Humanitext Reader

亚里士多德 · 形而上学 §11.6#1

普罗泰戈拉的人类尺度说与无矛盾律

第 113 段,共 159 段 · 希腊语

内容简介

指出普罗泰戈拉的人类尺度说直接导致对无矛盾律的否定,并分析其源于自然哲学关于生成的错误前提,结合感觉和运动的性质对其予以驳斥。

§11.6#1παραπλήσιον δὲ τοῖς εἰρημένοις ἐστὶ καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Πρωταγόρου· καὶ γὰρ ἐκεῖνος ἔφη πάντων εἶναι χρημάτων μέτρον ἄνθρωπον, οὐδὲν ἕτερον λέγων ἢ τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι παγίως·
与上述所说极其相似的,还有普罗泰戈拉所说的话;因为他也曾说,人是万物的尺度,这无非是说,对每个人显现的也就是确定地存在的。
τούτου δὲ γιγνομένου τὸ αὐτὸ συμβαίνει καὶ εἶναι καὶ μὴ εἶναι, καὶ κακὸν καὶ ἀγαθὸν εἶναι, καὶ τἆλλα τὰ κατὰ τὰς ἀντικειμένας λεγόμενα φάσεις, διὰ τὸ πολλάκις τοισδὶ μὲν φαίνεσθαι τόδε εἶναι καλὸν τοισδὶ δὲ τοὐναντίον, μέτρον δʼ εἶναι τὸ φαινόμενον ἑκάστῳ.
而如果这是真的,就会得出同一事物既存在又不存在,既是坏的又是好的,以及其他按照相反断言所说的一切事物也是如此,因为往往对这些人来说,这显得是美的,而对另一些人来说则相反,而对每个人显现的就是尺度。
λύοιτο δʼ ἂν αὕτη ἡ ἀπορία θεωρήσασι πόθεν ἐλήλυθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης· ἔοικε γὰρ ἐνίοις μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης γεγενῆσθαι, τοῖς δʼ ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γιγνώσκειν ἀλλὰ τοῖσδε μὲν ἡδὺ τόδε φαίνεσθαι τοῖσδε δὲ τοὐναντίον.
这一疑难可以通过考察这一信念的起源来自何处而得到解决;因为对某些人来说,它似乎源于自然哲学家的观点,而对另一些人来说,则源于并非所有人对同一事物都有相同的认识,而是对这些人来说这显得是甜的(令人愉快的),而对另一些人来说则相反。
τὸ γὰρ μηδὲν ἐκ μὴ ὄντος γίγνεσθαι, πᾶν δʼ ἐξ ὄντος, σχεδὸν ἁπάντων ἐστὶ κοινὸν δόγμα τῶν περὶ φύσεως·
因为,无物从非存在中产生,而万物皆从存在中产生,这是几乎所有研究自然的人的共同教条。
ἐπεὶ οὖν οὐ λευκὸν γίγνεται λευκοῦ τελέως ὄντος καὶ οὐδαμῇ μὴ λευκοῦ, γίγνοιτʼ ἂν ἐκ μὴ ὄντος λευκοῦ τὸ γιγνόμενον λευκόν·
既然变白的事物并非产生自完全是白的且绝非非白的事物,那么变白的事物就只能产生自非白的存在。
ὥστε ἐκ μὴ ὄντος γίγνοιτʼ ἂν κατʼ ἐκείνους, εἰ μὴ ὑπῆρχε λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν.
因此,根据他们的观点,除非同一事物既是白又是非白,否则它就会产生自非存在。
οὐ χαλεπὸν δὲ διαλύειν τὴν ἀπορίαν ταύτην· εἴρηται γὰρ ἐν τοῖς φυσικοῖς πῶς ἐκ τοῦ μὴ ὄντος γίγνεται τὰ γιγνόμενα καὶ πῶς ἐξ ὄντος.
然而解决这一疑难并不困难;因为在《物理学》中已经说明了生成物是如何从非存在中产生,以及如何从存在中产生的。
τό γε μὴν ὁμοίως προσέχειν ταῖς δόξαις καὶ ταῖς φαντασίαις τῶν πρὸς αὑτοὺς διαμφισβητούντων εὔηθες· δῆλον γὰρ ὅτι τοὺς ἑτέρους αὐτῶν ἀνάγκη διεψεῦσθαι.
然而,同样看重彼此争论不休的人的意见和表现,是愚蠢的;因为很明显,他们双方中的一方必然是错误的。
φανερὸν δὲ τοῦτʼ ἐκ τῶν γιγνομένων κατὰ τὴν αἴσθησιν· οὐδέποτε γὰρ τὸ αὐτὸ φαίνεται τοῖς μὲν γλυκὺ τοῖς δὲ τοὐναντίον, μὴ διεφθαρμένων καὶ λελωβημένων τῶν ἑτέρων τὸ αἰσθητήριον καὶ κριτήριον τῶν λεχθέντων χυμῶν.
而这从感觉中所发生的事情中是很明显的;因为同一事物绝不会对某些人显现为甜,而对另一些人显现为相反,除非其中一方的感觉器官,即上述味道的评判标准,已经损坏和受损。
τούτου δʼ ὄντος τοιούτου τοὺς ἑτέρους μὲν ὑποληπτέον μέτρον εἶναι τοὺς δʼ ἄλλους οὐχ ὑποληπτέον.
既然如此,就必须认为其中一方是尺度,而不能认为另一方也是。
ὁμοίως δὲ τοῦτο λέγω καὶ ἐπὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ καλοῦ καὶ αἰσχροῦ, καὶ τῶν ἄλλων τῶν τοιούτων.
我对好与坏、美与丑以及其他此类事物也同样这样说。
οὐδὲν γὰρ διαφέρει τοῦτʼ ἀξιοῦν ἢ τὰ φαινόμενα τοῖς ὑπὸ τὴν ὄψιν ὑποβάλλουσι τὸν δάκτυλον καὶ ποιοῦσιν ἐκ τοῦ ἑνὸς φαίνεσθαι δύο, δύο δεῖν εἶναι διὰ τὸ φαίνεσθαι τοσαῦτα, καὶ πάλιν ἕν· τοῖς γὰρ μὴ κινοῦσι τὴν ὄψιν ἓν φαίνεται τὸ ἕν.
因为,主张这一点,无异于声称:对于那些把手指按在眼睛下方、使一个事物显得是两个的人,因为显现出这么多,所以它们就必须是两个,而同时又是一个;因为对于那些不移动眼睛的人来说,一个事物就显得是一个。
ὅλως δὲ ἄτοπον ἐκ τοῦ φαίνεσθαι τὰ δεῦρο μεταβάλλοντα καὶ μηδέποτε διαμένοντα ἐν τοῖς αὐτοῖς, ἐκ τούτου περὶ τῆς ἀληθείας τὴν κρίσιν ποιεῖσθαι· δεῖ γὰρ ἐκ τῶν ἀεὶ κατὰ ταὐτὰ ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων τἀληθὲς θηρεύειν, τοιαῦτα δʼ ἐστὶ τὰ κατὰ τὸν κόσμον· ταῦτα γὰρ οὐχ ὁτὲ μὲν τοιαδὶ πάλιν δʼ ἀλλοῖα φαίνεται, ταὐτὰ δʼ ἀεὶ καὶ μεταβολῆς οὐδεμιᾶς κοινωνοῦντα.
总之,因为这里的万物都在变化且从不保持在相同的状态,就以此来对真理做出判断,是荒谬的;因为我们必须从那些始终保持相同状态且不发生任何变化的事物中去探求真理,而宇宙中的事物就是这样的;因为这些事物并不时而显得是这样,时而又显得是那样,而是始终相同,并且不参与任何变化。
ἔτι δʼ εἰ κίνησις ἔστι, καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶν ἔκ τινος καὶ εἴς τι·
此外,如果运动存在,就也有某种被运动的事物,而且一切运动的事物都是从某物向某物运动。
δεῖ ἄρα τὸ κινούμενον εἶναι ἐν ἐκείνῳ ἐξ οὗ κινήσεται καὶ οὐκ εἶναι ἐν αὐτῷ, καὶ εἰς τοδὶ κινεῖσθαι καὶ γίγνεσθαι ἐν τούτῳ, τὸ δὲ κατὰ τὴν ἀντίφασιν μὴ συναληθεύεσθαι κατʼ αὐτούς.
因此,被运动的事物必须既在它将要从中运动出来的那个事物之中,同时又不在其中,并且必须向这一个事物运动并正在其中生成,因此根据他们的观点,矛盾就不可能同时为真。

词汇与语法注释

  1. 1062b20θεωρήσασι — 与格复数分词,无明确先行词。表示条件或手段,意为“如果我们考察”或“对于考察的人来说”。
  2. 1062b29ἐκ μὴ ὄντος λευκοῦ — 解释为“从非白的存在中”。此处 μὴ ὄντος 并非指绝对的非存在,而是指具有某种属性的“不是[白]的存在”,作为变化的起点(ἐκ)。
  3. 1063a1τῶν ἑτέρων τὸ αἰσθητήριον — 在属格绝对结构(μὴ διεφθαρμένων... τὸ αἰσθητήριον...)中,τῶν ἑτέρων(“其中一方的”)是修饰 τὸ αἰσθητήριον(“感觉器官”)的领有属格,用以指出应当将感觉器官未受损的健康一方视为尺度。
  4. 1063a21μὴ συναληθεύεσθαι — 结果不定式,或受前文 δεῖ (1063a18) 支配的不定式。表示必然结果:“(由于运动的性质)矛盾不能(或不应该)同时为真”。

引用这一段

亚里士多德, 形而上学 §11.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。