρός τι, καὶ καθʼ ἑκάστην δὴ τῶν κατηγοριῶν ὁμοίως.
因为有人可能会提出疑问,实体和关系的原理与元素是不同的还是相同的,对于每一个范畴也是同样的情况。
ἀλλʼ ἄτοπον εἰ ταὐτὰ πάντων· ἐκ τῶν αὐτῶν γὰρ ἔσται τὰ πρός τι καὶ αἱ οὐσίαι.
但是,如果它们对于一切都是相同的,那就太荒谬了;因为那样的话,关系和实体将由相同的元素构成。
τί οὖν τοῦτʼ ἔσται;
那么这会是什么呢?
παρὰ γὰρ τὴν οὐσίαν καὶ τἆλλα τὰ κατηγορούμενα οὐδέν ἐστι κοινόν, πρότερον δὲ τὸ στοιχεῖον ἢ ὧν στοιχεῖον· ἀλλὰ μὴν οὐδʼ ἡ οὐσία στοιχεῖον τῶν πρός τι, οὐδὲ τούτων οὐδὲν τῆς οὐσίας.
因为除了实体和其他被表述的范畴之外,没有任何共同的东西,而元素先于它作为其元素的东西;但实体确实不是关系的元素,这些关系中的任何一个也不是实体的元素。
ἔτι πῶς ἐνδέχεται πάντων εἶναι ταὐτὰ στοιχεῖα;
此外,怎么可能一切事物都具有相同的元素呢?
οὐδὲν γὰρ οἷόν τʼ εἶναι τῶν στοιχείων τῷ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, οἷον τῷ ΒΑ τὸ Β ἢ Α (οὐδὲ δὴ τῶν νοητῶν στοιχεῖόν ἐστιν, οἷον τὸ ὂν ἢ τὸ ἕν·
因为元素中的任何一个都不可能与由元素合成的复合物相同,例如对于 BA 来说,B 或 A 不能与 BA 相同。
ὑπάρχει γὰρ ταῦτα ἑκάστῳ καὶ τῶν συνθέτων).
(当然,理智对象中也没有一个是元素,例如“存在”或“一”;因为这些也属于每一个复合物。
οὐδὲν ἄρʼ ἔσται αὐτῶν οὔτʼ οὐσία οὔτε πρός τι· ἀλλʼ ἀναγκαῖον.
)因此,它们中没有任何一个会是实体或关系;但这是必须的。
οὐκ ἔστιν ἄρα πάντων ταὐτὰ στοιχεῖα.
因此,并不是一切事物都具有相同的元素。
—ἢ ὥσπερ λέγομεν, ἔστι μὲν ὥς, ἔστι δʼ ὡς οὔ, οἷον ἴσως τῶν αἰσθητῶν σωμάτων ὡς μὲν εἶδος τὸ θερμὸν καὶ ἄλλον τρόπον τὸ ψυχρὸν ἡ στέρησις, ὕλη δὲ τὸ δυνάμει ταῦτα πρῶτον καθʼ αὑτό, οὐσίαι δὲ ταῦτά τε καὶ τὰ ἐκ τούτων, ὧν ἀρχαὶ ταῦτα, ἢ εἴ τι ἐκ θερμοῦ καὶ ψυχροῦ γίγνεται ἕν, οἷον σὰρξ ἢ ὀστοῦν· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον.
——或者,正如我们所说,在某种意义上它们是,在另一种意义上它们不是;例如,在感觉身体中,热大概是形相,而在另一种方式上,冷是缺失,质料则是其自身首先潜在地具有这些的东西,而实体则是这些东西本身以及由它们构成的、以它们为原理的东西,或者由热和冷生成的单一之物,例如肉或骨头;因为生成的东西必然与那些东西不同。
τούτων μὲν οὖν ταὐτὰ στοιχεῖα καὶ ἀρχαί (ἄλλων δʼ ἄλλα), πάντων δὲ οὕτω μὲν εἰπεῖν οὐκ ἔστιν, τῷ ἀνάλογον δέ, ὥσπερ εἴ τις εἴποι ὅτι ἀρχαὶ εἰσὶ τρεῖς, τὸ εἶδος καὶ ἡ στέρησις καὶ ἡ ὕλη.
因此,这些东西的元素和原理是相同的(尽管不同的事物有不同的元素和原理),但不能对一切事物都这样说,只能通过类比,就像有人说原理有三个:形相、缺失和质料一样。
ἀλλʼ ἕκαστον τούτων ἕτερον περὶ ἕκαστον γένος ἐστίν, οἷον ἐν χρώματι λευκὸν μέλαν ἐπιφάνεια· φῶς σκότος ἀήρ, ἐκ δὲ τούτων ἡμέρα καὶ νύξ.
但是,这些之中的每一个在每一个类中都是不同的,例如在颜色中是白、黑、表面;在[空气的现象中]是光、暗、空气,由这些产生白天和黑夜。
ἐπεὶ δὲ οὐ μόνον τὰ ἐνυπάρχοντα αἴτια, ἀλλὰ καὶ τῶν ἐκτὸς οἷον τὸ κινοῦν, δῆλον ὅτι ἕτερον ἀρχὴ καὶ στοιχεῖον, αἴτια δʼ ἄμφω, καὶ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, τὸ δʼ ὡς κινοῦν ἢ ἱστὰν ἀρχή τις καὶ οὐσία, ὥστε στοιχεῖα μὲν κατʼ ἀναλογίαν τρία, αἰτίαι δὲ καὶ ἀρχαὶ τέτταρες·
由于不仅内在的原因是原因,而且外在的原因也是原因,例如动因,所以很明显,原理和元素是不同的,但两者都是原因,原理被分为这两者;而作为动因或静止因的原理也是某种原理和实体。
ἄλλο δʼ ἐν ἄλλῳ, καὶ τὸ πρῶτον αἴτιον ὡς κινοῦν ἄλλο ἄλλῳ.
因此,按类比,元素是三个,而原因和原理是四个;但在不同的事物中,这些是不同的,作为动因的第一原因在不同的事物中也不同。
ὑγίεια, νόσος, σῶμα· τὸ κινοῦν ἰατρική.
健康、疾病、身体,动因是医术。
εἶδος, ἀταξία τοιαδί, πλίνθοι· τὸ κινοῦν οἰκοδομική.
形相、某种无秩序、砖块,动因是建筑术。
ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώπῳ ἄνθρωπος, ἐν δὲ τοῖς ἀπὸ διανοίας τὸ εἶδος ἢ τὸ ἐναντίον, τρόπον τινὰ τρία αἴτια ἂν εἴη, ὡδὶ δὲ τέτταρα.
由于在自然之物中,人的动因是人,而在思想之物中,动因是形相或其相反者,因此在某种意义上原因有三个,在另一种意义上是四个。
ὑγίεια γάρ πως ἡ ἰατρική, καὶ οἰκίας εἶδος ἡ οἰκοδομική, καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ· ἔτι παρὰ ταῦτα τὸ ὡς πρῶτον πάντων κινοῦν πάντα.
因为医术在某种意义上是健康,建筑术是房屋的形相,而且人产生人;此外,在这些之外,还有那作为一切事物之第一推动者而运动一切的事物。