Humanitext Reader

亚里士多德 · 形而上学 §10.4

作为完全相异的相反与缺失

第 103 段,共 159 段 · 希腊语

内容简介

作者论证了相反是“最大的相异”和“完全的相异”,并表明它依赖于具有(所有)与缺失的对立关系。他进一步解释说,与矛盾不同,在缺失和具有(相反)之间可以存在中间者,并且相反者的一方总是根据缺失来表述的。

§10.4ἐπεὶ δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον, ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην λέγω ἐναντίωσιν.
既然相异的事物可以彼此或多或少地相异,那么也就存在着某种最大的相异,而这我称之为相反。
ὅτι δʼ ἡ μεγίστη ἐστὶ διαφορά, δῆλον ἐκ τῆς ἐπαγωγῆς.
它就是最大的相异,这从归纳中是显而易见的。
τὰ μὲν γὰρ γένει διαφέροντα οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα, ἀλλʼ ἀπέχει πλέον καὶ ἀσύμβλητα· τοῖς δʼ εἴδει διαφέρουσιν αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, ὥστε καὶ τὸ τῶν ἐναντίων.
因为在类上相异的事物没有通往彼此的道路,而是相距更远且不可比拟;而对于在种上相异的事物,生成是从作为两极的相反者开始的,而两极之间的距离是最大的,因此相反者之间的距离也是最大的。
ἀλλὰ μὴν τό γε μέγιστον ἐν ἑκάστῳ γένει τέλειον.
然而,在每个类中最大的东西确实是完全的。
μέγιστόν τε γὰρ οὗ μὴ ἔστιν ὑπερβολή, καὶ τέλειον οὗ μὴ ἔστιν ἔξω λαβεῖν τι δυνατόν· τέλος γὰρ ἔχει ἡ τελεία διαφορά (ὥσπερ καὶ τἆλλα τῷ τέλος ἔχειν λέγεται τέλεια), τοῦ δὲ τέλους οὐθὲν ἔξω· ἔσχατον γὰρ ἐν παντὶ καὶ περιέχει, διὸ οὐδὲν ἔξω τοῦ τέλους, οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον.
因为没有超越其上的过度者是最大的,而在其外部无法取得任何东西的是完全的;因为完全的相异具有终点(正如其他事物也因具有终点而被说成是完全的一样),而在终点之外什么也没有;因为它是万物中的极端并包容着它们,因之终点之外什么也没有,完全者也不需要任何追加。
ὅτι μὲν οὖν ἡ ἐναντιότης ἐστὶ διαφορὰ τέλειος, ἐκ τούτων δῆλον· πολλαχῶς δὲ λεγομένων τῶν ἐναντίων, ἀκολουθήσει τὸ τελείως οὕτως ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς.
因此,相反是对立的完全相异,这从这些事物中显而易见;但由于相反者有多种表述方式,“完全地”也将以同样的方式伴随,正如它们具有相反性那样。
τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται ἑνὶ πλείω ἐναντία εἶναι (οὔτε γὰρ τοῦ ἐσχάτου ἐσχατώτερον εἴη ἄν τι, οὔτε τοῦ ἑνὸς διαστήματος πλείω δυοῖν ἔσχατα), ὅλως τε εἰ ἔστιν ἡ ἐναντιότης διαφορά, ἡ δὲ διαφορὰ δυοῖν, ὥστε καὶ ἡ τέλειος.
在这些情况下,显而易见,一个事物不可能有多个相反者(因为既不可能有比极端更极端的东西,也不可能一个距离有两个以上的两极),而且总的来说,如果相反是一种相异,而相异是两物之间的,那么完全的相异也是如此。
ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων.
并且,相反者的其他定义也必然是真实的。
καὶ γὰρ πλεῖστον διαφέρει ἡ τέλειος διαφορά (τῶν τε γὰρ γένει διαφερόντων οὐκ ἔστιν ἐξωτέρω λαβεῖν καὶ τῶν εἴδει· δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, τούτων δʼ αὕτη μεγίστη), καὶ τὰ ἐν ταὐτῷ γένει πλεῖστον διαφέροντα ἐναντία (μεγίστη γὰρ διαφορὰ τούτων ἡ τέλειος), καὶ τὰ ἐν τῷ αὐτῷ δεκτικῷ πλεῖστον διαφέροντα ἐναντία (ἡ γὰρ ὕλη ἡ αὐτὴ τοῖς ἐναντίοις) καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν πλεῖστον διαφέροντα (καὶ γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος ἡ μία)· ἐν οἷς ἡ τελεία διαφορὰ μεγίστη.
因为完全的相异是相差最远的(因为既不可能在类上相异的事物之外取得更外在的,也不可能在种上相异的事物之外取得;因为已经证明,对于类之外的事物不存在相异,而在类内的事物中,这种相异是最大的);并且,在相同类中相差最远的是相反者(因为完全的相异是其中最大的),在相同接受体中相差最远的也是相反者(因为对于相反者来说,质料是相同的),在相同能力支配下相差最远的也是相反者(因为同一门科学是关于同一个类的);在这些事物中,完全的相异是最大的。
—πρώτη δὲ ἐναντίωσις ἕξις καὶ στέρησίς ἐστιν· οὐ πᾶσα δὲ στέρησις (πολλαχῶς γὰρ λέγεται ἡ στέρησις) ἀλλʼ ἥτις ἂν τελεία ᾖ.
――而第一相反是具有与缺失;但并非所有的缺失(因为缺失有多种表述方式)而是那作为完全的缺失。
τὰ δʼ ἄλλα ἐναντία κατὰ ταῦτα λεχθήσεται, τὰ μὲν τῷ ἔχειν τὰ δὲ τῷ ποιεῖν ἢ ποιητικὰ εἶναι τὰ δὲ τῷ λήψεις εἶναι καὶ ἀποβολαὶ τούτων ἢ ἄλλων ἐναντίων.
其他相反者将根据这些来表述,有些是因为具有,有些是因为作用或具有作用能力,有些是因为是这些或其他相反者的获得与失去。
εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τούτων δὲ πρῶτον ἀντίφασις, ἀντιφάσεως δὲ μηδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἐνδέχεται, ὅτι μὲν οὐ ταὐτὸν ἀντίφασις καὶ τἀναντία δῆλον·
如果矛盾、缺失、相反和相对者是对立的,而在这些之中第一位的是矛盾,矛盾之间没有中间者,而相反者之间可以有,那么显然矛盾和相反者不是同一的。
ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν·
而缺失是某种矛盾。
ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν, ἢ ὃ ἂν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἐστέρηται ἢ ὅλως ἢ πὼς ἀφορισθέν (πολλαχῶς γὰρ ἤδη τοῦτο λέγομεν, ὥσπερ διῄρηται ἡμῖν ἐν ἄλλοις), ὥστʼ ἐστὶν ἡ στέρησις ἀντίφασίς τις ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ· διὸ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ, στερήσεως δέ τινος ἔστιν· ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δʼ ἢ ἄνισον οὐ πᾶν, ἀλλʼ εἴπερ, μόνον ἐν τῷ δεκτικῷ τοῦ ἴσου.
因为要么是完全不可能具有,要么是本性上应具有而未具有的,被称为被剥夺(即缺失),或者是完全地,或者是某种限定的方式(因为正如我们在其他著作中所划分的那样,我们已经有多种说法了);因此,缺失是某种矛盾,或是被限定的、或与接受体结合在一起的无能(即无能力);因之,矛盾没有中间者,但某种缺失却有;因为等或不等(非等)适用于一切,但相等或不相等(不等同)并不适用于一切,而如果有,也仅适用于相等之物的接受体。
εἰ δὴ αἱ γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων, γίγνονται δὲ ἢ ἐκ τοῦ εἴδους καὶ τῆς τοῦ εἴδους ἕξεως ἢ ἐκ στερήσεώς τινος τοῦ εἴδους καὶ τῆς μορφῆς, δῆλον ὅτι ἡ μὲν ἐναντίωσις στέρησις ἂν εἴη πᾶσα, ἡ δὲ στέρησις ἴσως οὐ πᾶσα ἐναντιότης (αἴτιον δʼ ὅτι πολλαχῶς ἐνδέχεται ἐστερῆσθαι τὸ ἐστερημένον)· ἐξ ὧν γὰρ αἱ μεταβολαὶ ἐσχάτων, ἐναντία ταῦτα.
如果质料的生成是从相反者开始的,且它们要么从形式及形式的具有中生成,要么从形式及外形的某种缺失中生成,那么显然所有的相反都将是缺失,但缺失或许并不都是相反(其原因在于,被剥夺者可以以多种方式被剥夺);因为那些作为变化起点的两极,便是相反者。
φανερὸν δὲ καὶ διὰ τῆς ἐπαγωγῆς.
这通过归纳也是显而易见的。
πᾶσα γὰρ ἐναντίωσις ἔχει στέρησιν θάτερον τῶν ἐναντίων, ἀλλʼ οὐχ ὁμοίως πάντα· ἀνισότης μὲν γὰρ ἰσότητος ἀνομοιότης δὲ ὁμοιότητος κακία δὲ ἀρετῆς, διαφέρει δὲ ὥσπερ εἴρηται· τὸ μὲν γὰρ ἐὰν μόνον ᾖ ἐστερημένον, τὸ δʼ ἐὰν ἢ ποτὲ ἢ ἔν τινι, οἷον ἂν ἐν ἡλικίᾳ τινὶ ἢ τῷ κυρίῳ, ἢ πάντῃ·
因为在每种相反中,相反者的一方都包含着缺失,但并非所有都以同样的方式;因为不等是相等的缺失,不类似是类似的缺失,恶是德性的缺失,而它们的区别正如所说的那样:一种是如果仅是被剥夺,另一种是如果或在某个时期或在某个部分,例如在某个年龄或在主要器官上,或完全地。
διὸ τῶν μὲν ἔστι μεταξύ, καὶ ἔστιν οὔτε ἀγαθὸς ἄνθρωπος οὔτε κακός, τῶν δὲ οὐκ ἔστιν, ἀλλʼ ἀνάγκη εἶναι ἢ περιττὸν ἢ ἄρτιον.
因而,有些对立面有中间者,可以有一个既不善也不恶的人,而有些则没有,而是必然为奇数或偶数。
ἔτι τὰ μὲν ἔχει τὸ ὑποκείμενον ὡρισμένον, τὰ δʼ οὔ.
此外,有些对立面具有被限定的主体,而有些则没有。
ὥστε φανερὸν ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν· ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ τὰ πολλά· τὰ γὰρ ἄλλα εἰς ταῦτα ἀνάγεται.
因此显而易见,相反者的一方总是根据缺失来表述的;哪怕是在相反者的最先者和类中——例如一与多——也是足够的;因为其他相反者都还原为这些。

词汇与语法注释

  1. 1055aτὸ τελείως — `τὸ τελείως` 是副词 `τελείως` 被中性单数冠词 `τὸ` 名词化后的形式,意为“完全地[相异]”,这里需要结合上下文理解为省去了 `διαφορά`(相异)。随后的分句 `οὕτως ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς` 是一个关系从句,意为“正如它们具有相反性(`τὸ ἐναντίοις εἶναι`)的方式”,表明“完全”的实现方式取决于这些事物作为相反者的具体归属。
  2. 1055aπλείω δυοῖν ἔσχατα — `δυοῖν` 是数词 `δύο` 的属格形式,作为比较属格修饰比较级 `πλείω`(“多于两个”)。结合前文的属格 `τοῦ ἑνὸς διαστήματος`(“对于一个间隔”),形成了一个几何学上的类比:正如一个间隔不可能有两个以上的两极(端点),一个事物也不可能有多个相反者。
  3. 1055bἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ — `διορισθεῖσα`(被限定的)和 `συνειλημμένη`(结合在一起的)是阴性单数主格分词,修饰名词 `ἀδυναμία`(无能力)。`τῷ δεκτικῷ` 是由 `συνειλημμένη` 支配的与格,意为“与接受体(结合)”。这一语法结构表明,缺失(`στέρησις`)并非简单的否定,而是在本性上能够接受该形式的主体(接受体)中,在特定限定下所表现出的匮乏。

引用这一段

亚里士多德, 形而上学 §10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。