Humanitext Reader

亚里士多德 · 形而上学 §10.1#2

不可分的度量与普罗泰戈拉的人是尺度说

第 100 段,共 159 段 · 希腊语

内容简介

亚里士多德阐明了“一”的本质首要在于作为“度量”(尤其是在数量上),并探讨了各领域中如何寻求不可分且同类的度量。随后,他从知识和感觉如何度量底层底质的角度,对普罗泰戈拉的“人是万物的度量”这一命题进行了定位。

§10.1#2ἐν πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον, ἐπεὶ καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ.
因此,在所有这些事物中,度量和起点是某个单一且不可分的事物,因为即使在几何线的情况下,人们也将一英尺的长度作为不可分之物来使用。
πανταχοῦ γὰρ τὸ μέτρον ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον· τοῦτο δὲ τὸ ἁπλοῦν ἢ τῷ ποιῷ ἢ τῷ ποσῷ.
因为在任何地方,人们都寻求某个单一且不可分之物作为度量;而这是在质量上或在数量上简单的东西。
ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖναι, τοῦτο ἀκριβὲς τὸ μέτρον (διὸ τὸ τοῦ ἀριθμοῦ ἀκριβέστατον· τὴν γὰρ μονάδα τιθέασι πάντῃ ἀδιαίρετον)· ἐν δὲ τοῖς ἄλλοις μιμοῦνται τὸ τοιοῦτον·
因此,在看来既不可能削减也不可能增加的地方,这种度量就是精确的(所以数的度量最精确;因为人们假定单子在任何方面都是不可分的);但在其他情况下,人们模仿这种事物。
ἀπὸ γὰρ σταδίου καὶ ταλάντου καὶ ἀεὶ τοῦ μείζονος λάθοι ἂν καὶ προστεθέν τι καὶ ἀφαιρεθὲν μᾶλλον ἢ ἀπὸ ἐλάττονος· ὥστε ἀφʼ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται, τοῦτο πάντες ποιοῦνται μέτρον καὶ ὑγρῶν καὶ ξηρῶν καὶ βάρους καὶ μεγέθους· καὶ τότʼ οἴονται εἰδέναι τὸ ποσόν, ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου.
因为从一斯塔德、一塔兰同以及始终从较大的事物中,任何增加或减少的东西比从较小的事物中更容易被忽略;所以在感觉上最初[不可能如此]的地方,所有人都以此作为液体、固体、重量和大小的度量;并且当他们通过这种度量而认识时,他们才认为自己知道了该数量。
καὶ δὴ καὶ κίνησιν τῇ ἁπλῇ κινήσει καὶ τῇ ταχίστῃ (ὀλίγιστον γὰρ αὕτη ἔχει χρόνον)· διὸ ἐν τῇ ἀστρολογίᾳ τὸ τοιοῦτον ἓν ἀρχὴ καὶ μέτρον (τὴν κίνησιν γὰρ ὁμαλὴν ὑποτίθενται καὶ ταχίστην τὴν τοῦ οὐρανοῦ, πρὸς ἣν κρίνουσι τὰς ἄλλας), καὶ ἐν μουσικῇ δίεσις, ὅτι ἐλάχιστον, καὶ ἐν φωνῇ στοιχεῖον.
而且人们也通过简单的、最快的运动(因为这耗时最少)来度量运动;所以在天文学中,这样的“一”是起点和度量(因为他们假定天的运动是匀速且最快的,并以此来判定其他的运动),在音乐中是四分之一音,因为它是最小的,在语音中是音素。
καὶ ταῦτα πάντα ἕν τι οὕτως, οὐχ ὡς κοινόν τι τὸ ἓν ἀλλʼ ὥσπερ εἴρηται.
而所有这些都以这种方式是一,不是因为“一”是某种共同的普遍者,而是如刚才所说的。
—οὐκ ἀεὶ δὲ τῷ ἀριθμῷ ἓν τὸ μέτρον ἀλλʼ ἐνίοτε πλείω, οἷον αἱ διέσεις δύο, αἱ μὴ κατὰ τὴν ἀκοὴν ἀλλʼ ἐν τοῖς λόγοις, καὶ αἱ φωναὶ πλείους αἷς μετροῦμεν, καὶ ἡ διάμετρος δυσὶ μετρεῖται καὶ ἡ πλευρά, καὶ τὰ μεγέθη πάντα.
——但度量在数量上并不总是单一的,有时是多个;例如,四分之一音有两个,这不是通过听觉而是根据比例来确定的;我们用以度量的语音也不止一个;对角线和边是用两个[不同的度量]来度量的,所有的量度也是如此。
οὕτω δὴ πάντων μέτρον τὸ ἕν, ὅτι γνωρίζομεν ἐξ ὧν ἐστὶν ἡ οὐσία διαιροῦντες ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ εἶδος.
因此,确实“一”是万物的度量,因为我们通过在数量上或在形式上的划分,认识了实体所由构成之物。
καὶ διὰ τοῦτο τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον ἑκάστων ἀδιαίρετον.
由于这个原因,“一”是不可分的,因为每一类事物的最初之物是不可分的。
οὐχ ὁμοίως δὲ πᾶν ἀδιαίρετον, οἷον ποὺς καὶ μονάς, ἀλλὰ τὸ μὲν πάντῃ, τὸ δʼ εἰς ἀδιαίρετα πρὸς τὴν αἴσθησιν θετέον, ὥσπερ εἴρηται ἤδη· ἴσως γὰρ πᾶν συνεχὲς διαιρετόν.
但并非所有的不可分都以同样的方式不可分,例如一英尺和单子;后者在任何方面都是不可分的,而前者则必须假定在感觉上是不可分的,正如已经说过的;因为也许所有连续的事物都是可分的。
ἀεὶ δὲ συγγενὲς τὸ μέτρον· μεγεθῶν μὲν γὰρ μέγεθος, καὶ καθʼ ἕκαστον μήκους μῆκος, πλάτους πλάτος, φωνῆς φωνή, βάρους βάρος, μονάδων μονάς.
度量始终是同类的;因为大小的度量是大小,具体来说,长度的度量是长度,宽度的度量是宽度,声音的度量是声音,重量的度量是重量,单子的度量是单子。
οὕτω γὰρ δεῖ λαμβάνειν, ἀλλʼ οὐχ ὅτι ἀριθμῶν ἀριθμός· καίτοι ἔδει, εἰ ὁμοίως·
因为我们必须以这种方式来理解,而不是说数的度量是数;然而,如果类比成立的话,本该是如此的。
ἀλλʼ οὐχ ὁμοίως ἀξιοῖ ἀλλʼ ὥσπερ εἰ μονάδων μονάδας ἀξιώσειε μέτρον ἀλλὰ μὴ μονάδα· ὁ δʼ ἀριθμὸς πλῆθος μονάδων.
但是类比并不以同样的方式成立,这正如有人主张单子的度量是诸单子而非一个单子;但数是单子的复数(多)。
καὶ τὴν ἐπιστήμην δὲ μέτρον τῶν πραγμάτων λέγομεν καὶ τὴν αἴσθησιν διὰ τὸ αὐτό, ὅτι γνωρίζομέν τι αὐταῖς, ἐπεὶ μετροῦνται μᾶλλον ἢ μετροῦσιν.
我们也因为同样的原因把知识和感觉称为事物的度量,因为我们通过它们认识了某物,尽管它们更多是被度量,而不是度量。
ἀλλὰ συμβαίνει ἡμῖν ὥσπερ ἂν εἰ ἄλλου ἡμᾶς μετροῦντος ἐγνωρίσαμεν πηλίκοι ἐσμὲν τῷ τὸν πῆχυν ἐπὶ τοσοῦτον ἡμῶν ἐπιβάλλειν.
但发生在我们身上的情况,正如另一个人在度量我们时,我们之所以知道自己有多大,是通过他把肘尺在我们身上贴到如此程度。
Πρωταγόρας δʼ ἄνθρωπόν φησι πάντων εἶναι μέτρον, ὥσπερ ἂν εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθανόμενον· τούτους δʼ ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν εἶναι μέτρα τῶν ὑποκειμένων.
而普罗泰戈拉说人是万物的度量,这正如他说了知者或感觉者一样;而这些人是因为他们分别拥有感觉和知识,而我们说这些是底层的基质的度量。
οὐθὲν δὴ λέγοντες περιττὸν φαίνονταί τι λέγειν.
因此,他们虽然没有说什么特别(多余)的东西,却显得说了些什么。
ὅτι μὲν οὖν τὸ ἑνὶ εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι μέτρον τι, καὶ κυριώτατα τοῦ ποσοῦ, εἶτα τοῦ ποιοῦ, φανερόν· ἔσται δὲ τοιοῦτον τὸ μὲν ἂν ᾖ ἀδιαίρετον κατὰ τὸ ποσόν, τὸ δὲ ἂν κατὰ τὸ ποιόν· διόπερ ἀδιαίρετον τὸ ἓν ἢ ἁπλῶς ἢ ᾗ ἕν.
因此,如果根据名称来规定,一的本质最主要地是某种度量,且最本真地是数量的度量,其次是质量的度量,这是很明显的;而如果它在数量上不可分,则为一类[度量],在质量上不可分,则为另一类[度量];所以“一”无论在绝对意义上还是作为一,都是不可分的。

词汇与语法注释

  1. 1053aλάθοι ἂν ... προστεθέν τι καὶ ἀφαιρεθέν — 过去时希求语气动词 λανθάνω (λάθοι ἂν) 与分词(προστεθέν τι καὶ ἀφαιρεθέν)相结合的惯用构文。表示“不知不觉中做某事”或“做某事而被忽略”,带有潜在语气(ἄν),意为“任何增加或减少都会更容易在不经意间发生(即不被察觉)”。
  2. 1053aκαίτοι ἔδει, εἰ ὁμοίως — 一个省略较多的条件句表达。非人称动词的未完成过去时 ἔδει 表示过去的义务或必然性,在此处充当归结句。与条件从句 εἰ ὁμοίως(如果同样的话)结合,表现出反事实假设的意味:“然而,如果是同等的话,本应当是如此(但实际并非如此)”。
  3. 1053aμετροῦνται μᾶλλον ἢ μετροῦσιν — 主语是前文提到的“知识与感觉”(τὴν ἐπιστήμην ... καὶ τὴν αἴσθησιν)。虽然它们通常被认为是“规定事物(度量者)”,但亚里士多德通过能动与受动的对比展示了他的认识论洞察,即它们实际上是“被事物(对象)所度量(规定)”的。
  4. 1053aὥσπερ ἂν εἰ ... ἐγνωρίσαμεν — 结构 ὥσπερ ἂν εἰ 引导一个反事实的直说过去时(此处为不定过去时 ἐγνωρίσαμεν),意为“就好像我们已经知道了……”。结合后面表示手段的与格定冠词不定式短语(τῷ ... ἐπιβάλλειν),用身体度量的比喻形象地说明了真实的认识状态。

引用这一段

亚里士多德, 形而上学 §10.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:10.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。