§12.3μετὰ ταῦτα ὅτι οὐ γίγνεται οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος, λέγω δὲ τὰ ἔσχατα.
在这之后,必须说明,质料和形相都不是生成的,我是指最终的质料和形相。
πᾶν γὰρ μεταβάλλει τὶ καὶ ὑπό τινος καὶ εἴς τι· ὑφʼ οὗ μέν, τοῦ πρώτου κινοῦντος· ὃ δέ, ἡ ὕλη· εἰς ὃ δέ, τὸ εἶδος.
因为一切变化的事物,都是某物被某物改变而成为某物;由之改变者是第一运动者;被改变者是质料;其改变成的则是形相。
εἰς ἄπειρον οὖν εἶσιν, εἰ μὴ μόνον ὁ χαλκὸς γίγνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἢ ὁ χαλκός· ἀνάγκη δὴ στῆναι.
因此,如果不仅青铜变成圆的,而且连圆或青铜本身也是生成的,那就会陷入无限倒退;所以必然要在某处停止。
—μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίγνεται οὐσία (τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα).
——在此之后,每个实体都是从同名的东西中生成的(因为自然之物以及其他事物都是实体)。
ἢ γὰρ τέχνῃ ἢ φύσει γίγνεται ἢ τύχῃ ἢ τῷ αὐτομάτῳ.
因为生成要么是通过技术,要么是通过自然,要么是通过运气,要么是通过自发。
ἡ μὲν οὖν τέχνη ἀρχὴ ἐν ἄλλῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὐτῷ (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ), αἱ δὲ λοιπαὶ αἰτίαι στερήσεις τούτων.
技术是存在于他者之中的原理,而自然则是存在于自身之中的原理(因为人产生人),其余的原因则是这些原理的缺失。
οὐσίαι δὲ τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι (ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον), ἡ δὲ φύσις τόδε τι καὶ ἕξις τις εἰς ἥν· ἔτι τρίτη ἡ ἐκ τούτων ἡ καθʼ ἕκαστα, οἷον Σωκράτης ἢ Καλλίας.
实体有三种:第一是质料,它通过表现而成为‘这个’(因为凡是靠接触而非有机结合在一起的,都是质料和基底);第二是自然,它是‘这个’,也是某种变化所指向的具有;第三则是结合这两者而成的个别实体,例如苏格拉底或卡里亚斯。
ἐπὶ μὲν οὖν τινῶν τὸ τόδε τι οὐκ ἔστι παρὰ τὴν συνθετὴν οὐσίαν, οἷον οἰκίας τὸ εἶδος, εἰ μὴ ἡ τέχνη (οὐδʼ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλʼ ἄλλον τρόπον εἰσὶ καὶ οὐκ εἰσὶν οἰκία τε ἡ ἄνευ ὕλης καὶ ὑγίεια καὶ πᾶν τὸ κατὰ τέχνην), ἀλλʼ εἴπερ, ἐπὶ τῶν φύσει·
所以,在某些情况下,‘这个’并不存在于复合实体之外,例如房屋的形相,除非技术就是该形相(而且这些事物并没有生成和消灭,而是以另一种方式存在和不存在,如无质料的房屋、健康以及一切依照技术而存在的东西);但是,如果说有独立存在的,那也是在自然之物中。
διὸ δὴ οὐ κακῶς Πλάτων ἔφη ὅτι εἴδη ἔστιν ὁπόσα φύσει, εἴπερ ἔστιν εἴδη ἄλλα τούτων οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστʼ οὐσίας ἡ τελευταία.
所以柏拉图说‘凡是自然之物皆有形相’是不无道理的,如果真的在这些事物之外还存在着形相的话,例如火、肉、头;因为所有这些都是质料,而且是那最真实的实体的最终质料。
τὰ μὲν οὖν κινοῦντα αἴτια ὡς προγεγενημένα ὄντα, τὰ δʼ ὡς ὁ λόγος ἅμα.
所以,作为动因的原因是在先存在的,而作为定义的原因则是与之同时存在的。
ὅτε γὰρ ὑγιαίνει ὁ ἄνθρωπος, τότε καὶ ἡ ὑγίεια ἔστιν, καὶ τὸ σχῆμα τῆς χαλκῆς σφαίρας ἅμα καὶ ἡ χαλκῆ σφαῖρα (εἰ δὲ καὶ ὕστερόν τι ὑπομένει, σκεπτέον·
因为当人健康时,健康也就存在了,青铜球的形状与青铜球也是同时存在的。
ἐπʼ ἐνίων γὰρ οὐδὲν κωλύει, οἷον εἰ ἡ ψυχὴ τοιοῦτον, μὴ πᾶσα ἀλλʼ ὁ νοῦς· πᾶσαν γὰρ ἀδύνατον ἴσως).
(但是,事后是否还有什么东西持存下来,这需要加以考察;因为在某些情况下,并没有什么能阻止这一点,例如,如果灵魂是这样一种东西,不是全部灵魂,而是理性;因为要让全部灵魂持存大概是不可能的。
φανερὸν δὴ ὅτι οὐδὲν δεῖ διά γε ταῦτʼ εἶναι τὰς ἰδέας· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὁ καθʼ ἕκαστον τὸν τινά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν· ἡ γὰρ ἰατρικὴ τέχνη ὁ λόγος τῆς ὑγιείας ἐστίν.
)因此很明显,至少因为这些原因,根本没有必要让理念存在;因为人产生人,个别的人产生某个特定的人;在技术方面也是如此,因为医术就是健康的定义。