Humanitext Reader

亚里士多德 · 形而上学 §10.9-10.10

性别差异不分物种与可灭不灭之别

第 108 段,共 159 段 · 希腊语

内容简介

从定义(形相)与质料的角度讨论了为什么性别差异不划分物种,并论证了“可消灭的”与“不可消灭的”构成了属上的差异,从而说明与个别事物同物种的理念是不可能存在的。

§10.9ἀπορήσειε δʼ ἄν τις διὰ τί γυνὴ ἀνδρὸς οὐκ εἴδει διαφέρει, ἐναντίου τοῦ θήλεος καὶ τοῦ ἄρρενος ὄντος τῆς δὲ διαφορᾶς ἐναντιώσεως, οὐδὲ ζῷον θῆλυ καὶ ἄρρεν ἕτερον τῷ εἴδει· καίτοι καθʼ αὑτὸ τοῦ ζῴου αὕτη ἡ διαφορὰ καὶ οὐχ ὡς λευκότης ἢ μελανία ἀλλʼ ᾗ ζῷον καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν ὑπάρχει.
人们可能会产生疑问:为什么女人和男人在物种上没有区别,既然雌性和雄性是相反的,且它们的差异是相反对立,而且为什么雌性动物和雄性动物在物种上不是不同的;然而这种差异是动物自身所具有的,不像白和黑那样,而是只要作为动物,雌性和雄性就属于它。
ἔστι δʼ ἡ ἀπορία αὕτη σχεδὸν ἡ αὐτὴ καὶ διὰ τί ἡ μὲν ποιεῖ τῷ εἴδει ἕτερα ἐναντίωσις ἡ δʼ οὔ, οἷον τὸ πεζὸν καὶ τὸ πτερωτόν, λευκότης δὲ καὶ μελανία οὔ.
这个疑问与为什么一种相反对立能在物种上产生不同的东西,而另一种却不能(例如,步行和有翼能产生不同,而白和黑却不能)几乎是同一个问题。
ἢ ὅτι τὰ μὲν οἰκεῖα πάθη τοῦ γένους τὰ δʼ ἧττον;
是因为有些是属的固有属性,而另一些则不那么固有吗?
καὶ ἐπειδή ἐστι τὸ μὲν λόγος τὸ δʼ ὕλη, ὅσαι μὲν ἐν τῷ λόγῳ εἰσὶν ἐναντιότητες εἴδει ποιοῦσι διαφοράν, ὅσαι δʼ ἐν τῷ συνειλημμένῳ τῇ ὕλῃ οὐ ποιοῦσιν.
而且,既然一者是定义,另一者是质料,那么凡是在定义中的相反对立都会产生物种上的差异,而凡是在与质料相结合的东西中的相反对立则不会产生差异。
διὸ ἀνθρώπου λευκότης οὐ ποιεῖ οὐδὲ μελανία, οὐδὲ τοῦ λευκοῦ ἀνθρώπου ἔστι διαφορὰ κατʼ εἶδος πρὸς μέλανα ἄνθρωπον, οὐδʼ ἂν ὄνομα ἓν τεθῇ.
因此,人的白或黑不会产生差异,白人和黑人之间在物种上也没有差异,即使给他们起一个单一的名字也是如此。
ὡς ὕλη γὰρ ὁ ἄνθρωπος, οὐ ποιεῖ δὲ διαφορὰν ἡ ὕλη· οὐδʼ ἀνθρώπου γὰρ εἴδη εἰσὶν οἱ ἄνθρωποι διὰ τοῦτο, καίτοι ἕτεραι αἱ σάρκες καὶ τὰ ὀστᾶ ἐξ ὧν ὅδε καὶ ὅδε· ἀλλὰ τὸ σύνολον ἕτερον μέν, εἴδει δʼ οὐχ ἕτερον, ὅτι ἐν τῷ λόγῳ οὐκ ἔστιν ἐναντίωσις.
因为人是作为质料的,而质料不会产生差异;因为这就是为什么人类并不因此成为人的物种,尽管构成这一个和那一个的肉和骨是不同的;但结合的整体是不同的,尽管在物种上并无不同,因为在定义中没有相反对立。
τοῦτο δʼ ἐστὶ τὸ ἔσχατον ἄτομον·
而这是最下限的不可分割者。
ὁ δὲ Καλλίας ἐστὶν ὁ λόγος μετὰ τῆς ὕλης· καὶ ὁ λευκὸς δὴ ἄνθρωπος, ὅτι Καλλίας λευκός· κατὰ συμβεβηκὸς οὖν ὁ ἄνθρωπος.
卡里亚斯是伴随质料的定义;白人也是如此,因为卡里亚斯是白的;因此,人白是偶然的。
οὐδὲ χαλκοῦς δὴ κύκλος καὶ ξύλινος· οὐδὲ τρίγωνον χαλκοῦν καὶ κύκλος ξύλινος, οὐ διὰ τὴν ὕλην εἴδει διαφέρουσιν ἀλλʼ ὅτι ἐν τῷ λόγῳ ἔνεστιν ἐναντίωσις.
同样,铜圆和木圆在物种上也不不同;铜三角形和木圆也不是因为质料而在物种上不同,而是因为在定义中存在相反对立。
πότερον δʼ ἡ ὕλη οὐ ποιεῖ ἕτερα τῷ εἴδει, οὖσά πως ἑτέρα, ἢ ἔστιν ὡς ποιεῖ;
然而,质料虽然以某种方式不同,它是不产生物种上不同的东西,还是在某种情况下会产生呢?
διὰ τί γὰρ ὁδὶ ὁ ἵππος τουδὶ τοῦ ἀνθρώπου ἕτερος τῷ εἴδει;
因为,为什么这匹马与这个人不同物种呢?
καίτοι σὺν τῇ ὕλῃ οἱ λόγοι αὐτῶν.
而且,他们的定义是伴随质料的。
ἢ ὅτι ἔνεστιν ἐν τῷ λόγῳ ἐναντίωσις;
是因为定义中存在相反对立吗?
καὶ γὰρ τοῦ λευκοῦ ἀνθρώπου καὶ μέλανος ἵππου, καὶ ἔστι γε εἴδει, ἀλλʼ οὐχ ᾗ ὁ μὲν λευκὸς ὁ δὲ μέλας, ἐπεὶ καὶ εἰ ἄμφω λευκὰ ἦν, ὅμως ἂν ἦν εἴδει ἕτερα.
因为在白人和黑马的定义中确实存在,它们也确实在物种上不同,但并不是因为一者白而另一者黑,因为即使两者都是白的,它们在物种上依然会是不同的。
τὸ δὲ ἄρρεν καὶ θῆλυ τοῦ ζῴου οἰκεῖα μὲν πάθη, ἀλλʼ οὐ κατὰ τὴν οὐσίαν ἀλλʼ ἐν τῇ ὕλῃ καὶ τῷ σώματι, διὸ τὸ αὐτὸ σπέρμα θῆλυ ἢ ἄρρεν γίγνεται παθόν τι πάθος.
而雄性和雌性是动物的固有属性,但不是在实体方面,而是在质料和身体中,因此,同一精子在受到某种影响后会变成雌性或雄性。
τί μὲν οὖν ἐστὶ τὸ τῷ εἴδει ἕτερον εἶναι, καὶ διὰ τί τὰ μὲν διαφέρει εἴδει τὰ δʼ οὔ, εἴρηται.
因此,在物种上不同是什么,以及为什么有些事物在物种上不同而有些不不同,已经说明了。
§10.10ἐπειδὴ δὲ τὰ ἐναντία ἕτερα τῷ εἴδει, τὸ δὲ φθαρτὸν καὶ τὸ ἄφθαρτον ἐναντία (στέρησις γὰρ ἀδυναμία διωρισμένη), ἀνάγκη ἕτερον εἶναι τῷ γένει τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον.
既然相反者在物种上是不同的,而可消灭的和不可消灭的是相反的(因为缺失是一种被确定的无能),那么可消灭的和不可消灭的在属上必须是不同的。
νῦν μὲν οὖν ἐπʼ αὐτῶν εἰρήκαμεν τῶν καθόλου ὀνομάτων, ὥστε δόξειεν ἂν οὐκ ἀναγκαῖον εἶναι ὁτιοῦν ἄφθαρτον καὶ φθαρτὸν ἕτερα εἶναι τῷ εἴδει, ὥσπερ οὐδὲ λευκὸν καὶ μέλαν (τὸ γὰρ αὐτὸ ἐνδέχεται εἶναι, καὶ ἅμα, ἐὰν ᾖ τῶν καθόλου, ὥσπερ ὁ ἄνθρωπος εἴη ἂν καὶ λευκὸς καὶ μέλας, καὶ τῶν καθʼ ἕκαστον· εἴη γὰρ ἄν, μὴ ἅμα, ὁ αὐτὸς λευκὸς καὶ μέλας· καίτοι ἐναντίον τὸ λευκὸν τῷ μέλανι)·
现在我们是用这些普遍的名称来说明的,因此可能看起来任何不可消灭的和可消灭的事物在物种上不同并不是必然的,浅像白和黑不是必然的一样(因为如果它们是普遍的,同一个东西有可能同时既是白又是黑,例如人可以既是白又是黑,在个别事物中也是如此;因为同一个人虽然不能在同一时间,但可以既是白又是黑,尽管白与黑是相反的)。
ἀλλὰ τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς ὑπάρχει ἐνίοις, οἷον καὶ τὰ νῦν εἰρημένα καὶ ἄλλα πολλά, τὰ δὲ ἀδύνατον, ὧν ἐστὶ καὶ τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον· οὐδὲν γάρ ἐστι φθαρτὸν κατὰ συμβεβηκός·
但是在相反者中,有些对某些事物是偶然属于的,例如刚才提到的那些以及其他许多东西,但有些则是绝对不可能的,可消灭的和不可消灭的就在其中;因为没有任何东西是偶然可消灭的。
τὸ μὲν γὰρ συμβεβηκὸς ἐνδέχεται μὴ ὑπάρχειν, τὸ δὲ φθαρτὸν τῶν ἐξ ἀνάγκης ὑπαρχόντων ἐστὶν οἷς ὑπάρχει· ἢ ἔσται τὸ αὐτὸ καὶ ἓν φθαρτὸν καὶ ἄφθαρτον, εἰ ἐνδέχεται μὴ ὑπάρχειν αὐτῷ τὸ φθαρτόν.
因为偶然属性是可以不属于的,但可消灭性对于它所属于的事物来说是必然属于的属性之一;否则,如果可消灭性有可能不属于它,那么同一个且单一的东西将既是可消灭的又是不可消灭的。
ἢ τὴν οὐσίαν ἄρα ἢ ἐν τῇ οὐσίᾳ ἀνάγκη ὑπάρχειν τὸ φθαρτὸν ἑκάστῳ τῶν φθαρτῶν.
因此,对于每一个可消灭的事物,可消灭性必须是其实体,或者必须在其实体中。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τοῦ ἀφθάρτου· τῶν γὰρ ἐξ ἀνάγκης ὑπαρχόντων ἄμφω.
对于不可消灭的事物,同样的道理也适用;因为两者都是必然属于的属性。
ᾗ ἄρα καὶ καθʼ ὃ πρῶτον τὸ μὲν φθαρτὸν τὸ δʼ ἄφθαρτον, ἔχει ἀντίθεσιν, ὥστε ἀνάγκη γένει ἕτερα εἶναι.
因此,正是在它们具有对立的一方是可消灭的一方是不可消灭的这一点上,且在最根本的意义上,它们具有对立,因此它们在属上必须是不同的。
φανερὸν τοίνυν ὅτι οὐκ ἐνδέχεται εἶναι εἴδη τοιαῦτα οἷα λέγουσί τινες· ἔσται γὰρ καὶ ἄνθρωπος ὁ μὲν φθαρτὸς ὁ δʼ ἄφθαρτος.
因此,显而易见,不可能存在某些人所说的那种理念;因为这样就会有可消灭的人和不可消灭的人。
καίτοι τῷ εἴδει ταὐτὰ λέγεται εἶναι τὰ εἴδη τοῖς τισὶ καὶ οὐχ ὁμώνυμα· τὰ δὲ γένει ἕτερα πλεῖον διέστηκεν ἢ τὰ εἴδει.
然而,理念被说成与个别事物在物种上是相同的,而不是同名异义的;但属上不同的事物比物种上不同的事物相隔更远。

词汇与语法注释

  1. ¦30¦ἐναντίου τοῦ θήλεος καὶ τοῦ ἄρρενος ὄντος — 属格独立结构,表示原因(“既然雌性和雄性是相反的”)或让步(“尽管雌性和雄性是相反的”),为随后提出的难题(aporia)设定了背景条件。
  2. ¦1058b¦ ¦1¦ἐν τῷ συνειλημμένῳ τῇ ὕλῃ — 指“与质料结合在一起的东西”。这指的是个体的质料层面的属性,在这种层面上产生的是非本质的偶然差异(如皮肤的白或黑),这与包含在定义(logos)中的本质性相反对立形成对比。
  3. ¦10¦ὁ δὲ Καλλίας ἐστὶν ὁ λόγος μετὰ τῆς ὕλης — 具体个体卡里亚斯被定义为“伴随质料的定义/形相(logos)”。这强调了虽然个体是形相与质料的结合体,但个体差异源于质料,而非源于定义。
  4. ¦1059a¦ ¦1¦στέρησις γὰρ ἀδυναμία διωρισμένη — 亚里士多德将缺失(sterēsis)定义为“被确定的无能”。这不仅将可消灭性视为不可消灭性的简单缺席,而且将其定位为一种缺失性对立——即实体中内在的“无能”。
  5. ¦1059a¦ ¦1¦οὐδὲν γάρ ἐστι φθαρτὸν κατὰ συμβεβηκός — “没有任何东西是偶然可消灭的”这一命题。这表明可消灭性不是偶然伴随的属性(如人是白的),而是必然属于该事物的实体,或者本身就是其实体。

引用这一段

亚里士多德, 形而上学 §10.9-10.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.9-10.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。