§10.3ἀντίκειται δὲ τὸ ἓν καὶ τὰ πολλὰ κατὰ πλείους τρόπους, ὧν ἕνα τὸ ἓν καὶ τὸ πλῆθος ὡς ἀδιαίρετον καὶ διαιρετόν· τὸ μὲν γὰρ ἢ διῃρημένον ἢ διαιρετὸν πλῆθός τι λέγεται, τὸ δὲ ἀδιαίρετον ἢ μὴ διῃρημένον ἕν.
一与多在多种意义上对立,其中一种方式是一与多数性作为不可分者和可分者而对立;因为已被分割或可分割的被称为某种多数性,而不可分或未被分割的是一。
ἐπεὶ οὖν αἱ ἀντιθέσεις τετραχῶς, καὶ τούτων κατὰ στέρησιν λέγεται θάτερον, ἐναντία ἂν εἴη καὶ οὔτε ὡς ἀντίφασις οὔτε ὡς τὰ πρός τι λεγόμενα.
因此,既然对立有四种方式,且在这些对立中,两者之一是由于缺失而被表述的,那么它们应该是相反者,既不作为矛盾,也不作为相对者。
λέγεται δὲ ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἕν, ἐκ τοῦ διαιρετοῦ τὸ ἀδιαίρετον, διὰ τὸ μᾶλλον αἰσθητὸν τὸ πλῆθος εἶναι καὶ τὸ διαιρετὸν ἢ τὸ ἀδιαίρετον, ὥστε τῷ λόγῳ πρότερον τὸ πλῆθος τοῦ ἀδιαιρέτου διὰ τὴν αἴσθησιν.
而“一”是通过其相反者来表述和显明的,即通过可分者来表述不可分者,因为多数性和可分者比不可分者更容易被感觉,所以在定义中,由于感觉的缘故,多数性先于不可分者。
ἔστι δὲ τοῦ μὲν ἑνός, ὥσπερ καὶ ἐν τῇ διαιρέσει τῶν ἐναντίων διεγράψαμεν, τὸ ταὐτὸ καὶ ὅμοιον καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον.
而属于 “一”的,正如我们在相反者的区分中所图示的那样,是同一、类似和相等,而属于多数性的则是不同、不类似和不相等。
λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατʼ ἀριθμὸν λέγομεν ἐνίοτε αὐτό, τὸ δʼ ἐὰν καὶ λόγῳ καὶ ἀριθμῷ ἓν ᾖ, οἷον σὺ σαυτῷ καὶ τῷ εἴδει καὶ τῇ ὕλῃ ἕν· ἔτι δʼ ἐὰν ὁ λόγος ὁ τῆς πρώτης οὐσίας εἷς ᾖ, οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταί, καὶ τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα, καίτοι πλείω· ἀλλʼ ἐν τούτοις ἡ ἰσότης ἑνότης.
由于同一有多种含义,在一种意义上,我们有时称之为数量上的同一,在另一种意义上,如果它在定义和数量上都是一,例如你与你自身在形式和质料上都是一;此外,如果第一实体的定义是一,例如相等的直线是同一的,以及相等且等角的正方形是同一的,尽管它们有多个;但是在这些事物中,相等就是单一性。
ὅμοια δὲ ἐὰν μὴ ταὐτὰ ἁπλῶς ὄντα, μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτὰ ᾖ, ὥσπερ τὸ μεῖζον τετράγωνον τῷ μικρῷ ὅμοιον, καὶ αἱ ἄνισοι εὐθεῖαι· αὗται γὰρ ὅμοιαι μέν, αἱ αὐταὶ δὲ ἁπλῶς οὔ.
而类似则是指:它们虽然不完全相同,也并非在其合成实体上毫无区别,但在形式上是同一的,正如大正方形与小正方形类似,以及不相等的直线也是如此;因为这些确实是类似的,但在绝对意义上它们并不是同一的。
τὰ δὲ ἐὰν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ ἧττον ἐγγίγνεται, μήτε μᾶλλον ᾖ μήτε ἧττον.
还有一些是指:它们具有相同的形式,并且属于可以有“程度更大和更小”的事物,但它们既不更大也不更小。
τὰ δὲ ἐὰν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τῷ εἴδει, οἷον τὸ λευκόν, σφόδρα καὶ ἧττον, ὅμοιά φασιν εἶναι ὅτι ἓν τὸ εἶδος αὐτῶν.
另外一些是指:如果存在相同的受动,并且在形式上是单一的,例如白,以极高或极低的程度存在,人们说它们是类似的,因为它们的形式是一。
τὰ δὲ ἐὰν πλείω ἔχῃ ταὐτὰ ἢ ἕτερα, ἢ ἁπλῶς ἢ τὰ πρόχειρα, οἷον καττίτερος ἀργύρῳ ᾗ λευκόν, χρυσὸς δὲ πυρὶ ᾗ ξανθὸν καὶ πυρρόν.
还有一些是指:如果它们拥有的相同点多于不同点,无论是绝对地还是那些显而易见的点,例如锡之于银在白色的意义上,金之于火在黄色和红色的意义上。
ὥστε δῆλον ὅτι καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λέγεται.
因此,显而易见,不同和不类似也有多种含义。
καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ ταὐτό, διὸ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸ ἢ ἄλλο·
并且异于和同一是作为对立面而言的,因此一切事物相对于一切其他事物,要么是同一的,要么是异于的。
τὸ δʼ ἐὰν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος εἷς, διὸ σὺ καὶ ὁ πλησίον ἕτερος·
而在另一种意义上,如果质料和定义都不是一,因之你和邻人是不同的。
τὸ δὲ τρίτον ὡς τὰ ἐν τοῖς μαθηματικοῖς.
第三种则是像数学对象中的情况那样。
τὸ μὲν οὖν ἕτερον ἢ ταὐτὸ διὰ τοῦτο πᾶν πρὸς πᾶν λέγεται, ὅσα λέγεται ἓν καὶ ὄν·
因此,凡被称为一和存在的事物,在这个意义上,一切事物相对于一切事物,要么被称为“不同”,要么被称为“同一”。
οὐ γὰρ ἀντίφασίς ἐστι τοῦ ταὐτοῦ, διὸ οὐ λέγεται ἐπὶ τῶν μὴ ὄντων (τὸ δὲ μὴ ταὐτὸ λέγεται), ἐπὶ δὲ τῶν ὄντων πάντων· ἢ γὰρ ἓν ἢ οὐχ ἓν πέφυχʼ ὅσα ὂν καὶ ἕν.
因为“不同”并不是同一的矛盾,所以它不适用于非存在(而“非同一”则适用于非存在),但适用于所有存在者;因为凡是存在且是一的事物,天生要么是一,要么不是一。
τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκειται, διαφορὰ δὲ καὶ ἑτερότης ἄλλο.
因此,不同与同一是这样对立的,但相异和异他性是不同的。
τὸ μὲν γὰρ ἕτερον καὶ οὗ ἕτερον οὐκ ἀνάγκη εἶναι τινὶ ἕτερον· πᾶν γὰρ ἢ ἕτερον ἢ ταὐτὸ ὅ τι ἂν ᾖ ὄν·
因为“不同者”和“与其不同者”不一定在某个特定方面不同;因为任何存在物要么是不同的,要么是同一的。
τὸ δὲ διάφορον τινὸς τινὶ διάφορον, ὥστε ἀνάγκη ταὐτό τι εἶναι ᾧ διαφέρουσιν.
但“相异者”是在某个特定方面与某物相异,因此它们相异的那个方面必定有某种相同的东西。
τοῦτο δὲ τὸ ταὐτὸ γένος ἢ εἶδος· πᾶν γὰρ τὸ διαφέρον διαφέρει ἢ γένει ἢ εἴδει, γένει μὲν ὧν μὴ ἔστι κοινὴ ἡ ὕλη μηδὲ γένεσις εἰς ἄλληλα, οἷον ὅσων ἄλλο σχῆμα τῆς κατηγορίας, εἴδει δὲ ὧν τὸ αὐτὸ γένος (λέγεται δὲ γένος ὃ ἄμφω τὸ αὐτὸ λέγονται κατὰ τὴν οὐσίαν τὰ διάφορα).
而这相同的东西要么是类,要么是种;因为一切相异的事物,要么在类上相异,要么在种上相异——在类上相异是指没有共同的质料,也不能互相生成,例如那些范畴模式不同的事物;在种上相异则是指具有相同的类(而类是指相异的两大类事物在实体上被说成是相同的那个东西)。
τὰ δʼ ἐναντία διάφορα, καὶ ἡ ἐναντίωσις διαφορά τις.
而相反者是相异的,且相反对立是某种相异。
ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς· πάντα γὰρ διαφέροντα φαίνεται καὶ ταῦτα, οὐ μόνον ἕτερα ὄντα ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα τὰ δʼ ἐν τῇ αὐτῇ συστοιχίᾳ τῆς κατηγορίας, ὥστʼ ἐν ταὐτῷ γένει καὶ ταὐτὰ τῷ γένει.
我们正确地做出这一假设,这从归纳中显而易见;因为所有这些[相反者]显然都是相异的,不仅是不同的,而且有些在类上不同,有些则在相同的范畴系列中,因而它们在相同的类中,且在类上是同一的。
διώρισται δʼ ἐν ἄλλοις ποῖα τῷ γένει ταὐτὰ ἢ ἕτερα.
至于哪些事物在类上是同一或不同的,已在别处做过规定。