§11.8ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστὶν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον πρῶτον περὶ τοῦ οὕτως ὄντος.
既然简单而言的有有多种含义,其中之一是被称为偶然的有,那么我们必须首先考察这样存在的有。
ὅτι μὲν οὖν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τὸ συμβεβηκός, δῆλον (οὔτε γὰρ οἰκοδομικὴ σκοπεῖ τὸ συμβησόμενον τοῖς τῇ οἰκίᾳ χρησομένοις, οἷον εἰ λυπηρῶς ἢ τοὐναντίον οἰκήσουσιν, οὔθʼ ὑφαντικὴ οὔτε σκυτοτομικὴ οὔτε ὀψοποιική, τὸ δὲ καθʼ αὑτὴν ἴδιον ἑκάστη τούτων σκοπεῖ τῶν ἐπιστημῶν μόνον, τοῦτο δʼ ἐστὶ τὸ οἰκεῖον τέλος· οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν, ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθʼ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός,—τοῦτο δὲ οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν πλὴν ἡ σοφιστική· περὶ τὸ συμβεβηκὸς γὰρ αὕτη μόνη πραγματεύεται, διὸ Πλάτων οὐ κακῶς εἴρηκε φήσας τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν)·
因此,显然在传授下来的科学中,没有一门是研究偶然属性的(因为建筑术既不考察那些将要使用房屋的人会遇到什么,例如他们会住得痛苦还是相反,织布术、制鞋术和烹饪术也不考察这些,而这些科学中的每一门仅考察其自身特有的目的,这就是它们自身的特有目的;而对于一个有音乐教养的人,在变成有文法教养的人之后,是否会同时拥有这两者,而在此之前并不是,而并非总是存在的东西是生成如此的,以至于他同时生成了既有音乐教养又有文法教养的人——对于这一点,除了诡辩术之外,没有任何一门公认的科学会去探求;因为只有诡辩术研究偶然,所以柏拉图说得不错,他说诡辩师在非有中消磨时光)。
ὅτι δʼ οὐδʼ ἐνδεχόμενόν ἐστιν εἶναι τοῦ συμβεβηκότος ἐπιστήμην, φανερὸν ἔσται πειραθεῖσιν ἰδεῖν τί ποτʼ ἐστὶ τὸ συμβεβηκός.
而且,如果我们试图弄清偶然究竟是什么,那么显然也不可能存在关于偶然的科学。
πᾶν δή φαμεν εἶναι τὸ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης (ἀνάγκης δʼ οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλʼ ᾗ χρώμεθα ἐν τοῖς κατὰ τὰς ἀποδείξεις), τὸ δʼ ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ οὔθʼ ὡς ἐπὶ τὸ πολὺ οὔτʼ ἀεὶ καὶ ἐξ ἀνάγκης ἀλλʼ ὅπως ἔτυχεν· οἷον ἐπὶ κυνὶ γένοιτʼ ἂν ψῦχος, ἀλλὰ τοῦτʼ οὔτʼ ἀεὶ καὶ ἐξ ἀνάγκης οὔθʼ ὡς ἐπὶ τὸ πολὺ γίγνεται, συμβαίη δέ ποτʼ ἄν.
我们说,一切事物,有的是始终且必然存在的(这种必然不是指被迫意义上的,而是指我们在证明中使用的那种),有的是在大多数情况下如此,有的既不是在大多数情况下,也不是始终且必然,而是偶然发生的;例如在伏天可能会产生寒冷,但这既不是始终且必然,也不是在大多数情况下发生,而是有时偶然发生的。
ἔστι δὴ τὸ συμβεβηκὸς ὃ γίγνεται μέν, οὐκ ἀεὶ δʼ οὐδʼ ἐξ ἀνάγκης οὐδʼ ὡς ἐπὶ τὸ πολύ.
因此,偶然就是虽会生成,但既不始终、不必然,也不在大多数情况下生成的东西。
τί μὲν οὖν ἐστὶ τὸ συμβεβηκός, εἴρηται, διότι δʼ οὐκ ἔστιν ἐπιστήμη τοῦ τοιούτου, δῆλον· ἐπιστήμη μὲν γὰρ πᾶσα τοῦ ἀεὶ ὄντος ἢ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς ἐν οὐδετέρῳ τούτων ἐστίν.
偶然是什么已经说过了,而为什么对于这种东西没有科学,也显而易见;因为每一门科学都是关于始终存在或在大多数情况下存在的事物的,而偶然不属于这两者中的任何一个。
ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὐκ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τοιαῦται οἷαίπερ τοῦ καθʼ αὑτὸ ὄντος, δῆλον· ἔσται γὰρ ἅπαντʼ ἐξ ἀνάγκης.
此外,显然对于偶然的有,并不存在像“自身就有”那样的原因和原理;因为否则,一切都将是必然的。
εἰ γὰρ τόδε μὲν ἔστι τοῦδε ὄντος τόδε δὲ τοῦδε, τοῦτο δὲ μὴ ὅπως ἔτυχεν ἀλλʼ ἐξ ἀνάγκης, ἐξ ἀνάγκης ἔσται καὶ οὗ τοῦτʼ ἦν αἴτιον ἕως τοῦ τελευταίου λεγομένου αἰτιατοῦ (τοῦτο δʼ ἦν κατὰ συμβεβηκός), ὥστʼ ἐξ ἀνάγκης ἅπαντʼ ἔσται, καὶ τὸ ὁποτέρως ἔτυχε καὶ τὸ ἐνδέχεσθαι καὶ γενέσθαι καὶ μὴ παντελῶς ἐκ τῶν γιγνομένων ἀναιρεῖται.
因为,如果在这个存在时那个存在,而在那个存在时另一个存在,且这不是偶然发生的而是必然的,那么,直到最后被提到的受因物(而这本是偶然的),作为其原因的东西也将是必然的,从而一切都将是必然的,而偶然发生、可能性以及生成与否,都将完全从生成的事物中被消除。
κἂν μὴ ὂν δὲ ἀλλὰ γιγνόμενον τὸ αἴτιον ὑποτεθῇ, ταὐτὰ συμβήσεται· πᾶν γὰρ ἐξ ἀνάγκης γενήσεται.
即使假设原因不是已经存在的,而是生成的,也会发生同样的结果;因为一切都将必然生成。
ἡ γὰρ αὔριον ἔκλειψις γενήσεται ἂν τόδε γένηται, τοῦτο δʼ ἐὰν ἕτερόν τι, καὶ τοῦτʼ ἂν ἄλλο· καὶ τοῦτον δὴ τὸν τρόπον ἀπὸ πεπερασμένου χρόνου τοῦ ἀπὸ τοῦ νῦν μέχρι αὔριον ἀφαιρουμένου χρόνου ἥξει ποτὲ εἰς τὸ ὑπάρχον, ὥστʼ ἐπεὶ τοῦτʼ ἔστιν, ἅπαντʼ ἐξ ἀνάγκης τὰ μετὰ τοῦτο γενήσεται, ὥστε πάντα ἐξ ἀνάγκης γίγνεσθαι.
因为明天的日食在这一事情发生时就会发生,而这一事情在另一事情发生时就会发生,而这一事情又在另一事情发生时就会发生;按这种方式,从现在到明天的有限时间中不断减去时间,终将到达已经存在的事物,因此,既然这个已经存在,那么这之后的一切都将必然生成,结果是一切都必然生成。
τὸ δʼ ὡς ἀληθὲς ὂν καὶ κατὰ συμβεβηκὸς τὸ μέν ἐστιν ἐν συμπλοκῇ διανοίας καὶ πάθος ἐν ταύτῃ (διὸ περὶ μὲν τὸ οὕτως ὂν οὐ ζητοῦνται αἱ ἀρχαί, περὶ δὲ τὸ ἔξω ὂν καὶ χωριστόν)· τὸ δʼ οὐκ ἀναγκαῖον ἀλλʼ ἀόριστον, λέγω δὲ τὸ κατὰ συμβεβηκός· τοῦ τοιούτου δʼ ἄτακτα καὶ ἄπειρα τὰ αἴτια.
另一方面,至于作为真理的有和作为偶然的有,前者存在于思想的结合中,是思想中的一种状态(因此对于这样存在的有,并不探求其原理,而是对于存在于外部且分离的有进行探求);而后者不是必然的,而是无限的,我是指偶然;对于这样的人,其原因也是无序且无限的。
—τὸ δὲ ἕνεκά του ἐν τοῖς φύσει γιγνομένοις ἢ ἀπὸ διανοίας ἐστίν, τύχη δέ ἐστιν ὅταν τι τούτων γένηται κατὰ συμβεβηκός· ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθʼ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον.
而为了某种目的而在的事物,存在于自然生成或由思想生成的事物中,而运气则是当这些事物中的某一个偶然生成时的情况;因为正如有的有是自身就有,有的有是偶然的有一样,原因也是如此。
ἡ τύχη δʼ αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του γιγνομένοις, διὸ περὶ ταὐτὰ τύχη καὶ διάνοια· προαίρεσις γὰρ οὐ χωρὶς διανοίας.
运气是那些根据抉择、为了某种目的而生成的事物中的偶然原因,因此运气和思想是关于同一个领域的;因为没有思想就没有抉择。
τὰ δʼ αἴτια ἀόριστα ἀφʼ ὧν ἂν γένοιτο τὰ ἀπὸ τύχης, διὸ ἄδηλος ἀνθρωπίνῳ λογισμῷ καὶ αἴτιον κατὰ συμβεβηκός, ἁπλῶς δʼ οὐδενός.
但是,由此可能产生由运气引起的事物的原因是无限的,因此它对人类的理性来说是不明显的,是偶然原因,而单就其自身而言它不是任何东西的原因。
ἀγαθὴ δὲ τύχη καὶ κακὴ ὅταν ἀγαθὸν ἢ φαῦλον ἀποβῇ· εὐτυχία δὲ καὶ δυστυχία περὶ μέγεθος τούτων.
当结果是好或坏时,就是好运或坏运;当这些结果规模很大时,就是幸运和不幸。
ἐπεὶ δʼ οὐθὲν κατὰ συμβεβηκὸς πρότερον τῶν καθʼ αὑτό, οὐδʼ ἄρʼ αἴτια· εἰ ἄρα τύχη ἢ τὸ αὐτόματον αἴτιον τοῦ οὐρανοῦ, πρότερον νοῦς αἴτιος καὶ φύσις.
然而,既然没有任何偶然的东西先于自身就有的东西,那么原因显然也是如此;因此,如果运气或自发性是天宇的原因,那么在此之前,理智和本性才是原因。