Humanitext Reader

亚里士多德 · 形而上学 §1.8#2

阿那克萨哥拉的原理与对毕达哥拉斯学派的批判

第 13 段,共 159 段 · 希腊语

内容简介

指出阿那克萨哥拉的学说虽然不完善,但已接近后世将“一”与“无定者”视为原理的观点,随后批判了以不可感觉之物为原理的毕达哥拉斯学派在宇宙论、运动、轻重及数概念处理上的矛盾。

§1.8#2τῶν γὰρ ἐν μέρει τι λεγομένων εἰδῶν ὑπῆρχεν ἂν αὐτῷ, τοῦτο δὲ ἀδύνατον μεμιγμένων γε πάντων· ἤδη γὰρ ἂν ἀπεκέκριτο, φησὶ δʼ εἶναι μεμιγμένα πάντα πλὴν τοῦ νοῦ, τοῦτον δὲ ἀμιγῆ μόνον καὶ καθαρόν.
因为某种被视为具体(个别)的形相本会属于它,但这在万物都混合的情况下是不可能的;因为[如果曾具有某种形相]它就已经被分离出来了,但他却说除了知性之外,万物都是混合的,而唯独知性是未混合且纯洁的。
ἐκ δὴ τούτων συμβαίνει λέγειν αὐτῷ τὰς ἀρχὰς τό τε ἕν (τοῦτο γὰρ ἁπλοῦν καὶ ἀμιγές) καὶ θάτερον, οἷον τίθεμεν τὸ ἀόριστον πρὶν ὁρισθῆναι καὶ μετασχεῖν εἴδους τινός, ὥστε λέγει μὲν οὔτʼ ὀρθῶς οὔτε σαφῶς, βούλεται μέντοι τι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι καὶ τοῖς νῦν φαινομένοις μᾶλλον.
于是,从这些事情中可以得出,他把原理说成是“一”(因为这是简单且未混合的)和“另一者”,即我们在其被限定并分有某种形相之前所设定的“无定者”;因此,他的说法既不正确也不清晰,然而他意图表达的,却与后来的思想家所说的以及现在看来更为显见的观点相近。
—ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθορὰν καὶ κίνησιν οἰκεῖοι τυγχάνουσι μόνον (σχεδὸν γὰρ περὶ τῆς τοιαύτης οὐσίας καὶ τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητοῦσι μόνης)· ὅσοι δὲ περὶ μὲν ἁπάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν, τῶν δʼ ὄντων τὰ μὲν αἰσθητὰ τὰ δʼ οὐκ αἰσθητὰ τιθέασι, δῆλον ὡς περὶ ἀμφοτέρων τῶν γενῶν ποιοῦνται τὴν ἐπίσκεψιν· διὸ μᾶλλον ἄν τις ἐνδιατρίψειε περὶ αὐτῶν, τί καλῶς ἢ μὴ καλῶς λέγουσιν εἰς τὴν τῶν νῦν ἡμῖν προκειμένων σκέψιν.
——但是,这些人实际上仅适用于关于生成、消灭和运动的讨论(因为他们几乎仅为这一类实体寻求其原理和原因);而那些对所有存在事物进行沉思(考察),并将存在事物一些设为可感觉的、另一些设为不可感觉的人,显然是对这两个族类都进行了考察;因此,为了我们现在面临的考察,人们或许应当花更多时间在他们身上,看他们说得好与不好之处。
οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέροις χρῶνται τῶν φυσιολόγων (τὸ δʼ αἴτιον ὅτι παρέλαβον αὐτὰς οὐκ ἐξ αἰσθητῶν· τὰ γὰρ μαθηματικὰ τῶν ὄντων ἄνευ κινήσεώς ἐστιν ἔξω τῶν περὶ τὴν ἀστρολογίαν), διαλέγονται μέντοι καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανόν, καὶ περὶ τὰ τούτου μέρη καὶ τὰ πάθη καὶ τὰ ἔργα διατηροῦσι τὸ συμβαῖνον, καὶ τὰς ἀρχὰς καὶ τὰ αἴτια εἰς ταῦτα καταναλίσκουσιν, ὡς ὁμολογοῦντες τοῖς ἄλλοις φυσιολόγοις ὅτι τό γε ὂν τοῦτʼ ἐστὶν ὅσον αἰσθητόν ἐστι καὶ περιείληφεν ὁ καλούμενος οὐρανός.
那么,所谓的毕达哥拉斯学派,比起自然哲学家来,所使用的原理和元素更为离奇(其原因在于他们并非从可感觉事物中获取这些原理;因为在存在的事物中,数学对象是不包含运动的,除了关于天文学的对象之外),然而,他们关于自然讨论并研究了一切;因为他们使天生成,并且关于天的部分、状态和活动,他们观察所发生的事实,并将原理和原因全都消耗在这些事物上,这就好像与其他的自然哲学家一致同意:存在的东西至少就是那些可感觉的、并被所谓的天所包围的一切。
τὰς δʼ αἰτίας καὶ τὰς ἀρχάς, ὥσπερ εἴπομεν, ἱκανὰς λέγουσιν ἐπαναβῆναι καὶ ἐπὶ τὰ ἀνωτέρω τῶν ὄντων, καὶ μᾶλλον ἢ τοῖς περὶ φύσεως λόγοις ἁρμοττούσας.
然而,正如我们所说,他们所说的原因和原理,足以使人上升到存在之物中更高出的境界,并且与其说契合于关于自然的讨论,不如说更契合于那一境界。
ἐκ τίνος μέντοι τρόπου κίνησις ἔσται πέρατος καὶ ἀπείρου μόνων ὑποκειμένων καὶ περιττοῦ καὶ ἀρτίου, οὐθὲν λέγουσιν, ἢ πῶς δυνατὸν ἄνευ κινήσεως καὶ μεταβολῆς γένεσιν εἶναι καὶ φθορὰν ἢ τὰ τῶν φερομένων ἔργα κατὰ τὸν οὐρανόν.
然而,在仅有界限和无垠、奇数和偶数作为基质被设定的情况下,运动将以何种方式产生,他们却什么也没有说,或者,在没有运动和变化的情况下,生成和消灭、或者天体运行的活动如何可能。
ἔτι δὲ εἴτε δοίη τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος εἴτε δειχθείη τοῦτο, ὅμως τίνα τρόπον ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βάρος ἔχοντα τῶν σωμάτων;
此外,即使有人向他们承认、或者证明了大小是由这些产生的,然而,物体的有轻有重,又将以何种方式实现呢?
ἐξ ὧν γὰρ ὑποτίθενται καὶ λέγουσιν, οὐθὲν μᾶλλον περὶ τῶν μαθηματικῶν λέγουσι σωμάτων ἢ τῶν αἰσθητῶν· διὸ περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων τῶν τοιούτων σωμάτων οὐδʼ ὁτιοῦν εἰρήκασιν, ἅτε οὐθὲν περὶ τῶν αἰσθητῶν οἶμαι λέγοντες ἴδιον.
因为从他们所设想和所说的话来看,他们谈论数学物体并不比谈论可感觉物体多出什么;因此,关于火或地或其他此类物体,他们连一丁点儿都没有说过,我想,这是因为他们根本没有谈论可感觉事物的特有性质。
ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανὸν ὄντων καὶ γιγνομένων καὶ ἐξ ἀρχῆς καὶ νῦν, ἀριθμὸν δʼ ἄλλον μηθένα εἶναι παρὰ τὸν ἀριθμὸν τοῦτον ἐξ οὗ συνέστηκεν ὁ κόσμος;
此外,如何能够一方面理解为:数的属性以及数自身,是天中存在以及过去和现在生成之物的因,而另一方面,除了构成宇宙的这个数之外,又没有任何其他的数存在呢?
ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ, μικρὸν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρίσις ἢ μῖξις, ἀπόδειξιν δὲ λέγωσιν ὅτι τούτων μὲν ἕκαστον ἀριθμός ἐστι, συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν διὰ τὸ τὰ πάθη ταῦτα ἀκολουθεῖν τοῖς τόποις ἑκάστοις, πότερον οὗτος ὁ αὐτός ἐστιν ἀριθμός, ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστόν ἐστιν, ἢ παρὰ τοῦτον ἄλλος;
因为,当在天的这一部分对他们来说是“意见”和“机会”,而稍往上或往下是“不正”和“裁判”或“混合”,并且他们提出论证说这些中的每一个都是数,而且由于这些属性随伴于每个地方,导致这一地方已经存在着大量被合成的大小,那么,这个存在于天中的数——即人们必须理解为这些概念中的每一个的数——是同一个数,还是在这之外另有一个数?
ὁ μὲν γὰρ Πλάτων ἕτερον εἶναί φησιν· καίτοι κἀκεῖνος ἀριθμοὺς οἴεται καὶ ταῦτα εἶναι καὶ τὰς τούτων αἰτίας, ἀλλὰ τοὺς μὲν νοητοὺς αἰτίους τούτους δὲ αἰσθητούς.
因为柏拉图说它是不同的;然而,他也认为这些事物和它们的原因都是数,不过那些起原因作用的是理智的,而这些则是可感觉的。

词汇与语法注释

  1. 989bτῶν γὰρ ἐν μέρει τι λεγομένων εἰδῶν ὑπῆρχεν ἂν αὐτῷ — 动词 ὑπῆρχεν ἂν 的主语最自然地指向前句提及的“那个实体”(即最初未分离的混合状态)。亚里士多德指出,如果某种具体的形相(如颜色)已经属于该混合物,就意味着它已经被分离和个别化了,这在逻辑上与阿那克萨哥拉“万物未分离而混合”的前提相冲突。
  2. 20τό τε ἕν... καὶ θάτερον — 亚里士多德在此将柏拉图主义的(或亚里士多德自身的)“一”与“另一者”(无定之二)的对立,投射到阿那克萨哥拉的体系中,作为阿那克萨哥拉虽未明确表达但在逻辑上不得不遵循的原理。他将“一”等同于未混合的“知性”,将“另一者”等同于在获得限定形相之前的未分化“混合物”。
  3. 20ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι... ἀριθμὸν δʼ ἄλλον μηθένα εἶναι... — 受控于 πῶς δεῖ 的不定式 λαβεῖν 引入了两个由 μὲν... δʼ... 连接的并列“对格加不定式”从句:αἴτια μὲν εἶναι... 和 ἀριθμὸν δʼ ἄλλον... εἶναι...。这一双重结构意在指明同时接受毕达哥拉斯学派这两个相互矛盾的前提在逻辑上是不可能的:“如何能一方面理解为……而另一方面又理解为……?”
  4. 25ὅταν γὰρ... πότερον οὗτος ὁ αὐτός ἐστιν ἀριθμός... — 一个漫长而复杂的条件句结构。时间/条件 ὅταν 从句支配虚拟语气动词 ᾖ 和 λέγωσιν,随后插入了描述其逻辑后果的独立分句 συμβαίνει δὲ...。这一长篇铺垫的主句(归结部)是置于末尾的、以 πότερον... 开始的直接双重疑问句(“这个数是同一个数……还是另一个数……?”)。

引用这一段

亚里士多德, 形而上学 §1.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。