Humanitext Reader

亚里士多德 · 形而上学 §10.2

一的实体性及其与存在的等同

第 101 段,共 159 段 · 希腊语

内容简介

亚里士多德探讨了“一”的本性,指出它并非独立存在的实体,而是一种普遍的述语,或是各范畴中特定的底层本性(如颜色中的白色或旋律中的四分之一音)。他进一步说明,“一”与“存在”是等同的,且以同样的方式伴随诸范畴。

§10.2κατὰ δὲ τὴν οὐσίαν καὶ τὴν φύσιν ζητητέον ποτέρως ἔχει, καθάπερ ἐν τοῖς διαπορήμασιν ἐπήλθομεν τί τὸ ἕν ἐστι καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν, πότερον ὡς οὐσίας τινὸς οὔσης αὐτοῦ τοῦ ἑνός, καθάπερ οἵ τε Πυθαγόρειοί φασι πρότερον καὶ Πλάτων ὕστερον, ἢ μᾶλλον ὑπόκειταί τις φύσις καὶ δεῖ γνωριμωτέρως λεχθῆναι καὶ μᾶλλον ὥσπερ οἱ περὶ φύσεως· ἐκείνων γὰρ ὁ μέν τις φιλίαν εἶναί φησι τὸ ἓν ὁ δʼ ἀέρα ὁ δὲ τὸ ἄπειρον.
但是关于实体与本性,我们必须研究它是处于哪种情况,正如我们在讨论诸多疑难时,曾探讨过“一”是什么以及应当如何理解它:究竟是“一”自身为某种实体,如先前的毕达哥拉斯学派以及后来的柏拉图所说,还是在它之下更有一个本性作为基质,因而应当以更易知的方式、更像自然哲学家那样来表述;因为在那些人中,有人说“一”是友爱,有人说是空气,有人说是无定。
εἰ δὴ μηδὲν τῶν καθόλου δυνατὸν οὐσίαν εἶναι, καθάπερ ἐν τοῖς περὶ οὐσίας καὶ περὶ τοῦ ὄντος εἴρηται λόγοις, οὐδʼ αὐτὸ τοῦτο οὐσίαν ὡς ἕν τι παρὰ τὰ πολλὰ δυνατὸν εἶναι (κοινὸν γάρ) ἀλλʼ ἢ κατηγόρημα μόνον, δῆλον ὡς οὐδὲ τὸ ἕν· τὸ γὰρ ὂν καὶ τὸ ἓν καθόλου κατηγορεῖται μάλιστα πάντων.
如果在普遍者中没有任何一个能够是实体,正如在关于实体和存在的讨论中所说的那样,那么这本身作为一个脱离了诸多的“一”也就不可能是实体(因为它是共同的),而只是一个述语;因此显而易见,“一”也不可能是实体;因为“存在”和“一”在所有事物中最具有普遍的述说性。
ὥστε οὔτε τὰ γένη φύσεις τινὲς καὶ οὐσίαι χωρισταὶ τῶν ἄλλων εἰσίν, οὔτε τὸ ἓν γένος ἐνδέχεται εἶναι διὰ τὰς αὐτὰς αἰτίας διʼ ἅσπερ οὐδὲ τὸ ὂν οὐδὲ τὴν οὐσίαν.
因此,类既不是独立于其他事物的某种本性和实体,而由于同样的原因,“一”也不可能是类,正如“存在”和“实体”不能是类一样。
ἔτι δʼ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν· λέγεται δʼ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν· ὥστʼ ἐπείπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καί τις φύσις, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, δῆλον ὅτι καὶ ὅλως ζητητέον τί τὸ ἕν, ὥσπερ καὶ τί τὸ ὄν, ὡς οὐχ ἱκανὸν ὅτι τοῦτο αὐτὸ ἡ φύσις αὐτοῦ.
此外,在所有情况下,情况必须是相同的;“存在”和“一”有相同数量的含义;因此,既然在性质中“一”是某物且是某种本性,在数量中也是如此,那么显而易见,我们通常也必须研究“一”是什么,正如研究“存在”是什么一样,因为仅仅说“这本身就是它的本性”是不够的。
ἀλλὰ μὴν ἔν γε χρώμασίν ἐστι τὸ ἓν χρῶμα, οἷον τὸ λευκόν, εἶτα τὰ ἄλλα ἐκ τούτου καὶ τοῦ μέλανος φαίνεται γιγνόμενα, τὸ δὲ μέλαν στέρησις λευκοῦ ὥσπερ καὶ φωτὸς σκότος·
然而,至少在颜色中,“一”是某一种颜色,例如白色,然后其他颜色显得是由此与黑色产生的,而黑色则是白色的缺乏,正如黑暗是光明的缺乏一样。
ὥστε εἰ τὰ ὄντα ἦν χρώματα, ἦν ἂν ἀριθμός τις τὰ ὄντα, ἀλλὰ τίνων;
因此,如果存在者是颜色,那么存在者就会是某种数量,但这是什么的数量呢?
δῆλον δὴ ὅτι χρωμάτων, καὶ τὸ ἓν ἦν ἄν τι ἕν, οἷον τὸ λευκόν.
显然是颜色的数量,而“一”就会是某种单一之物,例如白色。
ὁμοίως δὲ καὶ εἰ μέλη τὰ ὄντα ἦν, ἀριθμὸς ἂν ἦν, διέσεων μέντοι, ἀλλʼ οὐκ ἀριθμὸς ἡ οὐσία αὐτῶν· καὶ τὸ ἓν ἦν ἄν τι οὗ ἡ οὐσία οὐ τὸ ἓν ἀλλὰ δίεσις.
同样,如果存在者是旋律,那么存在者就会是一个数量,即四分之一音的数量,但它们的实体不会是数;而“一”将会是某种单一之物,其实体不是“一”本身,而是四分之一音。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν φθόγγων στοιχείων ἂν ἦν τὰ ὄντα ἀριθμός, καὶ τὸ ἓν στοιχεῖον φωνῆεν.
同样,在语音的情况下,存在者也会是音素的数量,而“一”则是元音音素。
καὶ εἰ σχήματα εὐθύγραμμα, σχημάτων ἂν ἦν ἀριθμός, καὶ τὸ ἓν τὸ τρίγωνον.
如果它们是直线图形,它们就会是图形的数量,而“一”则是三角形。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων γενῶν, ὥστʼ εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποιοῖς καὶ ἐν τοῖς ποσοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων καὶ ἑνός τινος ἐν ἅπασιν ὅ τε ἀριθμὸς τινῶν καὶ τὸ ἓν τὶ ἕν, ἀλλʼ οὐχὶ τοῦτο αὐτὸ ἡ οὐσία, καὶ ἐπὶ τῶν οὐσιῶν ἀνάγκη ὡσαύτως ἔχειν· ὁμοίως γὰρ ἔχει ἐπὶ πάντων.
同样的论点也适用于其他类;因此,如果确实在受动中、在性质中、在数量中、在运动中,皆有数量和在所有这些事物中的某种“一”,并且虽然数是某些事物的数,“一”是某种特定的“一”,但“这本身”并不是它们的实体,那么在实体的情况下也必然同样如此;因为在所有情况下,情况都是相同的。
—ὅτι μὲν οὖν τὸ ἓν ἐν ἅπαντι γένει ἐστί τις φύσις, καὶ οὐδενὸς τοῦτό γʼ αὐτὸ ἡ φύσις τὸ ἕν, φανερόν, ἀλλʼ ὥσπερ ἐν χρώμασι χρῶμα ἓν ζητητέον αὐτὸ τὸ ἕν, οὕτω καὶ ἐν οὐσίᾳ οὐσίαν μίαν αὐτὸ τὸ ἕν·
因此显而易见,在每一个类中,“一”都是某种本性,而“一”本身并不是任何事物的本性;相反,正如在颜色中我们必须寻找作为一种颜色的“一”本身,在实体中我们也必须寻找作为一种实体的“一”本身。
ὅτι δὲ ταὐτὸ σημαίνει πως τὸ ἓν καὶ τὸ ὄν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς κατηγορίαις καὶ μὴ εἶναι ἐν μηδεμιᾷ (οἷον οὔτʼ ἐν τῇ τί ἐστιν οὔτʼ ἐν τῇ ποῖον, ἀλλʼ ὁμοίως ἔχει ὥσπερ τὸ ὄν) καὶ τῷ μὴ προσκατηγορεῖσθαι ἕτερόν τι τὸ εἷς ἄνθρωπος τοῦ ἄνθρωπος (ὥσπερ οὐδὲ τὸ εἶναι παρὰ τὸ τί ἢ ποῖον ἢ πόσον) καὶ τῷ εἶναι τὸ ἑνὶ εἶναι τὸ ἑκάστῳ εἶναι.
而“一”和“存在”在某种程度上表示相同的意思,这是显而易见的:第一,因为“一”以相同的方式伴随诸范畴,且并不存在于任何一个范畴之中(例如,既不在“是什么”中,也不在“怎么样”中,而是与“存在”处于相同的关系中);第二,因为“一个人”并不比“人”多述说了什么别的东西(正如“存在”也不在“是什么”、“怎么样”或“有多少”之外一样);第三,因为“是一的本质”就是“是各物的本质”。

词汇与语法注释

  1. 1053b11ὡς οὐσίας τινὸς οὔσης αὐτοῦ τοῦ ἑνός — 带有连词 ὡς 的属格独立格(genitive absolute)句型。它表示一种主观的假设或前提:“假设‘一’自身为某种实体”。
  2. 1053b21διʼ ἅσπερ οὐδὲ τὸ ὂν οὐδὲ τὴν οὐσίαν — 后半部分省略了不定式短语 γένος ἐνδέχεται εἶναι。应当补足理解为:“正像‘存在’和‘实体’[不能是类]一样,由于完全相同的理由”。
  3. 1054a13τῷ τε παρακολουθεῖν ... καὶ τῷ μὴ προσκατηγορεῖσθαι ... καὶ τῷ εἶναι — 带冠词的与格不定式(articular infinitive)通过三个并列结构(τε ... καί ... 与 καί)连接,起副词性作用,用以表明主句形容词 δῆλον(“显而易见的”)的依据或原因。

引用这一段

亚里士多德, 形而上学 §10.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。