Humanitext Reader

亚里士多德 · 形而上学 §11.12#1

运动存在的三种范畴与变化自身不存在变化

第 121 段,共 159 段 · 希腊语

内容简介

亚里士多德根据范畴分类,论证了运动仅存在于性质、数量和场所这三个范畴中,而排除实体、关系和变化本身。他指出,若假设存在变化的物理变动(运动的运动或生成的生成),将会导致不可能的无限后退。

§11.12#1εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ, ποιότητι, τόπῳ, τῷ ποιεῖν ἢ πάσχειν, τῷ πρός τι, τῷ ποσῷ, ἀνάγκη τρεῖς εἶναι κινήσεις, ποιοῦ ποσοῦ τόπου·
因此,如果范畴被区分为实体、性质、场所、能动或受动、关系、数量,那么必然只有三种运动:性质的、数量的和场所的。
κατʼ οὐσίαν δʼ οὔ, διὰ τὸ μηθὲν εἶναι οὐσίᾳ ἐναντίον, οὐδὲ τοῦ πρός τι (ἔστι γὰρ θατέρου μεταβάλλοντος μὴ ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον, ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν), οὐδὲ ποιοῦντος καὶ πάσχοντος, ἢ κινοῦντος καὶ κινουμένου, ὅτι οὐκ ἔστι κινήσεως κίνησις οὐδὲ γενέσεως γένεσις, οὐδʼ ὅλως μεταβολῆς μεταβολή.
但关于实体没有运动,因为没有与实体对立的东西;关于关系也没有运动(因为在关系的一方发生变化时,另一方尽管完全没有变化,关于它的关系陈述也可能不再为真,所以它们的运动是偶性的);关于能动和受动、或者运动者和被运动者也没有运动,因为不存在运动的运动,也不存在生成的生成,一般而言不存在变化的变化。
διχῶς γὰρ ἐνδέχεται κινήσεως εἶναι κίνησιν, ἢ ὡς ὑποκειμένου (οἷον ὁ ἄνθρωπος κινεῖται ὅτι ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει, ὥστε οὕτω καὶ ἡ κίνησις ἢ θερμαίνεται ἢ ψύχεται ἢ τόπον ἀλλάττει ἢ αὔξεται· τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ τῶν ὑποκειμένων τι ἡ μεταβολή), ἢ τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς μεταβάλλειν εἰς ἄλλο εἶδος, οἷον ἄνθρωπον ἐκ νόσου εἰς ὑγίειαν.
因为,运动的运动可能以两种方式存在:要么作为基质(例如,人之所以运动是因为他从白变为黑,与此相同,运动本身也变热或变冷、改变场所或增加;但这是不可能的,因为变化并不是任何基质);或者是通过另一个基质从一种变化变为另一种形式,例如人从生病变到健康。
ἀλλʼ οὐδὲ τοῦτο δυνατὸν πλὴν κατὰ συμβεβηκός.
但这同样是不可能的,除非是由于偶性。
πᾶσα γὰρ κίνησις ἐξ ἄλλου εἰς ἄλλο ἐστὶ μεταβολή, καὶ γένεσις καὶ φθορὰ ὡσαύτως· πλὴν αἱ μὲν εἰς ἀντικείμενα ὡδί, ἡ δʼ ὡδί, ἡ κίνησις.
因为一切运动都是从一物到另一物的变化,生成和消灭也是如此;除了它们是以这种方式变化为对立面,而运动则是以那种方式变化。
ἅμα οὖν μεταβάλλει ἐξ ὑγιείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην.
因此,一个人在从健康变到疾病的同时,也从这个变化本身变到另一个变化。
δῆλον δὴ ὅτι ἂν νοσήσῃ, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν (ἐνδέχεται γὰρ ἠρεμεῖν) καὶ ἔτι εἰς μὴ τὴν τυχοῦσαν ἀεί· κἀκείνη ἔκ τινος εἴς τι ἄλλο ἔσται·
那么显而易见,如果他生病了,他就会已经变到某种变化之中(因为他也可能静止),而且始终不是任意的变化;那一变化也将是从某物变到另一物。
ὥσθʼ ἡ ἀντικειμένη ἔσται, ὑγίανσις, ἀλλὰ τῷ συμβεβηκέναι, οἷον ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλει ὅτι ᾧ ὑπάρχει ἐκεῖνο μεταβάλλει, ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δὲ εἰς ἄγνοιαν.
因此,它会是对立的变化,即恢复健康,但这只是由于偶性,例如一个人从回忆变到遗忘,是因为回忆所属的主体在发生变化,时而变到知识,时而变到无知。
—ἔτι εἰς ἄπειρον βαδιεῖται, εἰ ἔσται μεταβολῆς μεταβολὴ καὶ γενέσεως γένεσις.
——此外,如果存在变化的变化和生成的生成,将会陷入无限后退。
ἀνάγκη δὴ καὶ τὴν προτέραν, εἰ ἡ ὑστέρα· οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίγνετό ποτε, καὶ τὸ γιγνόμενον ἐγίγνετο·
因为如果有后一个,就必然有前一个;例如,如果简单的生成曾处于被生成中,那么该被生成者也曾处于被生成中。
ὥστε οὔπω ἦν τὸ γιγνόμενον ἁπλῶς, ἀλλά τι γιγνόμενον γιγνόμενον ἤδη.
从而,简单地被生成者当时还不存在,而是已经有某种被生成者作为被生成者存在。
καὶ τοῦτʼ ἐγίγνετό ποτε, ὥστʼ οὐκ ἦν πω τότε γιγνόμενον.
而这在以前也曾处于被生成中,因此在当时它还不是被生成者。
ἐπεὶ δὲ τῶν ἀπείρων οὐκ ἔστι τι πρῶτον, οὐκ ἔσται τὸ πρῶτον, ὥστʼ οὐδὲ τὸ ἐχόμενον.
然而,在无限的项目中没有第一者,所以不会有第一者,因而也不会有紧随其后者。
οὔτε γίγνεσθαι οὖν οὔτε κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐδέν.
所以,任何事物既不可能生成,也不可能运动,更不可能变化。
ἔτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία καὶ ἠρέμησις, καὶ γένεσις καὶ φθορά, ὥστε τὸ γιγνόμενον, ὅταν γένηται γιγνόμενον, τότε φθείρεται· οὔτε γὰρ εὐθὺς γιγνόμενον οὔθʼ ὕστερον· εἶναι γὰρ δεῖ τὸ φθειρόμενον.
此外,对立的运动与静止属于同一事物,生成与消灭也是如此;所以,被生成者在成为被生成者时,就在那时被消灭;因为这既不是在刚开始生成时,也不是在之后;因为被消灭者必须存在。
ἔτι δεῖ ὕλην ὑπεῖναι τῷ γιγνομένῳ καὶ μεταβάλλοντι.
此外,在生成和变化着的事物下必须有物质(质料)作为基质。
τίς οὖν ἔσται ὥσπερ τὸ ἀλλοιωτὸν σῶμα ἢ ψυχή—οὕτω τί τὸ γιγνόμενον κίνησις ἢ γένεσις;
那么,正如在发生质变时有身体或灵魂作为基质,有什么东西是作为运动或生成在生成时的基质呢?

词汇与语法注释

  1. 1068a11ἔστι γὰρ θατέρου μεταβάλλοντος μὴ ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον — “θατέρου μεταβάλλοντος”是属格独立结构,其中“θατέρου”指关系双方中的“一方”。“θάτερον μηδὲν μεταβάλλον”为主格,意为“另一方完全没有变化”。“μὴ ἀληθεύεσθαι”是不定式,作为非人称动词“ἔστι”的主语,表示“(关于另一方的关系陈述)可能不再为真”。
  2. 1068a21ἢ τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς μεταβάλλειν εἰς ἄλλο εἶδος — 本句与前面的“ἢ ὡς ὑποκειμένου”(1068a17)并列,表示运动之运动可能存在的第二种方式。带冠词的“τῷ ... μεταβάλλειν”与其中宾格主语“ἕτερόν τι ὑποκείμενον”构成定格不定式结构,用作与格以表示手段或原因(通过……的变化)。“ἐκ μεταβολῆς”意为“从一种变化开始(作为起点)”。
  3. 1068a34ἀνάγκη δὴ καὶ τὴν προτέραν, εἰ ἡ ὑστέρα — 极其简练的省略表达,其中省略了动词(特别是“εἶναι”或“γίγνεσθαι”)。补全后的结构为:“如果后一个[变化或生成存在或正在生成],那么前一个[变化或生成]也必然[存在或正在生成]”(ἀνάγκη δὴ καὶ τὴν προτέραν [μεταβολὴν ἢ γένεσιν εἶναι ἢ γίγνεσθαι], εἰ ἡ ὑστέρα [ἔστιν ἢ γίγνεται])。
  4. 1068b10τίς οὖν ἔσται ὥσπερ τὸ ἀλλοιωτὸν σῶμα ἢ ψυχή—οὕτω τί τὸ γιγνόμενον κίνησις ἢ γένεσις; — “ἔσται”的承接主语是前句的“ὕλη”(物质/质料)。此疑问句的意思是:“正如(作为质变基质的)发生质变的身体或灵魂存在那样,在运动或生成正在生成(τὸ γιγνόμενον κίνησις ἢ γένεσις)时,什么将作为其基质物质呢?”“οὕτω τί”引导了这种平行类比的提问。

引用这一段

亚里士多德, 形而上学 §11.12#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.12%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。