Humanitext Reader

亚里士多德 · 形而上学 §11.11

变化的分类与运动及生成消灭的区别

第 120 段,共 159 段 · 希腊语

内容简介

讨论了变化与运动的分类,区分了偶性变化、部分变化和自身变化,并指出只有从基质到基质的变化才是严格意义上的“运动”,而生成和消灭虽是“变化”但并非“运动”。

§11.11μεταβάλλει δὲ τὸ μεταβάλλον τὸ μὲν κατὰ συμβεβηκός, ὡς τὸ μουσικὸν βαδίζει, τὸ δὲ τῷ τούτου τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα κατὰ μέρη (ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμός), ἔστι δέ τι ὃ καθʼ αὑτὸ πρῶτον κινεῖται, καὶ τοῦτʼ ἔστι τὸ καθʼ αὑτὸ κινητόν.
变化着的事物在变化时,要么是偶性地变化(犹如懂音乐的人在步行),要么是因为它的某一部分在变化,此时它被称为无条件地变化,例如按部分变化的事物(因为眼睛痊愈了,身体也就痊愈了);然而,也有某种因其自身而首先被运动的事物,这就是因其自身而可运动者。
ἔστι δέ καὶ ἐπὶ τοῦ κινοῦντος ὡσαύτως· κινεῖ γὰρ κατὰ συμβεβηκὸς τὸ δὲ κατὰ μέρος τὸ δὲ καθʼ αὑτό·
对于运动者来说也是如此:它要么是偶性地运动,要么是按部分运动,要么是因其自身而运动。
ἔστι δέ τι τὸ κινοῦν πρῶτον· ἔστι δέ τι τὸ κινούμενον, ἔτι ἐν ᾧ χρόνῳ καὶ ἐξ οὗ καὶ εἰς ὅ.
并且有某种首先运动者,也有被运动者,此外还有运动在其中发生的时间、运动的起点和终点。
τὰ δʼ εἴδη καὶ τὰ πάθη καὶ ὁ τόπος, εἰς ἃ κινοῦνται τὰ κινούμενα, ἀκίνητά ἐστιν, οἷον ἐπιστήμη καὶ θερμότης· ἔστι δʼ οὐχ ἡ θερμότης κίνησις ἀλλʼ ἡ θέρμανσις.
而形式、受动以及被运动者所运动向的场所,都是不动的,例如知识和热;事实上,热并不是运动,而加热才是运动。
ἡ δὲ μὴ κατὰ συμβεβηκὸς μεταβολὴ οὐκ ἐν ἅπασιν ὑπάρχει ἀλλʼ ἐν τοῖς ἐναντίοις καὶ μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
非偶性的变化并不存在于一切事物中,而只存在于对立面、中间者和矛盾者之间;对此的信证来自归纳。
μεταβάλλει δὲ τὸ μεταβάλλον ἢ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ἢ οὐκ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἢ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον (λέγω δὲ ὑποκείμενον τὸ καταφάσει δηλούμενον), ὥστʼ ἀνάγκη τρεῖς εἶναι μεταβολάς·
变化着的事物要么从基质变到基质,要么从非基质变到非基质,要么从基质变到非基质,要么从非基质变到基质(我所说的基质是指由肯定所表示的东西);因此,必然只有三种变化。
ἡ γὰρ ἐξ οὐχ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστι μεταβολή· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν, ὅτι οὐκ ἀντίθεσις.
因为从非基质到非基质的转变并不是变化;因为这其中既无对立也无矛盾,因为这并非对立关系。
ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον κατʼ ἀντίφασιν γένεσίς ἐστιν, ἡ μὲν ἁπλῶς ἁπλῆ, ἡ δὲ τινὸς τίς· ἡ δʼ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον φθορά, ἡ μὲν ἁπλῶς ἁπλῆ, ἡ δὲ τινὸς τίς.
那么,从非基质到基质的按矛盾方式的变化就是生成——无条件的生成是端点的生成,部分的生成是某种事物的生成;而从基质到非基质的变化则是消灭——无条件的消灭是端点的消灭,部分的消灭是某种事物的消灭。
εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς, καὶ μήτε τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν ἐνδέχεται κινεῖσθαι μήτε τὸ κατὰ δύναμιν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενον (τὸ γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐνδέχεται κινεῖσθαι κατὰ συμβεβηκός, εἴη γὰρ ἂν ἄνθρωπος τὸ μὴ λευκόν· τὸ δʼ ἁπλῶς μὴ τόδε οὐδαμῶς), ἀδύνατον τὸ μὴ ὂν κινεῖσθαι (εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶναι· γίγνεται γὰρ τὸ μὴ ὄν·
如果“非存在”有多种含义,并且无论是结合或分离意义上的非存在,还是潜能意义上的非存在(它对立于无条件的存在),都不可能被运动(因为不白或不善的东西仍然可以偶性地被运动,因为不白的东西可能是人,但无条件地非“这个”的东西则绝不可能被运动),那么非存在就不可能被运动。 (如果是这样,生成也就不可能是运动;因为生成的是非存在。
εἰ γὰρ καὶ ὅτι μάλιστα κατὰ συμβεβηκὸς γίγνεται, ἀλλʼ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γιγνομένου ἁπλῶς)·
因为即使非存在在最高程度上是偶性地生成的,但对于无条件地生成着的东西,说非存在属于它是真的。
ὁμοίως δὲ καὶ τὸ ἠρεμεῖν.
)同样,它也不可能静止。
ταῦτά τε δὴ συμβαίνει δυσχερῆ, καὶ εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ· εἴη γὰρ ἂν πού.
这些困难会产生,而且,如果每个被运动的事物都在场所中,那么非存在就不不在场所中;因为如果它在,它就会在某个地方。
οὐδὲ δὴ ἡ φθορὰ κίνησις· ἐναντίον γὰρ κινήσει κίνησις ἢ ἠρεμία, φθορὰ δὲ γενέσει.
消灭当然也不是运动;因为与运动对立的是运动或静止,而与消灭对立的则是生成。
ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις, μεταβολαὶ δὲ τρεῖς αἱ εἰρημέναι, τούτων δʼ αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, αὗται δʼ εἰσὶν αἱ κατʼ ἀντίφασιν, ἀνάγκη τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον κίνησιν εἶναι μόνην.
既然一切运动都是某种变化,而变化就是上述的三种,在这些之中,按生成和消灭方式的变化不是运动,这些是按矛盾方式的变化,所以,只有从基质到基质的变化必然是运动。
τὰ δʼ ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, οἷον τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
基质要么是对立面,要么是中间者(因为缺损也应被设想为对立面),并且它们是由肯定来表示的,例如“裸露的”、“无齿的”和“黑色的”。

词汇与语法注释

  1. 1067b5τὸ καθʼ αὑτὸ κινητόν — “自身可运动者”。这与偶性地或部分地运动的事物(例如,因为眼睛痊愈而身体痊愈)相对应,指的是事物自身作为第一主体进行运动。
  2. 1067b19ἡ γὰρ ἐξ οὐχ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστι μεταβολή — “从非基质到非基质的转变并不是变化”。亚里士多德将“基质”定义为由肯定表述的事物。由于从非基质到非基质的转变中不存在对立关系(相反或矛盾),因此不能称之为变化。
  3. 1067b30εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶναι· — 这一条件句意思是“如果非存在不能运动,生成也就不可能是运动”,其中省略了“不可能”(ἀδύνατον)。紧接着的“因为生成的是非存在”给出了理由:既然作为生成主体的“非存在”无法运动,那么生成本身也就不能是运动。
  4. 1068a3αὗται δʼ εἰσὶν αἱ κατʼ ἀντίφασιν — “这些是按矛盾方式的变化”。生成(从非存在到存在)和消灭(从存在到非存在)是基于某种状态之有无的矛盾对立,因此它们与在同一基质内对立属性之间的变化(运动)有本质区别。

引用这一段

亚里士多德, 形而上学 §11.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。