§11.9ἔστι δὲ τὸ μὲν ἐνεργείᾳ μόνον τὸ δὲ δυνάμει τὸ δὲ δυνάμει καὶ ἐνεργείᾳ, τὸ μὲν ὂν τὸ δὲ ποσὸν τὸ δὲ τῶν λοιπῶν.
事物中,有的是仅在现实活动中存在的,有的是在潜能中存在的,有的是在潜能和现实活动中共同存在的,而这些要么是实体,要么是数量,或者是其他范畴之一。
οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ κατὰ τὰς τοῦ ὄντος κατηγορίας, κοινὸν δʼ ἐπὶ τούτων οὐδέν ἐστιν ὃ οὐδʼ ἐν μιᾷ κατηγορίᾳ.
而且,并不存在脱离事物的运动;因为变化总是根据有的范畴进行的,而在这些范畴中并没有什么共同的东西是不属于任何范畴的。
ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν (οἷον τὸ τόδε—τὸ μὲν γὰρ μορφὴ αὐτοῦ τὸ δὲ στέρησις—καὶ κατὰ τὸ ποιὸν τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, καὶ κατὰ τὸ ποσὸν τὸ μὲν τέλειον τὸ δὲ ἀτελές, καὶ κατὰ φορὰν τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ κοῦφον καὶ βαρύ)· ὥστε κινήσεως καὶ μεταβολῆς τοσαῦτʼ εἴδη ὅσα τοῦ ὄντος.
而每一个范畴都以双重方式存在于万物之中(例如,“这个”——因为其一是形式,其二是缺失——在性质中其一是白,其二是黑,在数量中其一是完全,其二是未完全,在位移中其一是上,其二是下,或者轻与重);因此,运动和变化的种类与有的种类一样多。
διῃρημένου δὲ καθʼ ἕκαστον γένος τοῦ μὲν δυνάμει τοῦ δʼ ἐντελεχείᾳ, τὴν τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστιν ἐνέργειαν λέγω κίνησιν.
在每一个类中,既然潜能与现实已经被区分开来,我把潜能者作为潜能者的现实活动称为运动。
ὅτι δʼ ἀληθῆ λέγομεν, ἐνθένδε δῆλον· ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐνεργείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις· ὁμοίως μάθησις, ἰάτρευσις, βάδισις, ἅλσις, γήρανσις, ἅδρυνσις.
我们说的是真理,这从以下情况可以明显看出:因为当可建筑者,在正如我们称它为可建筑者的意义上,处于现实活动中时,它正在被建筑,这就是建筑过程;同样地,学习、医疗、步行、跳跃、衰老、成熟也是如此。
συμβαίνει δὲ κινεῖσθαι ὅταν ἡ ἐντελέχεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔθʼ ὕστερον.
而运动恰好发生在这一现实活动本身存在的时候,既不在此之前,也不在此之后。
ἡ δὴ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ, οὐχ ᾗ αὐτὸ ἀλλʼ ᾗ κινητόν, κίνησίς ἐστιν.
因此,潜能存在的对象的现实活动,当它作为完全现实而活动时,不是作为它自身而是作为可运动者,就是运动。
λέγω δὲ τὸ ᾗ ὧδε.
我所说的“作为如此”是这个意思。
ἔστι γὰρ ὁ χαλκὸς δυνάμει ἀνδριάς· ἀλλʼ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, ᾗ χαλκός, κίνησίς ἐστιν.
例如,青铜是潜能中的雕像;但是,青铜作为青铜的完全现实,并不是运动。
οὐ γὰρ ταὐτὸν χαλκῷ εἶναι καὶ δυνάμει τινί, ἐπεὶ εἰ ταὐτὸν ἦν ἁπλῶς κατὰ τὸν λόγον, ἦν ἂν ἡ τοῦ χαλκοῦ ἐντελέχεια κίνησίς τις.
因为是青铜并不等同于具有某种潜能,因为如果它们在定义(逻辑)上完全等同,那么青铜的完全现实就会是某种运动。
οὐκ ἔστι δὲ ταὐτό (δῆλον δʼ ἐπὶ τῶν ἐναντίων· τὸ μὲν γὰρ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι κάμνειν οὐ ταὐτόν—καὶ γὰρ ἂν τὸ ὑγιαίνειν καὶ τὸ κάμνειν ταὐτὸν ἦν—τὸ δʼ ὑποκείμενον καὶ ὑγιαῖνον καὶ νοσοῦν, εἴθʼ ὑγρότης εἴθʼ αἷμα, ταὐτὸ καὶ ἕν).
但它们并不等同(这在相反事物的情况下很明显:因为能够健康和能够生病并不等同——因为如果等同,健康和生病也将等同——而作为健康和生病的基质,无论是体液还是血液,都是同一个且为一)。
ἐπεὶ δὲ οὐ τὸ αὐτό, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, ἡ τοῦ δυνατοῦ καὶ ᾗ δυνατὸν ἐντελέχεια κίνησίς ἐστιν.
既然它们不等同,就像颜色和可见者不等同一样,那么潜能者的、且作为潜能者的完全现实就是运动。
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέχεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔθʼ ὕστερον, δῆλον (ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητὸν ᾗ οἰκοδομητόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια ᾗ οἰκοδομητὸν οἰκοδόμησίς ἐστιν· ἢ γὰρ τοῦτό ἐστιν, ἡ οἰκοδόμησις, ἡ ἐνέργεια, ἢ οἰκία· ἀλλʼ ὅταν οἰκία ᾖ, οὐκέτι οἰκοδομητόν, οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι, ἡ δʼ οἰκοδόμησις κίνησίς τις, ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων)· ὅτι δὲ καλῶς εἴρηται, δῆλον ἐξ ὧν οἱ ἄλλοι λέγουσι περὶ αὐτῆς, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν.
因此,运动就是这个,而且运动恰好发生在这一完全现实本身存在的时候,既不在此之前,也不在此之后,这是显而易见的(因为每一个事物都有可能在此时活动,在彼时而不活动,例如可建筑者作为可建筑者,而可建筑者作为可建筑者的现实活动就是建筑;因为这一现实活动要么是这个建筑过程,要么是房屋;但当房屋存在时,它就不再是可建筑的了,而正在被建筑的正是可建筑者;因此,现实活动必然是建筑,而建筑是某种运动,同样的道理也适用于其他运动);而这一说法是正确的,这从别人关于它的说法中,以及从不容易用其他方式定义它这一事实中可以明显看出。
οὔτε γὰρ ἐν ἄλλῳ τις γένει δύναιτʼ ἂν θεῖναι αὐτήν· δῆλον δʼ ἐξ ὧν λέγουσιν· οἱ μὲν γὰρ ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, ὧν οὐδὲν ἀνάγκη κινεῖσθαι, ἀλλʼ οὐδʼ ἡ μεταβολὴ οὔτʼ εἰς ταῦτα οὔτʼ ἐκ τούτων μᾶλλον ἢ τῶν ἀντικειμένων.
因为既不能把运动归入任何其他类中,这从他们所说的话中可以明显看出:因为有人说运动是“他者性”、“不等性”和“非有”,但这些东西都不必然运动,变化也不比从它们的相反者更偏向于向这些事物变化或从这些事物变化。
αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δʼ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν οὔτε τῶν λοιπῶν κατηγοριῶν.
他们将运动置于这些之中的原因,是因为运动似乎是某种无限(不定)的东西,而另一列对立面中的原理因为是缺失性的,所以也是无定限的;因为它们中任何一个都不是“这个”,也不是“如此的”,也不属于其他任何范畴。
τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτʼ εἰς δύναμιν τῶν ὄντων οὔτʼ εἰς ἐνέργειαν ἔστι θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης, οὔτε τὸ ἐνεργείᾳ ποσόν, ἥ τε κίνησις ἐνέργεια μὲν εἶναι δοκεῖ τις, ἀτελὴς δέ· αἴτιον δʼ ὅτι ἀτελὲς τὸ δυνατὸν οὗ ἐστὶν ἐνέργεια.
而运动似乎是无定限的原因,是因为它既不能被置于事物的潜能中,也不能被置于现实活动中;因为既不是潜能上的数量必然运动,也不是现实中的数量运动,而运动似乎确实是某种现实活动,但是不完全的;其原因在于,作为其现实活动的那个潜能者是不完全的。
καὶ διὰ τοῦτο χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν ἀνάγκη θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν ἁπλῆν, τούτων δʼ οὐδὲν φαίνεται ἐνδεχόμενον, ὥστε λείπεται τὸ λεχθὲν εἶναι, καὶ ἐνέργειαν καὶ ἐνέργειαν τὴν εἰρημένην, ἰδεῖν μὲν χαλεπὴν ἐνδεχομένην δʼ εἶναι.
由于这个原因,很难把握它是什么;因为必然要把它归于缺失,或归于潜能,或归于单纯的现实活动,而这些似乎都不可能,从而只剩下所说的那种途径,即它是一种现实活动,而且是我们已经描述过的那种现实活动,它虽然难以看清,但却是可能存在的。
καὶ ὅτι ἐστὶν ἡ κίνησις ἐν τῷ κινητῷ, δῆλον· ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ.
而且,运动在可运动者中,这是显而易见的;因为它是可运动者在能动者作用下的完全现实。
καὶ ἡ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν.
而能动者的现实活动并非其他。
δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστι τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν, ἀλλʼ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥσθʼ ὁμοίως μία ἡ ἀμφοῖν ἐνέργεια ὥσπερ τὸ αὐτὸ διάστημα ἓν πρὸς δύο καὶ δύο πρὸς ἕν, καὶ τὸ ἄναντες καὶ τὸ κάταντες, ἀλλὰ τὸ εἶναι οὐχ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου.
因为两者都必须有完全现实;因为能动者凭借能够移动则是“能动的”,凭借活动而成为“移动着的”,但它是对可运动者起作用的,所以两者的现实活动同样是一,就像一到二的距离与二到一的距离,以及上坡和下坡是同一的,尽管它们的存在(本质)不是一;在动者和被动者的情况下也是如此。