Humanitext Reader

亚里士多德 · 形而上学 §11.3

存在的多义性与作为统合学科的哲学

第 111 段,共 159 段 · 希腊语

内容简介

本节通过说明“存在”虽有多种说法但都归结于一个共同的原理,论证了哲学作为一门统一科学的可能性。文中使用了“医疗的”和“健康的”比喻以及数学的抽象方法,并以此解决了最初的疑难。

§11.3ἐπεὶ δʼ ἐστὶν ἡ τοῦ φιλοσόφου ἐπιστήμη τοῦ ὄντος ᾗ ὂν καθόλου καὶ οὐ κατὰ μέρος, τὸ δʼ ὂν πολλαχῶς καὶ οὐ καθʼ ἕνα λέγεται τρόπον· εἰ μὲν οὖν ὁμωνύμως κατὰ δὲ κοινὸν μηδέν, οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην (οὐ γὰρ ἓν γένος τῶν τοιούτων), εἰ δὲ κατά τι κοινόν, εἴη ἂν ὑπὸ μίαν ἐπιστήμην.
既然哲学家的科学是关于“作为存在的存在”的普遍科学,而不是关于部分的科学,而“存在”是以多种方式被述说的,而不是以单一方式;那么,如果它是同音异义地、且毫无共同之处地被述说,它就不属于一门科学(因为这类事物并不属于同一个属);但如果是根据某种共同的东西被述说,它就会属于一门科学。
ἔοικε δὴ τὸν εἰρημένον λέγεσθαι τρόπον καθάπερ τό τε ἰατρικὸν καὶ ὑγιεινόν· καὶ γὰρ τούτων ἑκάτερον πολλαχῶς λέγομεν.
现在它似乎正是以所说的方式被述说,就像“医疗的”和“健康的”一样;因为我们对这两者中的每一个都以多种方式来述说。
λέγεται δὲ τοῦτον τὸν τρόπον ἕκαστον τῷ τὸ μὲν πρὸς τὴν ἰατρικὴν ἐπιστήμην ἀνάγεσθαί πως τὸ δὲ πρὸς ὑγίειαν τὸ δʼ ἄλλως, πρὸς ταὐτὸ δʼ ἕκαστον.
每一个之所以用这种方式来述说,是因为一个在某种程度上被归结为医疗科学,另一个被归结为健康,而另一个则以其他方式,但每一个都归结为同一事物。
ἰατρικὸς γὰρ λόγος καὶ μαχαίριον λέγεται τῷ τὸ μὲν ἀπὸ τῆς ἰατρικῆς ἐπιστήμης εἶναι τὸ δὲ ταύτῃ χρήσιμον.
因为“医疗的言论”和“手术刀”之所以这样称呼,是因为一者源于医疗科学,而另一者对该科学有用。
ὁμοίως δὲ καὶ ὑγιεινόν· τὸ μὲν γὰρ ὅτι σημαντικὸν ὑγιείας τὸ δʼ ὅτι ποιητικόν.
健康也是同样的情况:一者之所以这样称呼是因为它是健康的标志,另一者是因为它是健康的产生者。
ὁ δʼ αὐτὸς τρόπος καὶ ἐπὶ τῶν λοιπῶν.
同样的方式也适用于其余事物。
τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ὂν ἅπαν λέγεται· τῷ γὰρ τοῦ ὄντος ᾗ ὂν πάθος ἢ ἕξις ἢ διάθεσις ἢ κίνησις ἢ τῶν ἄλλων τι τῶν τοιούτων εἶναι λέγεται ἕκαστον αὐτῶν ὄν.
以完全相同的方式,所有的存在也被述说;因为它们中的每一个之所以被称为存在,是因为它是“作为存在的存在”的属性、或状态、或性质、或运动、或诸如此类的其他事物之一。
ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὸν ἡ ἀναγωγὴ γίγνεται, καὶ τῶν ἐναντιώσεων ἑκάστη πρὸς τὰς πρώτας διαφορὰς καὶ ἐναντιώσεις ἀναχθήσεται τοῦ ὄντος, εἴτε πλῆθος καὶ ἓν εἴθʼ ὁμοιότης καὶ ἀνομοιότης αἱ πρῶται τοῦ ὄντος εἰσὶ διαφοραί, εἴτʼ ἄλλαι τινές· ἔστωσαν γὰρ αὗται τεθεωρημέναι.
既然所有存在的归结都是向着某一个共同事物的,那么对立中的每一个也将被归结为存在的最初差异和对立,无论“多与一”还是“类似与不类似”是存在的最初差异,还是某些其他的差异;因为且让我们把这些当作已经考察过的内容。
διαφέρει δʼ οὐδὲν τὴν τοῦ ὄντος ἀναγωγὴν πρὸς τὸ ὂν ἢ πρὸς τὸ ἓν γίγνεσθαι.
至于存在的归结是向着存在还是向着“一”,这并没有什么不同。
καὶ γὰρ εἰ μὴ ταὐτὸν ἄλλο δʼ ἐστίν, ἀντιστρέφει γε· τό τε γὰρ ἓν καὶ ὄν πως, τό τε ὂν ἕν.
因为即使它们不是同一的而是不同的,它们至少是互逆(可换位)的;因为“一”在某种意义上也是“存在”,而“存在”也是“一”。
—ἐπεὶ δʼ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι, λέγεται δʼ ἕκαστον αὐτῶν κατὰ στέρησιν—καίτοι γʼ ἔνια ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἔστιν ἀνὰ μέσον τι, καθάπερ ἀδίκου καὶ δικαίου—περὶ πάντα δὴ τὰ τοιαῦτα τὴν στέρησιν δεῖ τιθέναι μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους· οἷον εἰ ἔστιν ὁ δίκαιος καθʼ ἕξιν τινὰ πειθαρχικὸς τοῖς νόμοις, οὐ πάντως ὁ ἄδικος ἔσται τοῦ ὅλου στερούμενος λόγου, περὶ δὲ τὸ πείθεσθαι τοῖς νόμοις ἐκλείπων πῃ, καὶ ταύτῃ ἡ στέρησις ὑπάρξει αὐτῷ· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
——既然考察所有的对立物属于同一门且唯一一门的科学,并且它们每一个都是根据缺乏来述说的——虽然有人可能会产生疑难,对于那些有中间物的事物(例如在“不正义的”和“正义的”之间),它们如何是根据缺乏来述说的——但在所有这些情况下,我们必须设定缺乏不是对整个定义(逻辑)的缺乏,而是对最终种相(形相)的缺乏;例如,如果正义的人是根据某种状态而顺从法律的,那么不正义的人不至于完全缺乏整个定义,而是在顺从法律方面在某种程度上有所欠缺,并以此方式缺乏属性属于他;同样的方式也适用于其他事物。
—καθάπερ δʼ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖται (περιελὼν γὰρ πάντα τὰ αἰσθητὰ θεωρεῖ, οἷον βάρος καὶ κουφότητα καὶ σκληρότητα καὶ τοὐναντίον, ἔτι δὲ καὶ θερμότητα καὶ ψυχρότητα καὶ τὰς ἄλλας αἰσθητὰς ἐναντιώσεις, μόνον δὲ καταλείπει τὸ ποσὸν καὶ συνεχές, τῶν μὲν ἐφʼ ἓν τῶν δʼ ἐπὶ δύο τῶν δʼ ἐπὶ τρία, καὶ τὰ πάθη τὰ τούτων ᾗ ποσά ἐστι καὶ συνεχῆ, καὶ οὐ καθʼ ἕτερόν τι θεωρεῖ, καὶ τῶν μὲν τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύταις ὑπάρχοντα, τῶν δὲ τὰς συμμετρίας καὶ ἀσυμμετρίας, τῶν δὲ τοὺς λόγους, ἀλλʼ ὅμως μίαν πάντων καὶ τὴν αὐτὴν τίθεμεν ἐπιστήμην τὴν γεωμετρικήν), τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ περὶ τὸ ὄν.
——正如数学家对通过抽象而来的事物进行考察一样(因为在剥离了所有感觉事物之后他进行考察,例如重量、轻量、硬度及其对立面,还有热、冷及其他感觉到的对立,而仅留下数量和连续性,有些是在一维上,有些在二维上,有些在三维上,并考察这些事物在作为数量和连续的意义上的属性,而不从任何其他方面进行考察;对于其中一些事物,他考察它们彼此之间的位置以及属于这些位置的东西,对于另一些事物,他考察它们的对称与不对称,对于另外一些,考察它们的比率,但我们仍然将一门且同一门的科学设定为所有这些事物的科学,即几何学),以完全相同的方式,对于存在也是如此。
τὰ γὰρ τούτῳ συμβεβηκότα καθʼ ὅσον ἐστὶν ὄν, καὶ τὰς ἐναντιώσεις αὐτοῦ ᾗ ὄν, οὐκ ἄλλης ἐπιστήμης ἢ φιλοσοφίας θεωρῆσαι.
因为考察存在在作为存在之意义上的偶然属性,以及作为存在的对立,不属于哲学以外的任何其他科学。
τῇ φυσικῇ μὲν γὰρ οὐχ ᾗ ὄντα, μᾶλλον δʼ ᾗ κινήσεως μετέχει, τὴν θεωρίαν τις ἀπονείμειεν ἄν· ἥ γε μὴν διαλεκτικὴ καὶ ἡ σοφιστικὴ τῶν συμβεβηκότων μέν εἰσι τοῖς οὖσιν, οὐχ ᾗ δʼ ὄντα οὐδὲ περὶ τὸ ὂν αὐτὸ καθʼ ὅσον ὄν ἐστιν· ὥστε λείπεται τὸν φιλοσόφον, καθʼ ὅσον ὄντʼ ἐστίν, εἶναι περὶ τὰ λεχθέντα θεωρητικόν.
因为对于自然科学,人们可以分配给它对事物的考察,但不是作为存在,而是它们分有运动的意义上;而辩证术和诡辩术虽然确实关注存在着的偶然属性,但不是作为存在,也不是关于存在本身在它是存在的意义上;因此,对于哲学家来说,在事物作为存在的意义上,成为对上述所言事物的考察者,就是剩下的任务了。
ἐπεὶ δὲ τό τε ὂν ἅπαν καθʼ ἕν τι καὶ κοινὸν λέγεται πολλαχῶς λεγόμενον, καὶ τἀναντία τὸν αὐτὸν τρόπον (εἰς τὰς πρώτας γὰρ ἐναντιώσεις καὶ διαφορὰς τοῦ ὄντος ἀνάγεται), τὰ δὲ τοιαῦτα δυνατὸν ὑπὸ μίαν ἐπιστήμην εἶναι, διαλύοιτʼ ἂν ἡ κατʼ ἀρχὰς ἀπορία λεχθεῖσα, λέγω δʼ ἐν ᾗ διηπορεῖτο πῶς ἔσται πολλῶν καὶ διαφόρων ὄντων τῷ γένει μία τις ἐπιστήμη.
既然所有的存在都是以多种方式被述说,但都是归结于某一个共同的东西,而对立也是以同样的方式(因为它们被归结为存在的最初对立和差异),并且此类事物能够属于同一门科学,那么在开始时所说的疑难就可以解决了,我指的是那个关于在事物属上有许多且不同时、如何能有一门科学的疑难。

词汇与语法注释

  1. 1060b34εἰ μὲν οὖν ὁμωνύμως κατὰ δὲ κοινὸν μηδέν, οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην — “同音异义地(ὁμωνύμως)”这一假设指事物除名称外别无共同之处的情况。亚里士多德在此对立地提出了“指向一个共同事物(πρὸς ἕν)”的关系,以此表明:既非纯粹同义、亦非随机同名,而是具有系统关联的多义性事物,也可以成为一门单一科学的对象。
  2. 1061a23περὶ πάντα δὴ τὰ τοιαῦτα τὴν στέρησιν δεῖ τιθέναι μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους — 这阐明了在存在中间状态(ἀνὰ μέσον τι)的对立概念中,“缺乏(στέρησις)”是如何运作的。对立的一方(例如不正义)并不是对另一方(例如正义)的“整个定义(τοῦ ὅλου λόγου)”的彻底丧失,而应当被理解为是在最终种相(例如顺从法律)的某一方面或某种程度上有所欠缺(ἐκλείπων πῃ)。
  3. 1061a29καθάπερ δʼ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖται — 这在数学研究的对象——“通过抽象而来的事物(τὰ ἐξ ἀφαιρέσεως)”——与哲学研究的对象(作为存在的存在)之间建立了类比。正如数学家通过剥离(περιελὼν)感觉属性来孤立和考察数量一样,哲学家也仅在事物作为存在的意义上考察其附带属性和对立关系。
  4. 1061b15διαλύοιτʼ ἂν ἡ κατʼ ἀρχὰς ἀπορία λεχθεῖσα — “最初的疑难”指《形而上学》Beta卷提出的一大疑难:对于属于不同属的诸原理,是否可能存在一门单一的科学。因为所有存在都能够归结于一个共同的焦点(πρὸς ἕν),所以此处证明了即使范畴(属)不同,一门关于“作为存在的存在”的科学(哲学)仍然能够成立。

引用这一段

亚里士多德, 形而上学 §11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。