Humanitext Reader

亚里士多德 · 形而上学 §1.6

柏拉图理念论的起源与两种原理

第 10 段,共 159 段 · 希腊语

内容简介

阐明了柏拉图哲学的起源(赫拉克利特的流变说和苏格拉底对定义的寻求),并对比毕达哥拉斯学派,介绍了理念、数学中介以及“一”与“大与小(双联)”这两个原理构成的体系。

§1.6μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία, τὰ μὲν πολλὰ τούτοις ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν.
在上述哲学之后,柏拉图的探求随之出现,它在大多数方面遵循这些哲学,但比起意大利学派的哲学也有其独特之处。
ἐκ νέου τε γὰρ συνήθης γενόμενος πρῶτον Κρατύλῳ καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν·
因为他自幼首先熟悉了克拉底鲁以及赫拉克利特式的观点(即一切感觉事物皆不断流变,而关于它们并无知识存在),因此即使在后来他也如此设想。
Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευομένου περὶ δὲ τῆς ὅλης φύσεως οὐθέν, ἐν μέντοι τούτοις τὸ καθόλου ζητοῦντος καὶ περὶ ὁρισμῶν ἐπιστήσαντος πρώτου τὴν διάνοιαν, ἐκεῖνον ἀποδεξάμενος διὰ τὸ τοιοῦτον ὑπέλαβεν ὡς περὶ ἑτέρων τοῦτο γιγνόμενον καὶ οὐ τῶν αἰσθητῶν· ἀδύνατον γὰρ εἶναι τὸν κοινὸν ὅρον τῶν αἰσθητῶν τινός, ἀεί γε μεταβαλλόντων.
然而,当苏格拉底正致力于伦理事务而对自然整体一无所问,却在这些事务中寻求普遍者,并最先将思想专注于定义时,柏拉图因为这一原因而接受了他,并设想这一过程是针对其他事物而非感觉事物进行的;因为他认为,由于感觉事物始终在变化,对于其中任何一个都不可能有共同的定义。
οὗτος οὖν τὰ μὲν τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσε, τὰ δʼ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι πάντα· κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ ὁμώνυμα τοῖς εἴδεσιν.
因此,他将存在者中此类事物称为“理念”,而感觉事物皆在此之外并根据它们而得名;因为多者是因对形相的“分有” 而与形相具有同名的。
τὴν δὲ μέθεξιν τοὔνομα μόνον μετέβαλεν· οἱ μὲν γὰρ Πυθαγόρειοι μιμήσει τὰ ὄντα φασὶν εἶναι τῶν ἀριθμῶν, Πλάτων δὲ μεθέξει, τοὔνομα μεταβαλών.
然而,他仅改变了“分有”这一名称;因为毕达哥拉斯学派说,事物是因对数的“摹仿”而存在的,而柏拉图改变了名称,说事物是因“分有”而存在的。
τὴν μέντοι γε μέθεξιν ἢ τὴν μίμησιν ἥτις ἂν εἴη τῶν εἰδῶν ἀφεῖσαν ἐν κοινῷ ζητεῖν.
然而,关于这种对于形相的“分有”或“摹仿”究竟是什么,他们却未作共同的探求。
ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη τὰ μαθηματικὰ τῶν πραγμάτων εἶναί φησι μεταξύ, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀΐδια καὶ ἀκίνητα εἶναι, τῶν δʼ εἰδῶν τῷ τὰ μὲν πόλλʼ ἄττα ὅμοια εἶναι τὸ δὲ εἶδος αὐτὸ ἓν ἕκαστον μόνον.
此外,在感觉事物与形相之外,他认为还有数学对象作为中介存在,它们与感觉事物的不同在于它们是永恒且不动的,与形相的不同则在于它们有许多相似的对象,而每个形相自身则各自仅有一个。
ἐπεὶ δʼ αἴτια τὰ εἴδη τοῖς ἄλλοις, τἀκείνων στοιχεῖα πάντων ᾠήθη τῶν ὄντων εἶναι στοιχεῖα.
既然形相是其他事物的因,他便认为形相的元素就是一切存在者的元素。
ὡς μὲν οὖν ὕλην τὸ μέγα καὶ τὸ μικρὸν εἶναι ἀρχάς, ὡς δʼ οὐσίαν τὸ ἕν· ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς εἶναι τοὺς ἀριθμούς.
因此,作为质料,他认为“大与小”是原理,而作为实体,他认为“一”是原理;因为数是由那些元素通过分有“一”而存在的。
τὸ μέντοι γε ἓν οὐσίαν εἶναι, καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν, παραπλησίως τοῖς Πυθαγορείοις ἔλεγε, καὶ τὸ τοὺς ἀριθμοὺς αἰτίους εἶναι τοῖς ἄλλοις τῆς οὐσίας ὡσαύτως ἐκείνοις·
然而,关于“一”是实体,而不是因为是其他某种事物才被称为“一”,他的说法与毕达哥拉斯学派非常相似,而数是其他事物实体的因,他的说法也同样与他们相似。
τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δʼ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτʼ ἴδιον·
但是,用“双联”代替无限作为单一者,以及将无限由“大与小”构成,这是他所特有的。
καὶ ἔτι ὁ μὲν τοὺς ἀριθμοὺς παρὰ τὰ αἰσθητά, οἱ δʼ ἀριθμοὺς εἶναί φασιν αὐτὰ τὰ πράγματα, καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων οὐ τιθέασιν.
此外,他将数置于感觉事物之外,而他们则说数就是事物本身,且不将数学对象置于它们之间。
τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμοὺς παρὰ τὰ πράγματα ποιῆσαι, καὶ μὴ ὥσπερ οἱ Πυθαγόρειοι, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἐγένετο σκέψιν (οἱ γὰρ πρότεροι διαλεκτικῆς οὐ μετεῖχον), τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου.
因此,将“一”和数置于事物之外,而不像毕达哥拉斯学派那样,以及引入形相,是由于在言辞中的考查才发生的(因为先人并不分享辩证法)。 而将另一种本性设为“双联”,是因为除了最初的数以外,数可以容易地从它之中产生出来,就像从某种模具中一样。
καίτοι συμβαίνει γʼ ἐναντίως· οὐ γὰρ εὔλογον οὕτως.
然而,实际发生的却相反;因为这样想并不合理。
οἱ μὲν γὰρ ἐκ τῆς ὕλης πολλὰ ποιοῦσιν, τὸ δʼ εἶδος ἅπαξ γεννᾷ μόνον, φαίνεται δʼ ἐκ μιᾶς ὕλης μία τράπεζα, ὁ δὲ τὸ εἶδος ἐπιφέρων εἷς ὢν πολλὰς ποιεῖ.
因为他们从质料中制造出许多东西,而形相仅生成一次,但显而易见,从一种质料中只能产生一张桌子,而施加形相的人虽然是一,却制造了许多桌子。
ὁμοίως δʼ ἔχει καὶ τὸ ἄρρεν πρὸς τὸ θῆλυ· τὸ μὲν γὰρ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δʼ ἄρρεν πολλὰ πληροῖ· καίτοι ταῦτα μιμήματα τῶν ἀρχῶν ἐκείνων ἐστίν.
雄性与雌性的关系也是类似的;因为后者通过一次交配而充满,而雄性则使许多充满;然而这些都是那些原理的摹仿。
Πλάτων μὲν οὖν περὶ τῶν ζητουμένων οὕτω διώρισεν· φανερὸν δʼ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν αἰτίαιν μόνον κέχρηται, τῇ τε τοῦ τί ἐστι καὶ τῇ κατὰ τὴν ὕλην (τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δʼ εἴδεσι τὸ ἕν), καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη καθʼ ἧς τὰ εἴδη μὲν ἐπὶ τῶν αἰσθητῶν τὸ δʼ ἓν ἐν τοῖς εἴδεσι λέγεται, ὅτι αὕτη δυάς ἐστι, τὸ μέγα καὶ τὸ μικρόν, ἔτι δὲ τὴν τοῦ εὖ καὶ τοῦ κακῶς αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, ὥσπερ φαμὲν καὶ τῶν προτέρων ἐπιζητῆσαί τινας φιλοσόφων, οἷον Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν.
因此,柏拉图对于所探求的事物作了这样的规定;从已说的话中可以明显看出,他仅使用了两种原因: “是什么”的因以及根据质料的因(因为形相是其他事物“是什么”的因,而“一”则是形相的因),以及作为承受者的质料是什么(形相在感觉事物中、而“一”在形相中被陈述于其上的质料),即这质料是“双联”(“大与小”)。 此外,他把“好”与“坏”的因分别归于两种元素中的每一种,正如我们所说,先辈哲学家中也有人曾试图寻求这一点,如恩培多克勒和阿那克萨哥拉。

词汇与语法注释

  1. 987b14ἀφεῖσαν — `ἀφεῖσαν` 是 `ἀφίημι`(忽略、搁置、放任)的第三人称复数不定过去时直陈语气主动词。主语指前面提到的毕达哥拉斯学派和柏拉图,或泛指引入数和形相的哲学家们。带不定式 `ζητεῖν`(探求),意为“他们搁置了共同探求”。
  2. 987b22τὸ μέντοι γε ἓν οὐσίαν εἶναι — 以 `τὸ ... εἶναι` 开始的对格不定式短语,以及接下来的 `καὶ τὸ ... εἶναι`(第24行)和 `τὸ δὲ ... ποιῆσαι`(第25行),在句中作为表示话题的绝对对格或限定对格发挥作用,用来引出柏拉图哲学的具体特征(“至于……这一事实”),不受主句中直接支配动词的控制。
  3. 987b33ἔξω τῶν πρώτων — `ἔξω`(在外、除……外)是支配属格 `τῶν πρώτων`(最初者)的前置词。此处的 `τῶν πρώτων` 指最初的数(如“一”及可能包括“二”本身),意为“除了最初的数以外,数得以自然地从中产生”。
  4. 988a11καθʼ ἧς — 关系代词 `ἧς`(阴性单数属格)的先行词是其前的 `ἡ ὕλη ἡ ὑποκειμένη`(作为承受者的质料)。它与前置词 `κατά` 连用,表示“关于它/在其上[被陈述]”。关系从句内部包含对比结构:在感觉事物中形相被陈述于其上,而在形相中“一”被陈述于其上。

引用这一段

亚里士多德, 形而上学 §1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。