§1.8#1ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν, δῆλον ὅτι πολλαχῶς ἁμαρτάνουσιν.
因此,那些将万物设为一、并将某种单一的本性作为质料,且将其设为身体的并具有大小的人,显然在许多方面都犯了错误。
τῶν γὰρ σωμάτων τὰ στοιχεῖα τιθέασι μόνον, τῶν δʼ ἀσωμάτων οὔ, ὄντων καὶ ἀσωμάτων.
因为他们仅规定了身体事物的元素,而没有规定非身体事物的元素,尽管非身体事物也是存在的。
καὶ περὶ γενέσεως καὶ φθορᾶς ἐπιχειροῦντες τὰς αἰτίας λέγειν, καὶ περὶ πάντων φυσιολογοῦντες, τὸ τῆς κινήσεως αἴτιον ἀναιροῦσιν.
此外,他们试图说明关于生成和消灭的原因,并对万物进行自然哲学式的论述,却取消了运动的原因。
ἔτι δὲ τῷ τὴν οὐσίαν μηθενὸς αἰτίαν τιθέναι μηδὲ τὸ τί ἐστι, καὶ πρὸς τούτοις τῷ ῥᾳδίως τῶν ἁπλῶν σωμάτων λέγειν ἀρχὴν ὁτιοῦν πλὴν γῆς, οὐκ ἐπισκεψάμενοι τὴν ἐξ ἀλλήλων γένεσιν πῶς ποιοῦνται, λέγω δὲ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.
再者,通过不把实体(本质)作为任何东西的原因,也不把“是什么”作为原因,再加上轻易地将除了地之外的任何简单身体说成是原理,而不去考察它们是如何相互生成的——我的意思是火、水、地和空气。
τὰ μὲν γὰρ συγκρίσει τὰ δὲ διακρίσει ἐξ ἀλλήλων γίγνεται, τοῦτο δὲ πρὸς τὸ πρότερον εἶναι καὶ ὕστερον διαφέρει πλεῖστον.
因为有些是通过结合、有些是通过分离而相互生成的,这在“先”与“后”的顺序上产生了极大的差别。
τῇ μὲν γὰρ ἂν δόξειε στοιχειωδέστατον εἶναι πάντων ἐξ οὗ γίγνονται συγκρίσει πρώτου, τοιοῦτον δὲ τὸ μικρομερέστατον καὶ λεπτότατον ἂν εἴη τῶν σωμάτων (διόπερ ὅσοι πῦρ ἀρχὴν τιθέασι, μάλιστα ὁμολογουμένως ἂν τῷ λόγῳ τούτῳ λέγοιεν· τοιοῦτον δὲ καὶ τῶν ἄλλων ἕκαστος ὁμολογεῖ τὸ στοιχεῖον εἶναι τὸ τῶν σωμάτων· οὐθεὶς γοῦν ἠξίωσε τῶν ἓν λεγόντων γῆν εἶναι στοιχεῖον, δηλονότι διὰ τὴν μεγαλομέρειαν, τῶν δὲ τριῶν ἕκαστον στοιχείων εἴληφέ τινα κριτήν, οἱ μὲν γὰρ πῦρ οἱ δʼ ὕδωρ οἱ δʼ ἀέρα τοῦτʼ εἶναί φασιν·
因为一方面,最初通过结合而由其产生之物,似乎是万物中最具元素特征的,而这样的一对事物,应当是身体中具有最小微粒和最稀薄的(因此,那些将火设为原理的人,其说法最符合这一论证;而其他每个人也都承认身体的元素是这一类的;至少,在那些主张单一元素的人中,没有人认为地是元素,这显然是因为它的微粒粗大,而其他三种元素中的每一种都得到了支持,因为有人说火,有人说水,有人说空气是它;然而,他们为什么不也把地说成是元素呢,就像大多数人所做的那样?
καίτοι διὰ τί ποτʼ οὐ καὶ τὴν γῆν λέγουσιν, ὥσπερ οἱ πολλοὶ τῶν ἀνθρώπων; πάντα γὰρ εἶναί φασι γῆν, φησὶ δὲ καὶ Ἡσίοδος τὴν γῆν πρώτην γενέσθαι τῶν σωμάτων· οὕτως ἀρχαίαν καὶ δημοτικὴν συμβέβηκεν εἶναι τὴν ὑπόληψιν)· —κατὰ μὲν οὖν τοῦτον τὸν λόγον οὔτʼ εἴ τις τούτων τι λέγει πλὴν πυρός, οὔτʼ εἴ τις ἀέρος μὲν πυκνότερον τοῦτο τίθησιν ὕδατος δὲ λεπτότερον, οὐκ ὀρθῶς ἂν λέγοι· εἰ δʼ ἔστι τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον ὕστερον τῇ γενέσει, τοὐναντίον ἂν εἴη τούτων, ὕδωρ μὲν ἀέρος πρότερον γῆ δὲ ὕδατος.
因为人们说万物都是地,赫西俄德也说地是身体中最早生成的;可见这种设想是古老且通俗的)——因此,根据这一论证,如果有人说这些元素中除了火之外的任何一种,或者如果有人将其设为比空气更浓但比水更稀薄之物,他的说法都是不正确的;但另一方面,如果在生成上后出的在自然上是先在的,而在生成上后出的是经过消化和结合之物,那么情况就会相反,水将先于空气,地将先于水。
—περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν οἵαν εἴπομεν, ἔστω ταῦτʼ εἰρημένα· τὸ δʼ αὐτὸ κἂν εἴ τις ταῦτα πλείω τίθησιν, οἷον Ἐμπεδοκλῆς τέτταρά φησιν εἶναι σώματα τὴν ὕλην.
——关于那些像我们所说的那样将原因设为一的人,就谈到这里;如果有人将这些设为更多,例如恩培多克勒说质料是四种身体,情况也是一样的。
καὶ γὰρ τούτῳ τὰ μὲν ταὐτὰ τὰ δʼ ἴδια συμβαίνειν ἀνάγκη.
因为对他来说,必然也会遇到同样的一些困难,而另一些则是他特有的。
γιγνόμενά τε γὰρ ἐξ ἀλλήλων ὁρῶμεν ὡς οὐκ ἀεὶ διαμένοντος πυρὸς καὶ γῆς τοῦ αὐτοῦ σώματος (εἴρηται δὲ ἐν τοῖς περὶ φύσεως περὶ αὐτῶν), καὶ περὶ τῆς τῶν κινουμένων αἰτίας, πότερον ἓν ἢ δύο θετέον, οὔτʼ ὀρθῶς οὔτε εὐλόγως οἰητέον εἰρῆσθαι παντελῶς.
因为我们看到它们是相互生成的,正如火和地并不总是保持为相同的身体(关于它们,已经在《物理学》中讨论过了),并且关于被推动者的原因应当设为一还是二,我们绝不能认为他们的说法是完全正确或合理的。
ὅλως τε ἀλλοίωσιν ἀναιρεῖσθαι ἀνάγκη τοῖς οὕτω λέγουσιν· οὐ γὰρ ἐκ θερμοῦ ψυχρὸν οὐδὲ ἐκ ψυχροῦ θερμὸν ἔσται.
总的来说,对于那些这样说的人,质变必然被取消;因为冷不会来自热,热也不会来自冷。
τὶ γὰρ αὐτὰ ἂν πάσχοι τἀναντία, καὶ τὶς εἴη ἂν μία φύσις ἡ γιγνομένη πῦρ καὶ ὕδωρ, ὃ ἐκεῖνος οὔ φησιν.
因为这些相反者自身会承受什么作用,又有什么单一的本性会生成火和水呢,而这正是他所否认的。
Ἀναξαγόραν δʼ εἴ τις ὑπολάβοι δύο λέγειν στοιχεῖα, μάλιστʼ ἂν ὑπολάβοι κατὰ λόγον, ὃν ἐκεῖνος αὐτὸς μὲν οὐ διήρθρωσεν, ἠκολούθησε μέντʼ ἂν ἐξ ἀνάγκης τοῖς ἐπάγουσιν αὐτόν.
至于阿那克萨哥拉,如果有人设想他说了两种元素,那么这一设想将最符合道理,虽然他自己并没有明确表达出这一道理,但对于那些引导(启发)他的人,他必然会跟随。
ἀτόπου γὰρ ὄντος καὶ ἄλλως τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα, καὶ διὰ τὸ συμβαίνειν ἄμικτα δεῖν προϋπάρχειν καὶ διὰ τὸ μὴ πεφυκέναι τῷ τυχόντι μίγνυσθαι τὸ τυχόν, πρὸς δὲ τούτοις ὅτι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζοιτʼ ἂν τῶν οὐσιῶν (τῶν γὰρ αὐτῶν μῖξίς ἐστι καὶ χωρισμός), ὅμως εἴ τις ἀκολουθήσειε συνδιαρθρῶν ἃ βούλεται λέγειν, ἴσως ἂν φανείη καινοπρεπεστέρως λέγων.
因为一方面,宣称万物在开始时是混合的,这在其他方面也是荒谬的,既因为这会导致未混合之物必须预先存在,也因为并非任何偶然之物都能与任何偶然之物混合,此外还因为性质和付带属性会与实体相分离(因为混合和分离是属于相同事物的),但如果有人跟随他,共同阐明他想要说的话,他也许会显得说得更加新颖。
ὅτε γὰρ οὐθὲν ἦν ἀποκεκριμένον, δῆλον ὡς οὐθὲν ἦν ἀληθὲς εἰπεῖν κατὰ τῆς οὐσίας ἐκείνης, λέγω δʼ οἷον ὅτι οὔτε λευκὸν οὔτε μέλαν ἢ φαιὸν ἢ ἄλλο χρῶμα, ἀλλʼ ἄχρων ἦν ἐξ ἀνάγκης· εἶχε γὰρ ἄν τι τούτων τῶν χρωμάτων· ὁμοίως δὲ καὶ ἄχυμον τῷ αὐτῷ λόγῳ τούτῳ, οὐδὲ ἄλλο τῶν ὁμοίων οὐθέν· οὔτε γὰρ ποιόν τι οἷόν τε αὐτὸ εἶναι οὔτε ποσὸν οὔτε τί.
因为当没有任何东西被分离时,显然无法对那个实体说出任何真实的特征——我的意思是,例如,它既不是白色的,也不是黑色的,或灰色的,或任何其他颜色的,而是必然无色的;否则它就会具有这些颜色中的某一种;同样地,根据这同一个道理,它也是无味的,也没有任何其他类似的属性;因为自它不可能具有任何性质,也不可能具有任何数量,更不可能成为任何特定的事物。