§11.6#2καὶ εἰ κατὰ τὸ ποσὸν συνεχῶς τὰ δεῦρο ῥεῖ καὶ κινεῖται, καί τις τοῦτο θείη καίπερ οὐκ ἀληθὲς ὄν, διὰ τί κατὰ τὸ ποιὸν οὐ μενεῖ;
而且,即使这里的万物在数量上不断地流动和运动,即使有人作此假设(尽管这不是真的),为什么它们在性质上不保持恒常呢?
φαίνονται γὰρ οὐχ ἥκιστα τὰ κατὰ τὰς ἀντιφάσεις ταὐτοῦ κατηγορεῖν ἐκ τοῦ τὸ ποσὸν ὑπειληφέναι μὴ μένειν ἐπὶ τῶν σωμάτων, διὸ καὶ εἶναι τετράπηχυ τὸ αὐτὸ καὶ οὐκ εἶναι.
因为,他们对同一事物做出相反的断言,似乎最主要是因为他们假定了身体的数量不保持恒常,从而得出同一事物既是四肘长又不是四肘长。
ἡ δʼ οὐσία κατὰ τὸ ποιόν, τοῦτο δὲ τῆς ὡρισμένης φύσεως, τὸ δὲ ποσὸν τῆς ἀορίστου.
但是,实体取决于性质,而性质属于确定的本性,数量则属于不确定的本性。
ἔτι διὰ τί προστάττοντος τοῦ ἰατροῦ τοδὶ τὸ σιτίον προσενέγκασθαι προσφέρονται;
此外,当医生吩咐他们服用这种食物时,他们为什么服用呢?
τί γὰρ μᾶλλον τοῦτο ἄρτος ἐστὶν ἢ οὐκ ἔστιν;
因为,这为什么是面包而不是不是呢?
ὥστʼ οὐθὲν ἂν διέχοι φαγεῖν ἢ μὴ φαγεῖν· νῦν δʼ ὡς ἀληθεύοντες περὶ αὐτὸ καὶ ὄντος τοῦ προσταχθέντος σιτίου τούτου προσφέρονται τοῦτο·
因此,吃与不吃就没有什么区别了;但实际上,他们服用它,就好像他们在此事上说的是真话,而且这确实是被吩咐的食物。
καίτοι γʼ οὐκ ἔδει μὴ διαμενούσης παγίως μηδεμιᾶς φύσεως ἐν τοῖς αἰσθητοῖς ἀλλʼ ἀεὶ πασῶν κινουμένων καὶ ῥεουσῶν.
然而,如果感觉事物中没有任何本性保持恒常,而是所有事物都在不断运动和流动,他们就不应该这样做。
ἔτι δʼ εἰ μὲν ἀλλοιούμεθα ἀεὶ καὶ μηδέποτε διαμένομεν οἱ αὐτοί, τί καὶ θαυμαστὸν εἰ μηδέποθʼ ἡμῖν ταὐτὰ φαίνεται καθάπερ τοῖς κάμνουσιν (καὶ γὰρ τούτοις διὰ τὸ μὴ ὁμοίως διακεῖσθαι τὴν ἕξιν καὶ ὅθʼ ὑγίαινον, οὐχ ὅμοια φαίνεται τὰ κατὰ τὰς αἰσθήσεις, αὐτὰ μὲν οὐδεμιᾶς διά γε τοῦτο μεταβολῆς κοινωνοῦντα τὰ αἰσθητά, αἰσθήματα δʼ ἕτερα ποιοῦντα τοῖς κάμνουσι καὶ μὴ τὰ αὐτά· τὸν αὐτὸν δὴ τρόπον ἔχειν καὶ τῆς εἰρημένης μεταβολῆς γιγνομένης ἴσως ἀναγκαῖόν ἐστιν);
此外,如果我们一直在性质上发生变化,从未保持相同,那么如果事物对我们来说从未显得相同,就像生病的人一样,这有什么好奇怪的呢? (因为对于他们来说,由于他们的体质状态不像他们健康时那样,通过感觉呈现的事物显得不相同,尽管感觉事物本身并没有因此参与任何变化,但对于生病的人产生的是不同而非相同的感受;同样地,如果上述变化发生,想必也必然是如此。
εἰ δὲ μὴ μεταβάλλομεν ἀλλʼ οἱ αὐτοὶ διατελοῦμεν ὄντες, εἴη ἄν τι μένον.
)但如果我们没有变化,而是继续保持相同,那就必定有某种保持恒常的东西。
—πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς εἰρημένας ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι καὶ τούτου μηκέτι λόγον ἀπαιτούντων· οὕτω γὰρ πᾶς λόγος καὶ πᾶσα ἀπόδειξις γίγνεται· μηθὲν γὰρ τιθέντες ἀναιροῦσι τὸ διαλέγεσθαι καὶ ὅλως λόγον,—ὥστε πρὸς μὲν τοὺς τοιούτους οὐκ ἔστι λόγος, πρὸς δὲ τοὺς διαποροῦντας ἐκ τῶν παραδεδομένων ἀποριῶν ῥᾴδιον ἀπαντᾶν καὶ διαλύειν τὰ ποιοῦντα τὴν ἀπορίαν ἐν αὐτοῖς·
——那么,对于那些因论证而产生上述疑难的人,除非他们假定某种东西,并且不再为此要求理由,否则是不容易解决的;因为所有的论证和所有的证明都是这样产生的;因为由于不假定任何东西,他们就彻底摧毁了讨论和论证。 因此,对于这样的人是没有论证可言的,但对于那些因传下来的疑难而产生困惑的人,很容易去面对他们并解决他们产生疑难的原因。
δῆλον δʼ ἐκ τῶν εἰρημένων. ὥστε φανερὸν ἐκ τούτων.
这从已经说过的话中是很明显的。
ὅτι οὐκ ἐνδέχεται τὰς ἀντικειμένας φάσεις περὶ τοῦ αὐτοῦ καθʼ ἕνα χρόνον ἀληθεύειν, οὐδὲ τὰ ἐναντία, διὰ τὸ λέγεσθαι κατὰ στέρησιν πᾶσαν ἐναντιότητα· δῆλον δὲ τοῦτʼ ἐπʼ ἀρχὴν τοὺς λόγους ἀναλύουσι τοὺς τῶν ἐναντίων.
因此,从这些事情中可以明显看出,相反的断言不可能在同一时间内对同一事物为真,对立面也是如此,因为所有的对立都是根据缺失来表述的;而这对于那些将对立面的定义分析回其原理的人来说是明显的。
ὁμοίως δʼ οὐδὲ τῶν ἀνὰ μέσον οὐδὲν οἷόν τε κατηγορεῖσθαι καθʼ ἑνὸς καὶ τοῦ αὐτοῦ·
同样,任何中间物也不可能被述说于一个且相同的对象。
λευκοῦ γὰρ ὄντος τοῦ ὑποκειμένου λέγοντες αὐτὸ εἶναι οὔτε μέλαν οὔτε λευκὸν ψευσόμεθα· συμβαίνει γὰρ εἶναι λευκὸν αὐτὸ καὶ μὴ εἶναι· θάτερον γὰρ τῶν συμπεπλεγμένων ἀληθεύσεται κατʼ αὐτοῦ, τοῦτο δʼ ἐστὶν ἀντίφασις τοῦ λευκοῦ.
因为如果主体是白的,如果我们说它既不是黑的也不是白的,我们就是在说谎;因为结果是它既是白的又不是白的,因为两个结合起来的断言之一对它将是真的,而这就是白的否定。
οὔτε δὴ καθʼ Ἡράκλειτον ἐνδέχεται λέγοντας ἀληθεύειν, οὔτε κατʼ Ἀναξαγόραν· εἰ δὲ μή, συμβήσεται τἀναντία τοῦ αὐτοῦ κατηγορεῖν·
因此,无论是按照赫拉克利特还是按照阿那克萨哥拉,说话的人都不可能说真话;否则,就会得出对立面被述说于同一事物的结论。
ὅταν γὰρ ἐν παντὶ φῇ παντὸς εἶναι μοῖραν, οὐδὲν μᾶλλον εἶναί φησι γλυκὺ ἢ πικρὸν ἢ τῶν λοιπῶν ὁποιανοῦν ἐναντιώσεων, εἴπερ ἐν ἅπαντι πᾶν ὑπάρχει μὴ δυνάμει μόνον ἀλλʼ ἐνεργεία ι ικαὶ ἀποκεκριμένον.
因为当他说在万物中都有万物的一部分时,他说这并不比苦的更甜,或者不比任何其他对立面更甜,如果万物确实不仅以潜能的方式,而且以现实且被分离的方式存在于万物之中。
ὁμοίως δὲ οὐδὲ πάσας ψευδεῖς οὐδʼ ἀληθεῖς τὰς φάσεις δυνατὸν εἶναι, διʼ ἄλλα τε πολλὰ τῶν συναχθέντων ἂν δυσχερῶν διὰ ταύτην τὴν θέσιν, καὶ διότι ψευδῶν μὲν οὐσῶν πασῶν οὐδʼ αὐτὸ τοῦτό τις φάσκων ἀληθεύσει, ἀληθῶν δὲ ψευδεῖς εἶναι πάσας λέγων οὐ ψεύσεται.
同样,所有的断言都不可能都是假的,也不可能都是真的,这不仅是因为从这个立场中会得出的许多其他疑难,而且还因为如果所有断言都是假的,那么甚至断言这本身的人也将不会是在说真话,而如果所有断言都是真的,那么说所有断言都是假的人将不会是在说谎。