Humanitext Reader

亚里士多德 · 形而上学 §11.10#2

无限感性物体的不可能性与场所及运动

第 119 段,共 159 段 · 希腊语

内容简介

在本章后半部分,从多个物理学角度否定了无限感性身体的存在性,包括元素说、场所与方向概念的矛盾,以及在大小、运动和时间中无限属性的衍生依赖关系。

§11.10#2ἅπαν γάρ, ἐξ οὗ ἐστί, καὶ διαλύεται εἰς τοῦτο, οὐ φαίνεται δὲ τοῦτο παρὰ τὰ ἁπλᾶ σώματα), οὐδὲ πῦρ οὐδʼ ἄλλο τῶν στοιχείων οὐθέν· χωρὶς γὰρ τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ ἅπαν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ.
(因为一切事物都分解为它所由构成的东西,但在简单物体之外并不显现出这样的东西)。 它既不是火,也不是其他任何元素;因为撇开它们之中有某一个是无限的这一点不谈,即使全体是有限的,全体也不可能存在或生成为它们之中的任何一个,正如赫拉克利特所说,万物在某个时候都会变成火。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνὸς ὃ ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί· πᾶν γὰρ μεταβάλλει ἐξ ἐναντίου, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
同样的论点也适用于自然哲学家们在元素之外所设想的那个“一”;因为一切变化都来自对立面,例如从热变冷。
—ἔτι τὸ αἰσθητὸν σῶμα πού, καὶ ὁ αὐτὸς τόπος ὅλου καὶ μορίου, οἷον τῆς γῆς, ὥστʼ εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται, τοῦτο δὲ ἀδύνατον (τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν;
——此外,感觉到的身体是在某个地方,而整体与部分的场所是相同的(例如泥土);因此,如果它是同质的,它要么是不动的,要么是永远运动着的。 但这是不可能的(因为为什么它应该向下运动而不是向上运动,或者向任何其他地方运动呢?
οἷον εἰ βῶλος εἴη, ποῦ αὕτη κινήσεται ἢ μενεῖ;
例如,如果有一块泥土,它将在哪里运动或停留呢?
ὁ γὰρ τόπος τοῦ συγγενοῦς αὐτῇ σώματος ἄπειρος·
因为与它同类的身体的场所是无限的。
καθέξει οὖν τὸν ὅλον τόπον;
那么它会占领整个场所吗?
καὶ πῶς;
又如何占领?
τίς οὖν ἡ μονὴ καὶ ἡ κίνησις;
那么它的静止和运动又是什么呢?
ἢ πανταχοῦ μενεῖ—οὐ κινηθήσεται ἄρα, ἢ πανταχοῦ κινηθήσεται —οὐκ ἄρα στήσεται)·
它是会留在所有地方——因而运动不起来,还是在所有地方都运动 ——因而无法停止呢? )。
εἰ δʼ ἀνόμοιον τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι, καὶ πρῶτον μὲν οὐχ ἓν τὸ σῶμα τοῦ παντὸς ἀλλʼ ἢ τῷ ἅπτεσθαι, εἶτα ἢ πεπερασμένα ταῦτʼ ἔσται ἢ ἄπειρα εἴδει.
如果全体是异质的,那么场所也是异质的,首先,全体的身体不是一个,而只是靠接触连接,其次,这些在种类上要么是有限的,要么是无限的。
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δʼ οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον πῦρ ἢ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις)·
它们不可能是有限的(因为如果全体是无限的,那么有些元素将是无限的,有些则不是,例如火或水;但这种情况对于对立面来说是毁灭性的)。
εἰ δʼ ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι καὶ ἔσται ἄπειρα στοιχεῖα·
如果它们是无限且简单的,那么场所也是无限的,元素也将有无限多个。
εἰ δὲ τοῦτʼ ἀδύνατον καὶ οἱ τόποι πεπερασμένοι, καὶ τὸ πᾶν ἀνάγκη πεπεράνθαι.
但如果这是不可能的,且场所是有限的,那么全体也必然是有限的。
ὅλως δʼ ἀδύνατον ἄπειρον εἶναι σῶμα καὶ τόπον τοῖς σώμασιν, εἰ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα· ἢ γὰρ ἐπὶ τὸ μέσον ἢ ἄνω οἰσθήσεται, ἀδύνατον δὲ τὸ ἄπειρον ἢ πᾶν ἢ τὸ ἥμισυ ὁποτερονοῦν πεπονθέναι·
一般而言,如果每个感觉到的身体要么有重力要么有轻力,那么无限的身体以及身体的场所是不可能存在的;因为物体要么向中心运动,要么向上运动,但无限者,无论是整体还是其一半,都不可能受到这两种运动方式的影响。
πῶς γὰρ διελεῖς;
因为你怎么分割它呢?
ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν κάτω τὸ δʼ ἄνω, ἢ ἔσχατον καὶ μέσον;
或者,在无限中,怎么会有下和上,或端点和中心呢?
ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου δὲ εἴδη ἕξ, ἀδύνατον δʼ ἐν τῷ ἀπείρῳ σώματι ταῦτʼ εἶναι.
此外,每个感觉到的身体都在一个场所中,场所的种类有六种,但在无限的身体中存在这些是不可能的。
ὅλως δʼ εἰ ἀδύνατον τόπον ἄπειρον εἶναι, καὶ σῶμα ἀδύνατον· τὸ γὰρ ἐν τόπῳ πού, τοῦτο δὲ σημαίνει ἢ ἄνω ἢ κάτω ἢ τῶν λοιπῶν τι, τούτων δʼ ἕκαστον πέρας τι.
一般而言,如果场所不可能是无限的,身体也不可能是无限的;因为在场所中的东西是在“某个地方”,而这意味着或上、或下、或其余方向之一,而这些之中的每一个都是一个极限。
τὸ δʼ ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ ὡς μία τις φύσις, ἀλλὰ τὸ ὕστερον λέγεται κατὰ τὸ πρότερον, οἷον κίνησις κατὰ τὸ μέγεθος ἐφʼ οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὔξεται, χρόνος δὲ διὰ τὴν κίνησιν.
但无限在大小、运动和时间中并不相同,好像它是一个单一的本性;相反,后者是根据前者而被说的,例如,运动是根据它所移动、改变或增加的大小的意义上被称为无限,而时间则是通过运动。

词汇与语法注释

  1. 1067a1χωρὶς γὰρ τοῦ ἄπειρον εἶναί τι αὐτῶν — 介词 χωρίς 支配属格,在此处修饰带冠词的不定式短语 τοῦ ἄπειρον εἶναί τι αὐτῶν。τι 作为不定式 εἶναι 的主格性宾格(逻辑主语),表示一种条件性的保留,即“撇开它们中是否有某一个是无限的这一点不谈”。
  2. 1067a8ὥστʼ εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται — 在条件句 εἰ μὲν ὁμοειδές 中,主语 σῶμα(或 τὸ πᾶν)被省略。对于同质的无限物体,由于部分的固有场所与整体的场所一致,所有方向都是均等的,因此产生悖论:它要么完全不动(ἀκίνητον),要么在所有方向上永远运动(ἀεὶ οἰσθήσεται)。
  3. 1067a25ἀδύνατον δὲ τὸ ἄπειρον ἢ πᾶν ἢ τὸ ἥμισυ ὁποτερονοῦν πεπονθέναι — 不定式 πεπονθέναι(πάσχω 的完成式)的主语是宾格的 τὸ ἄπειρον,其后同格地插入了 ἢ πᾶν ἢ τὸ ἥμισυ ὁποτερονοῦν(无论是作为整体还是作为一半)。这表明了其逻辑结构:无限者无论作为整体还是作为一半,都无法承受(具有)向中心或向上的定向运动属性。
  4. 1067a33τὸ δʼ ἄπειρον οὐ ταὐτὸν... ἀλλὰ τὸ ὕστερον λέγεται κατὰ τὸ πρότερον — 介词短语 κατὰ τὸ πρότερον 中的“前者(πρότερον)”指的是“大小(μέγεθος)”,而“后者(ὕστερον)”指的是“运动(κίνησις)”和“时间(χρόνος)”。这解释了一种依赖关系(κατά),即无限性首要地属于大小,而只是次要地、派生地被陈述于运动和时间。

引用这一段

亚里士多德, 形而上学 §11.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:11.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。