Humanitext Reader

亚里士多德 · 形而上学 §11.10#1

无限的定义与感性无限实体的不可能性

第 118 段,共 159 段 · 希腊语

内容简介

亚里士多德在整理无限的定义之后,论证了无限既不能作为独立的实体存在,也不能在现实中存在,并进一步从逻辑和自然物理学的角度证明了在感性世界中并不存在无限的身体。

§11.10#1τὸ δʼ ἄπειρον ἢ τὸ ἀδύνατον διελθεῖν τῷ μὴ πεφυκέναι διιέναι, καθάπερ ἡ φωνὴ ἀόρατος, ἢ τὸ διέξοδον ἔχον ἀτελεύτητον, ἢ ὃ μόλις, ἢ ὃ πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον ἢ πέρας·
无限,或者是由于其本性不容许被通过而不可能被通过的东西(正如声音是不可见的一样),或者是具有无尽通道的东西,或者是难以通过的东西,或者是本性上应当具有通道或极限但实际上不具有的东西。
ἔτι προσθέσει ἢ ἀφαιρέσει ἢ ἄμφω.
此外,(它可以通过)相加、相减或两者兼而有之(而被称为无限)。
χωριστὸν μὲν δὴ αὐτό τι ὂν οὐχ οἷόν τʼ εἶναι·
显然,无限不可能作为某种分离的实体自身存在。
εἰ γὰρ μήτε μέγεθος μήτε πλῆθος, οὐσία δʼ αὐτὸ τὸ ἄπειρον καὶ μὴ συμβεβηκός, ἀδιαίρετον ἔσται (τὸ γὰρ διαιρετὸν ἢ μέγεθος ἢ πλῆθος), εἰ δὲ ἀδιαίρετον, οὐκ ἄπειρον, εἰ μὴ καθάπερ ἡ φωνὴ ἀόρατος·
因为如果它既不是大小,也不是多数,而无限自身是实体而非偶性,它将是不可分的(因为可分的东西要么是大小,要么是多数);但如果它是不可分的,它就不是无限,除非像声音是不可见的那样。
ἀλλʼ οὐχ οὕτω λέγουσιν οὐδʼ ἡμεῖς ζητοῦμεν, ἀλλʼ ὡς ἀδιέξοδον.
但这既不是人们所说的意思,也不是我们所探究的,我们所探究的是不可通过的意义上的无限。
ἔτι πῶς ἐνδέχεται καθʼ αὑτὸ εἶναι ἄπειρον, εἰ μὴ καὶ ἀριθμὸς καὶ μέγεθος, ὧν πάθος τὸ ἄπειρον;
此外,如果作为无限的属性的数和大小本身都不能独立存在,无限又如何能够凭自身存在呢?
ἔτι εἰ κατὰ συμβεβηκός, οὐκ ἂν εἴη στοιχεῖον τῶν ὄντων ᾗ ἄπειρον, ὥσπερ οὐδὲ τὸ ἀόρατον τῆς διαλέκτου, καίτοι ἡ φωνὴ ἀόρατος.
此外,如果它是作为偶性存在的,那么在它作为无限的意义上,它就不会是存在物的元素,正作不可见者不是言语的元素一样,尽管声音是不可见的。
καὶ ὅτι οὐκ ἔστιν ἐνεργείᾳ εἶναι τὸ ἄπειρον, δῆλον.
而且,无限不能在现实中存在,这也是显而易见的。
ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον μέρος τὸ λαμβανόμενον (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθʼ ὑποκειμένου), ὥστε ἢ ἀδιαίρετον, ἢ εἰς ἄπειρα διαιρετόν, εἰ μεριστόν·
因为如果无限是实体而不是关于基质的陈述,那么取它的任何一部分都将是无限的(因为对于无限来说,其存在与无限自身是同一的);因此,它要么是不可分的,要么如果它是可分割的,就必须分割成无限。
πολλὰ δʼ εἶναι τὸ αὐτὸ ἀδύνατον ἄπειρα (ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτως ἄπειρον ἀπείρου, εἰ ἔστιν οὐσία καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαίρετον.
但同一个东西不可能成为许多个无限(因为正如空气的一部分是空气一样,如果无限是实体和原理,那么无限的一部分也就是无限);因此它是无部分且不可分的。
ἀλλὰ ἀδύνατον τὸ ἐντελεχείᾳ ὂν ἄπειρον (ποσὸν γὰρ εἶναι ἀνάγκη)· κατὰ συμβεβηκὸς ἄρα ὑπάρχει.
但是,完全现实存在的无限是不可能的(因为它必然是一个数量);因此它是作为偶性存在的。
ἀλλʼ εἰ οὕτως, εἴρηται ὅτι οὐκ ἐνδέχεται εἶναι ἀρχήν, ἀλλʼ ἐκεῖνο ᾧ συμβέβηκε, τὸν ἀέρα ἢ τὸ ἄρτιον.
但如果是这样,正如已经说过的,它就不可能是原理,而只能是作为其偶性承载者的那个东西(如空气或偶数)才是原理。
—αὕτη μὲν οὖν ἡ ζήτησις καθόλου, ὅτι δʼ ἐν τοῖς αἰσθητοῖς οὐκ ἔστιν, ἐνθένδε δῆλον· εἰ γὰρ σώματος λόγος τὸ ἐπιπέδοις ὡρισμένον, οὐκ εἴη ἂν ἄπειρον σῶμα οὔτʼ αἰσθητὸν οὔτε νοητόν, οὐδʼ ἀριθμὸς ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ὁ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν.
—— 因此,这个探究是普遍的;但它不存在于感性事物之中,这从以下情况可以明显看出:因为如果身体的定义是“由面所界定的东西”,那么无论在感性中还是在理智中,都不会有无限的身体,也不会有分离且无限的数;因为数是可数的或具有数的东西。
φυσικῶς δὲ ἐκ τῶνδε δῆλον· οὔτε γὰρ σύνθετον οἷόν τʼ εἶναι οὔθʼ ἁπλοῦν.
从自然物理学的角度来看,从以下情况也同样明显:因为它既不能是复合的,也不能是单一的。
σύνθετον μὲν γὰρ οὐκ ἔσται σῶμα, εἰ πεπέρανται τῷ πλήθει τὰ στοιχεῖα (δεῖ γὰρ ἰσάζειν τὰ ἐναντία καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον· εἰ γὰρ ὁτῳοῦν λείπεται ἡ θατέρου σώματος δύναμις, φθαρήσεται ὑπὸ τοῦ ἀπείρου τὸ πεπερασμένον· ἕκαστον δʼ ἄπειρον εἶναι ἀδύνατον, σῶμα γάρ ἐστι τὸ πάντῃ ἔχον διάστασιν, ἄπειρον δὲ τὸ ἀπεράντως διεστηκός, ὥστʼ εἰ τὸ ἄπειρον σῶμα, πάντῃ ἔσται ἄπειρον)· οὐδὲ ἓν δὲ καὶ ἁπλοῦν ἐνδέχεται τὸ ἄπειρον εἶναι σῶμα, οὔθʼ ὡς λέγουσί τινες, παρὰ τὰ στοιχεῖα ἐξ οὗ γεννῶσι ταῦτα (οὐκ ἔστι γὰρ τοιοῦτο σῶμα παρὰ τὰ στοιχεῖα·
因为如果元素在数量上是有限的,它就不会是复合的身体(因为对立面必须均等,而不能其中之一是无限的;因为如果其中一方身体的力量在任何方面有所亏欠,有限的就会被无限的所毁灭;而且每一个元素都是无限的也是不可能的,因为身体是在各个方向上都具有维度的东西,而无限是无限延伸的东西,因此如果身体是无限的,它就会在各个方向上都是无限的);无限的身体也不可能是一个且单一的,也不能像某些人所说的那样,是独立于元素之外、并且他们从中产生这些元素的东西(因为在元素之外并不存在这样的身体)。

词汇与语法注释

  1. 1066b2εἰ γὰρ μήτε μέγεθος μήτε πλῆθος, οὐσία δʼ αὐτὸ τὸ ἄπειρον καὶ μὴ συμβεβηκός — 需要注意该条件从句的逻辑结构。如果无限既不是大小(μέγεθος)也不是多数(πλῆθος),而是其自身独立存在的实体(οὐσία)而非偶性(συμβεβηκός),那么由于在原理上只有大小或多数是可分的,无限就必然是“不可分”的,由此导出了反证法的结论。
  2. 1066b12τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό — “对于无限来说,其存在(本质)与无限自身(主体)是同一的”这一公式化表达,指明了在假设无限并非作为某种基质的属性、而是作为实体自身存在时所成立的本质与主体的同一性关系。
  3. 1066b31ἕκαστον δʼ ἄπειρον εἶναι ἀδύνατον — 该论证指出了多个构成元素各自都可以是无限的这一假设之不可能。身体(σῶμα)在定义上是在所有方向上都具有维度的东西,而无限(ἄπειρον)是无限延伸的,如果一个身体是无限的,它就会占满整个空间,使得其他元素无法共存。因此,在几何学上,多个元素各自同时为无限是不可能的。

引用这一段

亚里士多德, 形而上学 §11.10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。