§12.1περὶ τῆς οὐσίας ἡ θεωρία· τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητοῦνται.
关于实体的考察;因为人们所寻求的是实体的原理和原因。
καὶ γὰρ εἰ ὡς ὅλον τι τὸ πᾶν, ἡ οὐσία πρῶτον μέρος· καὶ εἰ τῷ ἐφεξῆς, κἂν οὕτως πρῶτον ἡ οὐσία, εἶτα τὸ ποιόν, εἶτα τὸ ποσόν.
因为如果万有是某种整体,则实体是其首要的部分;即便它们是相继排列的,在这种情况下实体依然在先,然后是性质,然后是数量。
ἅμα δὲ οὐδʼ ὄντα ὡς εἰπεῖν ἁπλῶς ταῦτα, ἀλλὰ ποιότητες καὶ κινήσεις, ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθύ· λέγομεν γοῦν εἶναι καὶ ταῦτα, οἷον ἔστιν οὐ λευκόν.
同时,这些甚至不能说是无条件存在的,而只是性质和运动,或者甚至是『非白』和『不直』;至少我们说这些也存在,例如『有非白存在』。
ἔτι οὐδὲν τῶν ἄλλων χωριστόν.
此外,其他任何范畴都不能独立存在。
μαρτυροῦσι δὲ καὶ οἱ ἀρχαῖοι ἔργῳ· τῆς γὰρ οὐσίας ἐζήτουν ἀρχὰς καὶ στοιχεῖα καὶ αἴτια.
古人也用事实证明了这一点;因为他们寻求的是实体的原理、元素和原因。
οἱ μὲν οὖν νῦν τὰ καθόλου οὐσίας μᾶλλον τιθέασιν (τὰ γὰρ γένη καθόλου, ἅ φασιν ἀρχὰς καὶ οὐσίας εἶναι μᾶλλον διὰ τὸ λογικῶς ζητεῖν)· οἱ δὲ πάλαι τὰ καθʼ ἕκαστα, οἷον πῦρ καὶ γῆν, ἀλλʼ οὐ τὸ κοινόν, σῶμα.
所以,现代人更倾向于将普遍者设想为实体(因为属是普遍者,他们之所以说属更具有原理和实体的性质,是因为他们从逻辑上进行探求);而古人则将个别者,例如火和土,设想为实体,而不是把共同的『物体』设想为实体。
οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητή—ἧς ἡ μὲν ἀΐδιος ἡ δὲ φθαρτή, ἣν πάντες ὁμολογοῦσιν, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα —ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά· ἄλλη δὲ ἀκίνητος, καὶ ταύτην φασί τινες εἶναι χωριστήν, οἱ μὲν εἰς δύο διαιροῦντες, οἱ δὲ εἰς μίαν φύσιν τιθέντες τὰ εἴδη καὶ τὰ μαθηματικά, οἱ δὲ τὰ μαθηματικὰ μόνον τούτων.
而实体有三种:一种是可感知的实体——其中一部分是永恒的,另一部分是可消灭的,后者是大家公认的,如植物和动物——对于这种实体,我们必须把握其元素,无论是一个还是多个;另一种是不动的,有人说它是独立存在的,其中有些人将其分为两类,另一些人则把理念和数学对象置于同一种本性之中,还有一些人则在这些当中仅承认数学对象。
ἐκεῖναι μὲν δὴ φυσικῆς (μετὰ κινήσεως γάρ), αὕτη δὲ ἑτέρας, εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή.
前述的那些实体属于自然学(因为它们涉及运动),而后者则属于另一门学科,如果它们之间没有共同的原理的话。
ἡ δʼ αἰσθητὴ οὐσία μεταβλητή.
可感知的实体是可变化的。
εἰ δʼ ἡ μεταβολὴ ἐκ τῶν ἀντικειμένων ἢ τῶν μεταξύ, ἀντικειμένων δὲ μὴ πάντων (οὐ λευκὸν γὰρ ἡ φωνή) ἀλλʼ ἐκ τοῦ ἐναντίου, ἀνάγκη ὑπεῖναί τι τὸ μεταβάλλον εἰς τὴν ἐναντίωσιν· οὐ γὰρ τὰ ἐναντία μεταβάλλει.
如果变化是从对置者或中间者而来的,且并非从所有的对置者(因为声音是‘非白’,但它不发生颜色上的变化)而是从相反者而来,那么就必然存在某种作为基础的东西,它变化成相反的状态;因为相反者自身是不发生变化的。
§12.2ἔτι τὸ μὲν ὑπομένει, τὸ δʼ ἐναντίον οὐχ ὑπομένει· ἔστιν ἄρα τι τρίτον παρὰ τὰ ἐναντία, ἡ ὕλη.
此外,其中一个持存,而其相反者则不持存;因此,在相反者之外存在着第三种东西,即质料。
εἰ δὴ αἱ μεταβολαὶ τέτταρες, ἢ κατὰ τὸ τί ἢ κατὰ τὸ ποῖον ἢ πόσον ἢ ποῦ, καὶ γένεσις μὲν ἡ ἁπλῆ καὶ φθορὰ ἡ κατὰ τὸ τόδε, αὔξησις δὲ καὶ φθίσις ἡ κατὰ τὸ ποσόν, ἀλλοίωσις δὲ ἡ κατὰ τὸ πάθος, φορὰ δὲ ἡ κατὰ τόπον, εἰς ἐναντιώσεις ἂν εἶεν τὰς καθʼ ἕκαστον αἱ μεταβολαί.
既然变化有四种,要么是关于‘是什么’,要么是关于性质、数量或场所,而且无条件的生成和消灭是关于‘这个’,增加和减少是关于数量,质变是关于受动,位移是关于场所,那么这些变化应当是向着各自的相反状态的变化。
ἀνάγκη δὴ μεταβάλλειν τὴν ὕλην δυναμένην ἄμφω· ἐπεὶ δὲ διττὸν τὸ ὄν, μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄν (οἷον ἐκ λευκοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ λευκόν, ὁμοίως δὲ καὶ ἐπʼ αὐξήσεως καὶ φθίσεως), ὥστε οὐ μόνον κατὰ συμβεβηκὸς ἐνδέχεται γίγνεσθαι ἐκ μὴ ὄντος, ἀλλὰ καὶ ἐξ ὄντος γίγνεται πάντα, δυνάμει μέντοι ὄντος, ἐκ μὴ ὄντος δὲ ἐνεργείᾳ.
因此,质料必然是具有能够变成两者的潜能而发生变化的;由于‘存在’具有双重含义,一切事物都从潜能的存在变化为现实的存在(例如从潜能的白变化为现实的白,关于增加和减少也是如此),因此,不仅可能偶然地从非存在中生成,而且一切事物都是从存在中生成的,只是从潜能的存在中生成,而从现实的非存在中生成。
καὶ τοῦτʼ ἔστι τὸ Ἀναξαγόρου ἕν· βέλτιον γὰρ ἢ
"ὁμοῦ πάντα"
—καὶ Ἐμπεδοκλέους τὸ μῖγμα καὶ Ἀναξιμάνδρου, καὶ ὡς Δημόκριτός φησιν—"ἦν ὁμοῦ πάντα δυνάμει, ἐνεργείᾳ δʼ οὔ"· ὥστε τῆς ὕλης ἂν εἶεν ἡμμένοι·
而这就是阿那克萨哥拉的‘一’;因为这比‘万物共处’更好——也比恩培多克勒的‘混合物’、阿那克西曼德的混合物、以及正如德谟克利特所说的更好——‘万物在潜能上共处,但在现实上则不然’;因而他们其实已经触及了质料。
πάντα δʼ ὕλην ἔχει ὅσα μεταβάλλει, ἀλλʼ ἑτέραν· καὶ τῶν ἀϊδίων ὅσα μὴ γενητὰ κινητὰ δὲ φορᾷ, ἀλλʼ οὐ γενητὴν ἀλλὰ ποθὲν ποί.
凡是发生变化的事物都具有质料,但具有不同的质料;而在永恒的事物中,那些不被生成、但在位移上运动的事物也具有质料,但不是用于生成的质料,而是用于从一处到另一处的位移质料。
ἀπορήσειε δʼ ἄν τις ἐκ ποίου μὴ ὄντος ἡ γένεσις· τριχῶς γὰρ τὸ μὴ ὄν.
有人可能会问,生成是从何种非存在中产生的;因为非存在有三种含义。
εἰ δή τι ἔστι δυνάμει, ἀλλʼ ὅμως οὐ τοῦ τυχόντος ἀλλʼ ἕτερον ἐξ ἑτέρου· οὐδʼ ἱκανὸν ὅτι ὁμοῦ πάντα χρήματα· διαφέρει γὰρ τῇ ὕλῃ, ἐπεὶ διὰ τί ἄπειρα ἐγένετο ἀλλʼ οὐχ ἕν;
如果某物在潜能上存在,但它依然不是从任意的事物中生成的,而是不同的东西从不同的东西中生成的;‘万物共处’是不够的;因为它们在质料上是有区别的,否则,为什么会生成无限多的东西,而不是一个呢?
ὁ γὰρ νοῦς εἷς, ὥστʼ εἰ καὶ ἡ ὕλη μία, ἐκεῖνο ἐγένετο ἐνεργείᾳ οὗ ἡ ὕλη ἦν δυνάμει.
因为理性是一,如果质料也是一,那么现实上生成的,就只能是质料在潜能上所是的那一个事物。
τρία δὴ τὰ αἴτια καὶ τρεῖς αἱ ἀρχαί, δύο μὲν ἡ ἐναντίωσις, ἧς τὸ μὲν λόγος καὶ εἶδος τὸ δὲ στέρησις, τὸ δὲ τρίτον ἡ ὕλη.
因此,原因有三个,原理也有三个:两个是相反者,其中一个是公式和形相,另一个是缺失,而第三个则是质料。