Humanitext Reader

亚里士多德 · 形而上学 §1.7

从四因说对先辈哲学家学说的总括

第 11 段,共 159 段 · 希腊语

内容简介

亚里士多德回顾了先辈哲学家们的学说,表明他们所提出的各种原理都模糊地触及了他所定义的四因(尤其是质料因和动力因),同时指出了他们在表述形相因和目的因上的不足,并预告了接下来对疑难(aporiai)的考察。

§1.7συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς ἐπεληλύθαμεν τίνες τε καὶ πῶς τυγχάνουσιν εἰρηκότες περί τε τῶν ἀρχῶν καὶ τῆς ἀληθείας·
因此,我们已经简要且概括地探讨了有哪些人、以及他们是如何谈论原理与真理的。
ὅμως δὲ τοσοῦτόν γʼ ἔχομεν ἐξ αὐτῶν, ὅτι τῶν λεγόντων περὶ ἀρχῆς καὶ αἰτίας οὐθεὶς ἔξω τῶν ἐν τοῖς περὶ φύσεως ἡμῖν διωρισμένων εἴρηκεν, ἀλλὰ πάντες ἀμυδρῶς μὲν ἐκείνων δέ πως φαίνονται θιγγάνοντες.
然而,我们至少从他们那里得到了这一点:在谈论原理和原因的人之中,没有一个人的说法超出了我们在《物理学》中所规定的范围,相反,所有人似乎都以某种方式触及了它们,尽管是模糊地。
οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν, ἄν τε μίαν ἄν τε πλείους ὑποθῶσι, καὶ ἐάν τε σῶμα ἐάν τε ἀσώματον τοῦτο τιθῶσιν (οἷον Πλάτων μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγων, οἱ δʼ Ἰταλικοὶ τὸ ἄπειρον, Ἐμπεδοκλῆς δὲ πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα, Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· οὗτοί τε δὴ πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί, καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον· καὶ γὰρ τοιοῦτόν τινες εἰρήκασιν εἶναι τὸ πρῶτον στοιχεῖον)·
因为有些人将原理视为质料,无论他们假设是一还是多,也无论他们将其设为身体的还是非身体的(例如,柏拉图说“大与小”,意大利学派说“无限”,恩培多克勒说火、地、水和空气,阿那克萨哥拉说同质部分的无限;而所有这些人确实都触及了此类原因,此外还有所有那些将空气、火、水,或者比火更浓但比空气更稀薄之物作为原理的人;因为有些人曾说第一元素就是这一类的)。
—οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον, ἕτεροι δέ τινες ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον ὅσοι φιλίαν καὶ νεῖκος ἢ νοῦν ἢ ἔρωτα ποιοῦσιν ἀρχήν)·
——因此,这些人仅触及了这一原因,而其他一些人则触及了运动的起点源自何处(例如,那些将友爱与争斗、或理智、或爱欲作为原理的人)。
τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐθεὶς ἀποδέδωκε, μάλιστα δʼ οἱ τὰ εἴδη τιθέντες λέγουσιν (οὔτε γὰρ ὡς ὕλην τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὸ ἓν τοῖς εἴδεσιν οὔθʼ ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως γιγνομένην ὑπολαμβάνουσιν—ἀκινησίας γὰρ αἴτια μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναι φασιν—ἀλλὰ τὸ τί ἦν εἶναι ἑκάστῳ τῶν ἄλλων τὰ εἴδη παρέχονται, τοῖς δʼ εἴδεσι τὸ ἕν)·
但是,对于“是什么(本质)” 和实体,没有人明确地给出,而那些提出形相的人说得最多(因为他们并不认为形相是感觉事物的质料,也不认为“一”是形相的质料,同样也不设想运动的起点产生于此——因为他们反而说形相是不动和处于静止的原因——而是把形相作为其他每一个事物的“是什么” 提供出来,而把“一”作为形相的“是什么”提供出来)。
τὸ δʼ οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις τρόπον μέν τινα λέγουσιν αἴτιον, οὕτω δὲ οὐ λέγουσιν οὐδʼ ὅνπερ πέφυκεν.
至于行动、变化和运动所“为了的那个东西(目的)”,他们虽然在某种意义上说它是原因,但并不是以这种方式说的,也不是以其自然本性的方式说的。
οἱ μὲν γὰρ νοῦν λέγοντες ἢ φιλίαν ὡς ἀγαθὸν μὲν ταύτας τὰς αἰτίας τιθέασιν, οὐ μὴν ὡς ἕνεκά γε τούτων ἢ ὂν ἢ γιγνόμενόν τι τῶν ὄντων ἀλλʼ ὡς ἀπὸ τούτων τὰς κινήσεις οὔσας λέγουσιν·
因为那些谈论理智或友爱的人虽然把这些原因设为一种善,但并不是说任何存在者是为了它们而存在或生成的,而是说运动源于它们。
ὡς δʼ αὔτως καὶ οἱ τὸ ἓν ἢ τὸ ὂν φάσκοντες εἶναι τὴν τοιαύτην φύσιν τῆς μὲν οὐσίας αἴτιόν φασιν εἶναι, οὐ μὴν τούτου γε ἕνεκα ἢ εἶναι ἢ γίγνεσθαι, ὥστε λέγειν τε καὶ μὴ λέγειν πως συμβαίνει αὐτοῖς τἀγαθὸν αἴτιον·
同样地,那些声称“一”或“存在”就是此类本性的人也说它是实体的因,但并不是说任何事物是为了它而存在或生成的。
οὐ γὰρ ἁπλῶς ἀλλὰ κατὰ συμβεβηκὸς λέγουσιν.
因此,在某种意义上,他们既说了又没有说善是原因;因为他们不是绝对地,而是偶然地谈论它的。
—ὅτι μὲν οὖν ὀρθῶς διώρισται περὶ τῶν αἰτίων καὶ πόσα καὶ ποῖα, μαρτυρεῖν ἐοίκασιν ἡμῖν καὶ οὗτοι πάντες, οὐ δυνάμενοι θιγεῖν ἄλλης αἰτίας, πρὸς δὲ τούτοις ὅτι ζητητέαι αἱ ἀρχαὶ ἢ οὕτως ἅπασαι ἢ τινὰ τρόπον τοιοῦτον, δῆλον·
——因此,关于原因的数量和种类,我们的规定显然是正确的,甚至所有这些思想家似乎也在为我们作证,因为他们无法触及任何其他原因;此外,显然应当以这种方式探求全部原理,或以某种类似的方式。
πῶς δὲ τούτων ἕκαστος εἴρηκε καὶ πῶς ἔχει περὶ τῶν ἀρχῶν, τὰς ἐνδεχομένας ἀπορίας μετὰ τοῦτο διέλθωμεν περὶ αὐτῶν.
至于他们中的每一个人是如何说的,以及他们关于原理持有怎样的状况,此后让我们讨论关于它们的可能困难。

词汇与语法注释

  1. 988a23ὡς ὕλην — 这是一个起修饰作用的述语性副词短语,附加于动词 `λέγουσιν`(他们说/声称)的宾语 `τὴν ἀρχὴν`(原理),表示“作为质料”。
  2. 988b3τοῦ ἐν ἠρεμίᾳ εἶναι — 这是带有定冠词 `τοῦ` 的不定式 `εἶναι`(动名词用法),其内部包含介词短语 `ἐν ἠρεμίᾳ`(处于静止),并在句中作为形容词 `αἴτια`(……的原因)的属格补足语。
  3. 988b14συμβαίνει αὐτοῖς τἀγαθὸν αἴτιον — 无人称动词 `συμβαίνει`(发生……的情况)与给格 `αὐτοῖς`(对于他们而言)连用,并带由表示结果的连词 `ὥστε` 引导的不定式短语 `λέγειν τε καὶ μὴ λέγειν`(说与不说)。而 `τἀγαθὸν αἴτιον`(善[是]原因)则应理解为省略了系动词 `εἶναι` 的宾格主语加表语结构。

引用这一段

亚里士多德, 形而上学 §1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。