§11.1ὅτι μὲν ἡ σοφία περὶ ἀρχὰς ἐπιστήμη τίς ἐστι, δῆλον ἐκ τῶν πρώτων ἐν οἷς διηπόρηται πρὸς τὰ ὑπὸ τῶν ἄλλων εἰρημένα περὶ τῶν ἀρχῶν·
智慧是一门关于原理的某种科学,这从我们在最初的部分中,针对他人关于原理所发表的意见进行讨论并提出诸多疑难(阿波里亚)时就已显而易见。
ἀπορήσειε δʼ ἄν τις πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν ἐπιστήμην ἢ πολλάς·
但是人们可能会提出疑问,究竟应该把智慧视为一门科学,还是多门科学。
εἰ μὲν γὰρ μίαν, μία γʼ ἐστὶν ἀεὶ τῶν ἐναντίων, αἱ δʼ ἀρχαὶ οὐκ ἐναντίαι· εἰ δὲ μὴ μία, ποίας δεῖ θεῖναι ταύτας;
因为如果是一门,那么一门科学总是关于相反者的,而原理并不是相反者;如果不是一门,那么应该把它们设定为怎样的科学?
ἔτι τὰς ἀποδεικτικὰς ἀρχὰς θεωρῆσαι μιᾶς ἢ πλειόνων;
此外,考察论证性原理是一门科学的事务,还是多门科学的事务?
εἰ μὲν γὰρ μιᾶς, τί μᾶλλον ταύτης ἢ ὁποιασοῦν;
因为如果是一门,为什么是这一门而不是其他任何一门?
εἰ δὲ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι;
如果是多门,应该把它们设定为怎样的科学?
ἔτι πότερον πασῶν τῶν οὐσιῶν ἢ οὔ;
再者,它是关于所有实体的,还是不是?
εἰ μὲν γὰρ μὴ πασῶν, ποίων χαλεπὸν ἀποδοῦναι· εἰ δὲ πασῶν μία, ἄδηλον πῶς ἐνδέχεται πλειόνων τὴν αὐτὴν ἐπιστήμην εἶναι.
因为如果不是关于所有的,就很难说明它是关于哪一类实体的;如果一门科学是关于所有实体的,那么同一门科学如何能够关于多种不同的实体,这是不明确的。
ἔτι πότερον περὶ τὰς οὐσίας μόνον ἢ καὶ τὰ συμβεβηκότα;
此外,它是仅关于实体,还是也关于偶性?
εἰ γὰρ περί γε τὰ συμβεβηκότα ἀπόδειξίς ἐστιν, περὶ τὰς οὐσίας οὐκ ἔστιν· εἰ δʼ ἑτέρα, τίς ἑκατέρα καὶ ποτέρα σοφία;
因为如果关于偶性有证明,那么关于实体就没有证明;而如果它们是不同的科学,那么各自是什么,这两者中哪一个才是智慧?
ᾗ μὲν γὰρ ἀποδεικτική, σοφία ἡ περὶ τὰ συμβεβηκότα· ᾗ δὲ περὶ τὰ πρῶτα, ἡ τῶν οὐσιῶν.
因为就其作为论证性的而言,关于偶性的科学是智慧;但就其关于第一事物的而言,关于实体的科学是智慧。
ἀλλʼ οὐδὲ περὶ τὰς ἐν τοῖς φυσικοῖς εἰρημένας αἰτίας τὴν ἐπιζητουμένην ἐπιστήμην θετέον· οὔτε γὰρ περὶ τὸ οὗ ἕνεκεν (τοιοῦτον γὰρ τὸ ἀγαθόν, τοῦτο δʼ ἐν τοῖς πρακτοῖς ὑπάρχει καὶ ταῖς οὖσιν ἐν κινήσει· καὶ τοῦτο πρῶτον κινεῖ—τοιοῦτον γὰρ τὸ τέλος—τὸ δὲ πρῶτον κινῆσαν οὐκ ἔστιν ἐν τοῖς ἀκινήτοις)· ὅλως δʼ ἀπορίαν ἔχει πότερόν ποτε περὶ τὰς αἰσθητὰς οὐσίας ἐστὶν ἡ ζητουμένη νῦν ἐπιστήμη ἢ οὔ, περὶ δέ τινας ἑτέρας.
然而,我们也不能将所探求的科学设定为关于《物理学》中所说的那些原因的科学;因为它不关于目的(因为善就是这样的目的,而这存在于可实践的事物和处于运动之中的事物中;并且这是最初发动者——因为终极目的就是如此——但最初发动者在不动的事物中是不存在的);而总的来说,现在所探求的科学是关于感觉实体的,还是不关于感觉实体而关于其他某种实体的,这也是一个疑难。
εἰ γὰρ περὶ ἄλλας, ἢ περὶ τὰ εἴδη εἴη ἂν ἢ περὶ τὰ μαθηματικά.
因为如果是关于其他实体的,它要么是关于理念,要么是关于数学对象的。
τὰ μὲν οὖν εἴδη ὅτι οὐκ ἔστι, δῆλον (ὅμως δὲ ἀπορίαν ἔχει, κἂν εἶναί τις αὐτὰ θῇ, διὰ τί ποτʼ οὐχ ὥσπερ ἐπὶ τῶν μαθηματικῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη·
现在,理念并不存在,这是显而易见的(然而,即使有人设定它们存在,也有一个疑难:为什么不能像数学对象那样,在其他有理念的事物中也是如此?
λέγω δʼ ὅτι τὰ μαθηματικὰ μὲν μεταξύ τε τῶν εἰδῶν τιθέασι καὶ τῶν αἰσθητῶν οἷον τρίτα τινὰ παρὰ τὰ εἴδη τε καὶ τὰ δεῦρο, τρίτος δʼ ἄνθρωπος οὐκ ἔστιν οὐδʼ ἵππος παρʼ αὐτόν τε καὶ τοὺς καθʼ ἕκαστον· εἰ δʼ αὖ μὴ ἔστιν ὡς λέγουσι, περὶ ποῖα θετέον πραγματεύεσθαι τὸν μαθηματικόν;
我的意思是,他们把数学对象设定为介于理念和感觉实体之间,作为理念和地上事物之外的第三种东西,但是在理念本身和个别的人之外,并没有第三个“人”或“马”;但反过来说,如果情况并不像他们所说的那样,那么应该把数学家设定为处理哪一类事物的?
οὐ γὰρ δὴ περὶ τὰ δεῦρο· τούτων γὰρ οὐθέν ἐστιν οἷον αἱ μαθηματικαὶ ζητοῦσι τῶν ἐπιστημῶν)· οὐδὲ μὴν περὶ τὰ μαθηματικὰ ἡ ζητουμένη νῦν ἐστὶν ἐπιστήμη (χωριστὸν γὰρ αὐτῶν οὐθέν)· ἀλλʼ οὐδὲ τῶν αἰσθητῶν οὐσιῶν· φθαρταὶ γάρ.
因为绝不是关于地上的事物的,因为在这些事物中,没有一个是像数学科学所探求的那样);但现在所探求的科学当然也不是关于数学对象的(因为它们中没有一个是可分离存在的);但也不是关于感觉实体的,因为它们是可消灭的。
ὅλως δʼ ἀπορήσειέ τις ἂν ποίας ἐστὶν ἐπιστήμης τὸ διαπορῆσαι περὶ τῆς τῶν μαθηματικῶν ὕλης.
总的来说,讨论关于数学对象质料的疑难属于哪一门科学,人们可能会产生疑问。
οὔτε γὰρ τῆς φυσικῆς, διὰ τὸ περὶ τὰ ἔχοντα ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ στάσεως τὴν τοῦ φυσικοῦ πᾶσαν εἶναι πραγματείαν, οὐδὲ μὴν τῆς σκοπούσης περὶ ἀποδείξεώς τε καὶ ἐπιστήμης· περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται.
因为这不属于物理学,因为物理学家的全部研究都是关于在自身中拥有运动和静止原理的事物的;这也不属于考察证明和科学的科学,因为恰恰是关于这个属本身进行探究的。
λείπεται τοίνυν τὴν προκειμένην φιλοσοφίαν περὶ αὐτῶν τὴν σκέψιν ποιεῖσθαι.
因此,只能由我们目前所面对的哲学来对它们进行考察。
διαπορήσειε δʼ ἄν τις εἰ δεῖ θεῖναι τὴν ζητουμένην ἐπιστήμην περὶ τὰς ἀρχάς, τὰ καλούμενα ὑπό τινων στοιχεῖα·
此外,人们可能会产生疑问:是否应该将所探求的科学设定为关于被某些人称为“元素”的那些原理的科学?
ταῦτα δὲ πάντες ἐνυπάρχοντα τοῖς συνθέτοις τιθέασιν.
而所有人把这些元素设定为内在并存在于复合事物中的东西。
μᾶλλον δʼ ἂν δόξειε τῶν καθόλου δεῖν εἶναι τὴν ζητουμένην ἐπιστήμην· πᾶς γὰρ λόγος καὶ πᾶσα ἐπιστήμη τῶν καθόλου καὶ οὐ τῶν ἐσχάτων, ὥστʼ εἴη ἂν οὕτω τῶν πρώτων γενῶν.
然而,看起来所探求的科学更应该是关于普遍者的科学;因为一切定义和一切科学都是关于普遍者的,而不是关于最底层的个别事物,因此,这样的话它将是关于第一属的科学。
ταῦτα δὲ γίγνοιτʼ ἂν τό τε ὂν καὶ τὸ ἕν· ταῦτα γὰρ μάλιστʼ ἂν ὑποληφθείη περιέχειν τὰ ὄντα πάντα καὶ μάλιστα ἀρχαῖς ἐοικέναι διὰ τὸ εἶναι πρῶτα τῇ φύσει· φθαρέντων γὰρ αὐτῶν συναναιρεῖται καὶ τὰ λοιπά· πᾶν γὰρ ὂν καὶ ἕν.
而这些第一属将是“存在”和“一”;因为这两者最被认为包含了一切存在者,并且最像原理,因为它们在自然上是第一位的;因为如果它们被消灭,其余的事物也会随之被消灭;因为一切事物都是存在且是一。
ᾗ δὲ τὰς διαφορὰς αὐτῶν ἀνάγκη μετέχειν εἰ θήσει τις αὐτὰ γένη, διαφορὰ δʼ οὐδεμία τοῦ γένους μετέχει, ταύτῃ δʼ οὐκ ἂν δόξειε δεῖν αὐτὰ τιθέναι γένη οὐδʼ ἀρχάς.
但是,由于如果有人把它们设定为属,就必然要求它们的差异分有它们,而没有任何差异分有其属,从这一点来看,似乎不应该把它们设定为属,也不应该设定为原理。
ἔτι δʼ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου, τὰ δʼ ἔσχατα τῶν ἐκ τοῦ γένους ἁπλούστερα τῶν γενῶν (ἄτομα γάρ, τὰ γένη δʼ εἰς εἴδη πλείω καὶ διαφέροντα διαιρεῖται), μᾶλλον ἂν ἀρχὴ δόξειεν εἶναι τὰ εἴδη τῶν γενῶν.
此外,如果更简单的东西比不那么简单的东西更具有原理的性质,而从属中衍生出来的最底层者比属更简单(因为它们是不可分割的,而属则被分割为多个不同的种),那么种似乎比属更具有原理的性质。
ᾗ δὲ συναναιρεῖται τοῖς γένεσι τὰ εἴδη, τὰ γένη ταῖς ἀρχαῖς ἔοικε μᾶλλον· ἀρχὴ γὰρ τὸ συναναιροῦν.
但由于种随属而一同消灭,属似乎更像原理;因为一同消灭者才是原理。
τὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτʼ ἐστὶν ἕτερα.
那么,包含这些疑难的以及其他类似的疑难就是这些。