Humanitext Reader

亚里士多德 · 形而上学 §11.7

三门理论科学与第一哲学的普遍性

第 115 段,共 159 段 · 希腊语

内容简介

亚里士多德对诸科学进行了分类,确立了自然科学是一门观想科学,进而提出了自然科学、数学和神学这三门观想科学,并论证了第一哲学(神学)因其在先而具有普遍性。

§11.7πᾶσα δʼ ἐπιστήμη ζητεῖ τινὰς ἀρχὰς καὶ αἰτίας περὶ ἕκαστον τῶν ὑφʼ αὑτὴν ἐπιστητῶν, οἷον ἰατρικὴ καὶ γυμναστικὴ καὶ τῶν λοιπῶν ἑκάστη τῶν ποιητικῶν καὶ μαθηματικῶν.
每一门科学都为它底下的每一个认识对象寻求某些原理和原因,例如医学和体育,以及其余的制作科学和数学科学中的每一门。
ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὑτῇ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὄν, οὐχ ᾗ δὲ ὄν, ἀλλʼ ἑτέρα τις αὕτη παρὰ ταύτας τὰς ἐπιστήμας ἐστὶν ἐπιστήμη.
因为这些科学中的每一门都为自己划定了某个属,并把这作为存在和有来加以研究,但不是作为“有”本身,而这是不同于这些科学的另一门科学。
τῶν δὲ λεχθεισῶν ἐπιστημῶν ἑκάστη λαβοῦσά πως τὸ τί ἐστιν ἐν ἑκάστῳ γένει πειρᾶται δεικνύναι τὰ λοιπὰ μαλακώτερον ἢ ἀκριβέστερον.
在上述科学中,每一门都在某种程度上掌握了每个属中的“它是什么”,并试图或粗略或精确地证明其余的事情。
λαμβάνουσι δὲ τὸ τί ἐστιν αἱ μὲν διʼ αἰσθήσεως αἱ δʼ ὑποτιθέμεναι· διὸ καὶ δῆλον ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι τῆς οὐσίας καὶ τοῦ τί ἐστιν οὐκ ἔστιν ἀπόδειξις.
而有些是通过感觉掌握“它是什么”,另一些则是通过假设来掌握;因此,从这种归纳中也可以明显看出,对于实体和“它是什么”是没有证明的。
ἐπεὶ δʼ ἔστι τις ἡ περὶ φύσεως ἐπιστήμη, δῆλον ὅτι καὶ πρακτικῆς ἑτέρα καὶ ποιητικῆς ἔσται.
既然有一门关于自然的科学,显而易见,它将既不同于实践科学,也不同于制作科学。
ποιητικῆς μὲν γὰρ ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ τῆς κινήσεως ἡ ἀρχή, καὶ τοῦτʼ ἔστιν εἴτε τέχνη τις εἴτʼ ἄλλη τις δύναμις· ὁμοίως δὲ καὶ τῆς πρακτικῆς οὐκ ἐν τῷ πρακτῷ μᾶλλον δʼ ἐν τοῖς πράττουσιν ἡ κίνησις.
因为在制作科学中,运动的原理在制作者中,而不在被制作物中,这或者是某种技术,或者是某种其他能力;同样,在实践科学中,运动不在被做的事情中,而是在实践者中。
ἡ δὲ τοῦ φυσικοῦ περὶ τὰ ἔχοντʼ ἐν ἑαυτοῖς κινήσεως ἀρχήν ἐστιν.
而自然哲学家的科学则是关于那些在自身中具有运动原理的事物。
ὅτι μὲν τοίνυν οὔτε πρακτικὴν οὔτε ποιητικὴν ἀλλὰ θεωρητικὴν ἀναγκαῖον εἶναι τὴν φυσικὴν ἐπιστήμην, δῆλον ἐκ τούτων (εἰς ἓν γάρ τι τούτων τῶν γενῶν ἀνάγκη πίπτειν)·
因此,自然科学必然既不是实践的,也不是制作的,而是观想的,这从这些事情中是很明显的(因为它必须落入这些属之中的一个)。
ἐπεὶ δὲ τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι καὶ τούτῳ χρῆσθαι ἀρχῇ, δεῖ μὴ λανθάνειν πῶς ὁριστέον τῷ φυσικῷ καὶ πῶς ὁ τῆς οὐσίας λόγος ληπτέος, πότερον ὡς τὸ σιμὸν ἢ μᾶλλον ὡς τὸ κοῖλον.
既然每一门科学都必须在某种程度上知道“它是什么”并以此为原理,我们就不能忽略自然科学家应该如何定义,以及实体的定义应当如何取得,是像“塌鼻”那样,还是更像“凹”。
τούτων γὰρ ὁ μὲν τοῦ σιμοῦ λόγος μετὰ τῆς ὕλης λέγεται τῆς τοῦ πράγματος, ὁ δὲ τοῦ κοίλου χωρὶς τῆς ὕλης· ἡ γὰρ σιμότης ἐν ῥινὶ γίγνεται, διὸ καὶ ὁ λόγος αὐτῆς μετὰ ταύτης θεωρεῖται· τὸ σιμὸν γάρ ἐστι ῥὶς κοίλη.
因为在这些之中,“塌鼻”的定义是与该事物的质料一起被表述的,而“凹”的定义则不带质料;因为塌鼻是在鼻子中产生的,因此它的定义也是与鼻子一起被考察的;因为塌鼻就是凹的鼻子。
φανερὸν οὖν ὅτι καὶ σαρκὸς καὶ ὀφθαλμοῦ καὶ τῶν λοιπῶν μορίων μετὰ τῆς ὕλης ἀεὶ τὸν λόγον ἀποδοτέον.
因此,显然对于肉、眼睛和其余的部分,我们也必须总是结合质料来给出它们的定义。
ἐπεὶ δʼ ἔστι τις ἐπιστήμη τοῦ ὄντος ᾗ ὂν καὶ χωριστόν, σκεπτέον πότερόν ποτε τῇ φυσικῆ ι ιτὴν αὐτὴν θετέον εἶναι ταύτην ἢ μᾶλλον ἑτέραν.
既然有一门关于“作为有的有”且是分离的科学,我们必须考虑这是否应该被设定为与自然科学相同,还是应该被设定为不同。
ἡ μὲν οὖν φυσικὴ περὶ τὰ κινήσεως ἔχοντʼ ἀρχὴν ἐν αὑτοῖς ἐστίν, ἡ δὲ μαθηματικὴ θεωρητικὴ μὲν καὶ περὶ μένοντά τις αὕτη, ἀλλʼ οὐ χωριστά.
自然科学是关于自身具有运动原理的事物的,而数学是观想的,且是关于保持恒常但非分离的事物的。
περὶ τὸ χωριστὸν ἄρα ὂν καὶ ἀκίνητον ἑτέρα τούτων ἀμφοτέρων τῶν ἐπιστημῶν ἔστι τις, εἴπερ ὑπάρχει τις οὐσία τοιαύτη, λέγω δὲ χωριστὴ καὶ ἀκίνητος, ὅπερ πειρασόμεθα δεικνύναι.
因此,关于那种分离且不动的有,在这两门科学之外另有第三门科学,如果确实存在这样的一种实体,我是指分离且不动的实体,这也是我们将努力证明的。
καὶ εἴπερ ἔστι τις τοιαύτη φύσις ἐν τοῖς οὖσιν, ἐνταῦθʼ ἂν εἴη που καὶ τὸ θεῖον, καὶ αὕτη ἂν εἴη πρώτη καὶ κυριωτάτη ἀρχή.
而如果在存在者之中存在这样的一种本性,那么神性想必也存在于此,且这应该是第一位的、最根本的原理。
δῆλον τοίνυν ὅτι τρία γένη τῶν θεωρητικῶν ἐπιστημῶν ἔστι, φυσική, μαθηματική, θεολογική.
显而易见,观想科学有三个属:自然科学、数学、神学。
βέλτιστον μὲν οὖν τὸ τῶν θεωρητικῶν γένος, τούτων δʼ αὐτῶν ἡ τελευταία λεχθεῖσα· περὶ τὸ τιμιώτατον γάρ ἐστι τῶν ὄντων, βελτίων δὲ καὶ χείρων ἑκάστη λέγεται κατὰ τὸ οἰκεῖον ἐπιστητόν.
因此,观想科学的属是最好的,而在这些科学之中,最后提到的那一门最好;因为它是关于存在者中最尊贵者的,而每一门科学根据其特有的认识对象而被说成是更好的或更坏的。
ἀπορήσειε δʼ ἄν τις πότερόν ποτε τὴν τοῦ ὄντος ᾗ ὂν ἐπιστήμην καθόλου δεῖ θεῖναι ἢ οὔ.
但是,人们可能会提出一个问题,即是否应该将“作为有的有”的科学设定为普遍的。
τῶν μὲν γὰρ μαθηματικῶν ἑκάστη περὶ ἕν τι γένος ἀφωρισμένον ἐστίν, ἡ δὲ καθόλου κοινὴ περὶ πάντων.
因为数学科学中的每一门都关于某一个被限定的属,而普遍科学则是对一切事物共同的。
εἰ μὲν οὖν αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ὄντων εἰσί, κἂν ἡ φυσικὴ πρώτη τῶν ἐπιστημῶν εἴη· εἰ δʼ ἔστιν ἑτέρα φύσις καὶ οὐσία χωριστὴ καὶ ἀκίνητος, ἑτέραν ἀνάγκη καὶ τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν τῆς φυσικῆς καὶ καθόλου τῷ προτέραν.
因此,如果自然实体是存在者中的第一者,那么自然科学也将是科学中的第一者;但如果存在另一种分离且不动的本性和实体,那么关于它的科学也必然是不同的,且先于自然科学,并因其在先而成为普遍的。

词汇与语法注释

  1. 1064a3-4οὐχ ᾗ δὲ ὄν, ἀλλʼ ἑτέρα τις αὕτη παρὰ ταύτας τὰς ἐπιστήμας ἐστὶν ἐπιστήμη. — 此对比结构旨在说明,虽然具体科学(如医学和数学)将各自的研究对象作为存在着的东西来对待,但它们并不研究“作为有的有”(ᾗ ὄν)本身。这一任务属于一门独立于这些具体学科的另一门科学(第一哲学)。
  2. 1064a21-22πότερον ὡς τὸ σιμὸν ἢ μᾶλλον ὡς τὸ κοῖλον. — 该比喻性表达展示了自然科学中定义的性质(是否涉及质料)。副词 `ὡς` 引导定义的样式:是像“塌鼻”(其定义中不可分割地包含“鼻子”这一质料),还是更像“凹”(独立于质料的抽象形式)。
  3. 1064b13-14καὶ καθόλου τῷ προτέραν. — 亚里士多德哲学中的一个核心命题,即在存在顺序上在先者具有普遍性。与格的 `τῷ` 起因果作用(表示“由于[在先]”),修饰省略的不定式结构(`προτέραν εἶναι`),从而确立了在先性蕴含普遍性的逻辑联系。

引用这一段

亚里士多德, 形而上学 §11.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。