Humanitext Reader

亚里士多德 · 形而上学 §11.2

关于分离实体与原理同一性的疑难

第 110 段,共 159 段 · 希腊语

内容简介

围绕个别事物之外是否存在分离的实体或原理这一问题,本节提出了关于永恒事物与可消灭事物的原理是否同一,以及“一”、“存在”、数量或几何对象(线与点)能否作为原理的诸多疑难。

§11.2ἔτι πότερον δεῖ τιθέναι τι παρὰ τὰ καθʼ ἕκαστα ἢ οὔ, ἀλλὰ τούτων ἡ ζητουμένη ἐπιστήμη;
此外,究竟应该在个别事物之外设定某种东西,还是不设定,而所探求的科学就是关于这些个别事物的?
ἀλλὰ ταῦτα ἄπειρα·
但是这些个别事物是无限的。
τά γε μὴν παρὰ τὰ καθʼ ἕκαστα γένη ἢ εἴδη ἐστίν, ἀλλʼ οὐδετέρου τούτων ἡ ζητουμένη νῦν ἐπιστήμη.
另一方面,个别事物之外的存在是属或种,但现在所探求的科学并不关于这两者中的任何一个。
διότι γὰρ ἀδύνατον τοῦτο, εἴρηται.
因为这为什么是不可能的,原因已经说过。
καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ τινὰ ὑπολαβεῖν οὐσίαν εἶναι χωριστὴν παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰς δεῦρο, ἢ οὔ, ἀλλὰ ταῦτʼ εἶναι τὰ ὄντα καὶ περὶ ταῦτα τὴν σοφίαν ὑπάρχειν.
事实上,总的来说,究竟应该设想存在某种与感觉实体及这里(地上)的实体相分离的实体,还是不这样设定,而认为感觉实体就是存在着的事物,并且智慧是关于这些事物的,这也包含着疑难(阿波里亚)。
ζητεῖν μὲν γὰρ ἐοίκαμεν ἄλλην τινά, καὶ τὸ προκείμενον τοῦτʼ ἔστιν ἡμῖν, λέγω δὲ τὸ ἰδεῖν εἴ τι χωριστὸν καθʼ αὑτὸ καὶ μηδενὶ τῶν αἰσθητῶν ὑπάρχον.
因为我们似乎是在探求某种其他的实体,并且这是我们面临的任务,我指的是去探究是否存在某种其自身独立存在、且不属于任何感觉事物的实体。
ἔτι δʼ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἔστι τις ἑτέρα οὐσία, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι;
此外,如果在感觉实体之外还存在某种其他的实体,那么应该在感觉事物中的哪一类之外设定它的存在?
τί γὰρ μᾶλλον παρὰ τοὺς ἀνθρώπους ἢ τοὺς ἵππους ἢ τῶν ἄλλων ζῴων θήσει τις αὐτὴν ἢ καὶ τῶν ἀψύχων ὅλως;
因为为什么在人或马或其他动物、或者在无生物之外设定它,而不在其他的之外设定呢?
τό γε μὴν ἴσας ταῖς αἰσθηταῖς καὶ φθαρταῖς οὐσίαις ἀϊδίους ἑτέρας κατασκευάζειν ἐκτὸς τῶν εὐλόγων δόξειεν ἂν πίπτειν.
另一方面,构建出与感觉且可消灭的实体数量相等的、其他永恒的实体,似乎超出了合乎情理的范围。
εἰ δὲ μὴ χωριστὴ τῶν σωμάτων ἡ ζητουμένη νῦν ἀρχή, τίνα ἄν τις ἄλλην θείη μᾶλλον τῆς ὕλης;
但如果现在所探求的原理与物体不可分离,那么除了质料之外,人们还能设定什么其他的原理呢?
αὕτη γε μὴν ἐνεργείᾳ μὲν οὐκ ἔστι, δυνάμει δʼ ἔστιν.
然而,质料在现实上是不存在的,但在潜能上是存在的。
μᾶλλόν τʼ ἂν ἀρχὴ κυριωτέρα ταύτης δόξειεν εἶναι τὸ εἶδος καὶ ἡ μορφή· τοῦτο δὲ φθαρτόν, ὥσθʼ ὅλως οὐκ ἔστιν ἀΐδιος οὐσία χωριστὴ καὶ καθʼ αὑτήν.
而比起质料,种相(形相)和形状似乎是更为根本的原理;但这又是可消灭的,因此总的来说,并不存在可以独立且自身存在的永恒实体。
ἀλλʼ ἄτοπον· ἔοικε γὰρ καὶ ζητεῖται σχεδὸν ὑπὸ τῶν χαριεστάτων ὡς οὖσά τις ἀρχὴ καὶ οὐσία τοιαύτη· πῶς γὰρ ἔσται τάξις μή τινος ὄντος ἀϊδίου καὶ χωριστοῦ καὶ μένοντος;
但这又是荒谬的;因为这种原理和实体,似乎几乎被最杰出的思想家们所探讨和探求,因为如果没有某种永恒、分离且常住的东西存在,怎么会有秩序存在呢?
ἔτι δʼ εἴπερ ἔστι τις οὐσία καὶ ἀρχὴ τοιαύτη τὴν φύσιν οἵαν νῦν ζητοῦμεν, καὶ αὕτη μία πάντων καὶ ἡ αὐτὴ τῶν ἀϊδίων τε καὶ φθαρτῶν, ἀπορίαν ἔχει διὰ τί ποτε τῆς αὐτῆς ἀρχῆς οὔσης τὰ μέν ἐστιν ἀΐδια τῶν ὑπὸ τὴν ἀρχὴν τὰ δʼ οὐκ ἀΐδια (τοῦτο γὰρ ἄτοπον)·
此外,如果确实存在某种具有我们现在所探求的那种本性的实体和原理,且这对于永恒事物和可消灭事物而言,是所有事物共同且同一的原理,那么为什么在原理同一的情况下,该原理之下的事物有些是永恒的,而另一些不是永恒的(因为这是荒谬的),这也包含着疑难。
εἰ δʼ ἄλλη μέν ἐστιν ἀρχὴ τῶν φθαρτῶν ἄλλη δὲ τῶν ἀϊδίων, εἰ μὲν ἀΐδιος καὶ ἡ τῶν φθαρτῶν, ὁμοίως ἀπορήσομεν (διὰ τί γὰρ οὐκ ἀϊδίου τῆς ἀρχῆς οὔσης καὶ τὰ ὑπὸ τὴν ἀρχὴν ἀΐδια;
但如果可消灭事物有其自身的原理,而永恒事物又有另一种原理,若可消灭事物的原理也是永恒的,我们将同样面临疑难(因为如果原理是永恒的,为什么该原理之下的事物不也是永恒的?
)· φθαρτῆς δʼ οὔσης ἄλλη τις ἀρχὴ γίγνεται ταύτης κἀκείνης ἑτέρα, καὶ τοῦτʼ εἰς ἄπειρον πρόεισιν.
);但若原理是可消灭的,则这一原理和那一原理又产生出另一个原理,这就将进行到无限。
εἰ δʼ αὖ τις τὰς δοκούσας μάλιστʼ ἀρχὰς ἀκινήτους εἶναι, τό τε ὂν καὶ τὸ ἕν, θήσει, πρῶτον μὲν εἰ μὴ τόδε τι καὶ οὐσίαν ἑκάτερον αὐτῶν σημαίνει, πῶς ἔσονται χωρισταὶ καὶ καθʼ αὑτάς;
另一方面,如果有人将最被认为是具有不动性质的原理,即“存在”和“一”,设定为原理,首先,如果它们每一个都不表示“这个”(个体)和实体,它们如何能够独立且自身存在?
τοιαύτας δὲ ζητοῦμεν τὰς ἀϊδίους τε καὶ πρώτας ἀρχάς.
而我们所探求的永恒且第一的原理正是这样的。
εἴ γε μὴν τόδε τι καὶ οὐσίαν ἑκάτερον αὐτῶν δηλοῖ, πάντʼ ἐστὶν οὐσίαι τὰ ὄντα· κατὰ πάντων γὰρ τὸ ὂν κατηγορεῖται (κατʼ ἐνίων δὲ καὶ τὸ ἕν)· οὐσίαν δʼ εἶναι πάντα τὰ ὄντα ψεῦδος.
但如果它们每一个确实表示“这个”和实体,那么所有存在的事物就都是实体;因为 “存在”被述语于一切事物(而在某些事物中,“一”也被述语);但要说所有存在的事物都是实体,这是虚假的。
ἔτι δὲ τοῖς τὴν πρώτην ἀρχὴν τὸ ἓν λέγουσι καὶ τοῦτʼ οὐσίαν, ἐκ δὲ τοῦ ἑνὸς καὶ τῆς ὕλης τὸν ἀριθμὸν γεννῶσι πρῶτον καὶ τοῦτον οὐσίαν φάσκουσιν εἶναι, πῶς ἐνδέχεται τὸ λεγόμενον ἀληθὲς εἶναι;
此外,对于那些声称“一”是第一原理且是实体、并从“一”和质料中首先产生出数且声称数是实体的人来说,所说的话怎么可能是真实的呢?
τὴν γὰρ δυάδα καὶ τῶν λοιπῶν ἕκαστον ἀριθμῶν τῶν συνθέτων πῶς ἓν δεῖ νοῆσαι;
因为对于“二”以及其他每一个复合的数,应该如何理解其为“一”呢?
περὶ τούτου γὰρ οὔτε λέγουσιν οὐδὲν οὔτε ῥᾴδιον εἰπεῖν.
关于这一点,他们什么也没有说,也不容易说清。
εἴ γε μὴν γραμμὰς ἢ τὰ τούτων ἐχόμενα (λέγω δὲ ἐπιφανείας τὰς πρώτας) θήσει τις ἀρχάς, ταῦτά γʼ οὐκ εἰσὶν οὐσίαι χωρισταί, τομαὶ δὲ καὶ διαιρέσεις αἱ μὲν ἐπιφανειῶν αἱ δὲ σωμάτων (αἱ δὲ στιγμαὶ γραμμῶν), ἔτι δὲ πέρατα τῶν αὐτῶν τούτων· πάντα δὲ ταῦτα ἐν ἄλλοις ὑπάρχει καὶ χωριστὸν οὐδέν ἐστιν.
但如果有人将线、或与线相邻接的东西(我指的是第一位的面)设定为原理,这些至少不是分离存在的实体,而是切断面或分割,有些是面的,有些是物体的(点是线的),此外还是这些事物本身的界限;而所有这些都存在于其他事物之中,没有一个是分离存在的。
ἔτι πῶς οὐσίαν ὑπολαβεῖν εἶναι δεῖ τοῦ ἑνὸς καὶ στιγμῆς;
此外,怎么可能设想存在着“一”和点的实体呢?
οὐσίας μὲν γὰρ πάσης γένεσις ἔστι, στιγμῆς δʼ οὐκ ἔστιν· διαίρεσις γὰρ ἡ στιγμή.
因为一切实体都有其生成,但点却没有生成;因为点是分割。
παρέχει δʼ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τοῦ τοιουδί, τὴν δʼ οὐσίαν μὴ τῶν καθόλου εἶναι, μᾶλλον δὲ τόδε τι καὶ χωριστόν, ὥστʼ εἰ περὶ τὰς ἀρχάς ἐστιν ἐπιστήμη, πῶς δεῖ τὴν ἀρχὴν ὑπολαβεῖν οὐσίαν εἶναι;
而且,既然一切科学都是关于普遍者和“如此这般者”的,而实体不是关于普遍者的,反而更是一个“这个”(个别者)和分离存在的东西,这也带来了疑难,因此如果关于原理有科学,那么应该如何设想原理是实体呢?
ἔτι πότερον ἔστι τι παρὰ τὸ σύνολον ἢ οὔ (λέγω δὲ τὴν ὕλην καὶ τὸ μετὰ ταύτης);
此外,在结合体(我指的是质料和与之相伴的东西)之外,是否还存在某种东西?
εἰ μὲν γὰρ μή, τά γε ἐν ὕλῃ φθαρτὰ πάντα· εἰ δʼ ἔστι τι, τὸ εἶδος ἂν εἴη καὶ ἡ μορφή· τοῦτʼ οὖν ἐπὶ τίνων ἔστι καὶ ἐπὶ τίνων οὔ, χαλεπὸν ἀφορίσαι· ἐπʼ ἐνίων γὰρ δῆλον οὐκ ὂν χωριστὸν τὸ εἶδος, οἷον οἰκίας.
因为如果不存在,那么质料之中的一切事物都是可消灭的;但如果存在某种东西,那它就应该是种相和形状;然而,这在哪些事物中存在而在哪些中不存在,是很难界定的;因为在某些事物中,形相显然是不可分离存在的,例如房屋。
ἔτι πότερον αἱ ἀρχαὶ εἴδει ἢ ἀριθμῷ αἱ αὐταί;
此外,诸原理在种相上还是在数量上是同一的?
εἰ γὰρ ἀριθμῷ ἕν, πάντʼ ἔσται ταὐτά.
因为如果在数量上是一,那么一切事物都将是同一的。

词汇与语法注释

  1. 1060a1ἀλλὰ τούτων ἡ ζητουμένη ἐπιστήμη — 接在 `ἢ οὔ` 后面的 `ἀλλὰ τούτων...` 构成了双重间接疑问句后半部分的省略结构,应补全理解为 `ἢ οὐ [δεῖ τιθέναι τι], ἀλλὰ τούτων [ἐστὶν] ἡ ζητουμένη ἐπιστή妙`(或者[不应该设定任何东西],相反,所探求的科学是关于这些[个别事物]的)。
  2. 1060a15τό γε μὴν ἴσας ταῖς αἰσθηταῖς — 带有冠词的不定式短语 `τό ... κατασκευάζειν` 作句子的主语,其内部包含宾格宾语 `ἴσας ... ἀϊδίους ἑτέρας [οὐσίας]`。其中 `ἴσας`(同等的、同数量的)支配与格 `ταῖς αἰσθηταῖς καὶ φθαρταῖς οὐσίαις`(与感觉且可消灭的实体)。
  3. 1060a25καὶ αὕτη μία πάντων — 属格 `πάντων`(一切事物的)和 `τῶν ἀϊδίων τε καὶ φθαρτῶν`(永恒事物与可消灭事物的)是表示范围(或关联)的属格,修饰主格补足语 `μία ... καὶ ἡ αὐτή`(唯一且同一的)。
  4. 1060b20παρέχει δʼ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου — 动词 `παρέχει` 的主语是由冠词 `τό` 引导的带宾格主语的不定式短语整体(`τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου...`,“一切科学都是关于普遍者这一事实”)。

引用这一段

亚里士多德, 形而上学 §11.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。