§11.12#2καὶ ἔτι τί εἰς ὃ κινοῦνται;
此外,它们所运动向的目标又是什么?
δεῖ γὰρ εἶναι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν ἢ γένεσιν.
因为必须存在关于这、从这、到这的运动或生成。
πῶς οὖν;
那么该如何呢?
οὐ γὰρ ἔσται μάθησις τῆς μαθήσεως, ὥστʼ οὐδὲ γένεσις γενέσεως.
因为不会有学习的学习,因此也不会有生成的生成。
ἐπεὶ δʼ οὔτʼ οὐσίας οὔτε τοῦ πρός τι οὔτε τοῦ ποιεῖν καὶ πάσχειν, λείπεται κατὰ τὸ ποιὸν καὶ ποσὸν καὶ τόπον κίνησιν εἶναι (τούτων γὰρ ἑκάστῳ ἐναντίωσις ἔστιν), λέγω δὲ τὸ ποιὸν οὐ τὸ ἐν τῇ οὐσίᾳ (καὶ γὰρ ἡ διαφορὰ ποιόν) ἀλλὰ τὸ παθητικόν, καθʼ ὃ λέγεται πάσχειν ἢ ἀπαθὲς εἶναι.
既然既不存在实体的运动,也不存在关系的运动,也不存在能动与受动的运动,那么剩下的就是只有关于性质、数量和场所的运动(因为这些每一个都有对立面)。 而我所说的性质,并不是指在实体中的性质(因为种差也是一种性质),而是指受动性的性质,根据这种性质,属性被称为受动或不受动。
τὸ δὲ ἀκίνητον τό τε ὅλως ἀδύνατον κινηθῆναι καὶ τὸ μόλις ἐν χρόνῳ πολλῷ ἢ βραδέως ἀρχόμενον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον μὴ κινούμενον δὲ ὅτε πέφυκε καὶ οὗ καὶ ὥς·
而不动者,是指或者完全不可能被运动的,或者是经过很长时间才勉强开始运动、或者开始得极慢的,或者是本性上适合运动且能够运动,但在其本性上应该的时间、地方和方式下却没有在运动的。
ὃ καλῶ ἠρεμεῖν τῶν ἀκινήτων μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
在不动者中,我唯独称这第三种为‘静止’;因为静止与运动相对立,因此它应当是对于能接受运动者的欠缺。
ἅμα κατὰ τόπον ὅσα ἐν ἑνὶ τόπῳ πρώτῳ, καὶ χωρὶς ὅσα ἐν ἄλλῳ·
在场所中‘共处’是指那些在同一个首要场所之中的事物,而‘分离’是指在不同场所之中的事物。
ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα·
而‘接触’是指那些极限在一起的事物。
μεταξὺ δʼ εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν τὸ συνεχῶς μεταβάλλον.
而‘中间’是指,连续变化着的事物在其根据本性到达它最后所变化到的终点之前,按本性先到达的地方。
ἐναντίον κατὰ τόπον τὸ κατʼ εὐθεῖαν ἀπέχον πλεῖστον·
在场所上的‘相反’是指在直线上距离最远的事物。
ἑξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος, θέσει ἢ εἴδει ἢ ἄλλως πως ἀφορισθέντος, μηθὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστίν, οἷον γραμμαὶ γραμμῆς ἢ μονάδες μονάδος ἢ οἰκίας οἰκία (ἄλλο δʼ οὐθὲν κωλύει μεταξὺ εἶναι).
而‘紧随其后’是指在起点之后、通过位置或形相或以其他方式被确定的事物,在它自身与它所紧随的事物之间,没有同一属的任何事物夹在中间(但并不妨碍有其他属的事物夹在中间)。
τὸ γὰρ ἑξῆς τινὸς ἐφεξῆς καὶ ὕστερόν τι· οὐ γὰρ τὸ ἓν ἑξῆς τῶν δύο οὐδʼ ἡ νουμηνία τῆς δευτέρας.
因为‘紧随其后’是紧随某物之后且是在后的;因为‘一’并不紧随‘二’之后,新月也不紧随初二之后。
ἐχόμενον δὲ ὃ ἂν ἑξῆς ὂν ἅπτηται.
而‘接邻’是指那些处于紧随其后的位置并且接触着的事物。
ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ταῦτα δὲ τὰ ἐναντία καὶ ἀντίφασις, ἀντιφάσεως δʼ οὐδὲν ἀνὰ μέσον, δῆλον ὡς ἐν τοῖς ἐναντίοις τὸ μεταξύ.
既然一切变化都在对置者之间进行,而对置者是相反者和矛盾者,且矛盾者之间没有任何中间者,那么显然,‘中间’存在于相反者之间。
τὸ δὲ συνεχὲς ὅπερ ἐχόμενόν τι.
而‘连续’是接邻的一种。
λέγω δὲ συνεχὲς ὅταν ταὐτὸ γένηται καὶ ἓν τὸ ἑκατέρου πέρας οἷς ἅπτονται καὶ συνέχονται, ὥστε δῆλον ὅτι τὸ συνεχὲς ἐν τούτοις ἐξ ὧν ἕν τι πέφυκε γίγνεσθαι κατὰ τὴν σύναψιν.
我所说的连续,是指当两者接触并连结在一起时,各自的极限合而为一、成为相同的一个;所以显然,连续存在于那些因其结合而本性能生成某一个整体的事物之中。
καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς, δῆλον (τὸ γὰρ ἐφεξῆς οὐχ ἅπτεται, τοῦτο δʼ ἐφεξῆς· καὶ εἰ συνεχές, ἅπτεται, εἰ δʼ ἅπτεται, οὔπω συνεχές· ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, οὐκ ἔστι σύμφυσις ἐν τούτοις)· ὥστʼ οὐκ ἔστι στιγμὴ μονάδι ταὐτόν· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δʼ οὔ, ἀλλὰ τὸ ἐφεξῆς· καὶ τῶν μὲν μεταξύ τι τῶν δʼ οὔ.
而且,‘紧随其后’显然在先(因为紧随其后者并不一定接触,但接触者必然紧随其后;如果它是连续的,它就接触,但如果它接触,它还并不就是连续的;在没有接触的地方,就不会有合生);所以点和单位不是同一回事;因为对点来说存在着接触,对单位来说则不然,而只有‘紧随其后’;并且前者之间存在某种中间物,而后者之间则没有。