§1.5#2εἰς μὲν οὖν τὴν νῦν σκέψιν τῶν αἰτίων οὐδαμῶς συναρμόττει περὶ αὐτῶν ὁ λόγος (οὐ γὰρ ὥσπερ ἔνιοι τῶν φυσιολόγων ἓν ὑποθέμενοι τὸ ὂν ὅμως γεννῶσιν ὡς ἐξ ὕλης τοῦ ἑνός, ἀλλʼ ἕτερον τρόπον οὗτοι λέγουσιν·
因此,对于目前关于原因的考查,关于这些人的讨论是绝不适合的(因为他们并不像某些自然哲学家那样,假定存在是一,却仍然从这一中像从质料中那样生成万物,而是以另一种方式来说。
ἐκεῖνοι μὲν γὰρ προστιθέασι κίνησιν, γεννῶντές γε τὸ πᾶν, οὗτοι δὲ ἀκίνητον εἶναί φασιν)·
因为前者在生成宇宙时加入了运动,而后者则说它是静止的)。
οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει.
然而,这许多内容与目前的考查还是相关的。
Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ τὸν λόγον ἑνὸς ἅπτεσθαι, Μέλισσος δὲ τοῦ κατὰ τὴν ὕλην (διὸ καὶ ὁ μὲν πεπερασμένον ὁ δʼ ἄπειρόν φησιν εἶναι αὐτό)·
因为巴门尼德似乎把握了定义上的一,而梅利索斯则把握了质料上的一(因此,前者说它是有限的,后者说它是无限的)。
Ξενοφάνης δὲ πρῶτος τούτων ἑνίσας (ὁ γὰρ Παρμενίδης τούτου λέγεται γενέσθαι μαθητής) οὐθὲν διεσαφήνισεν, οὐδὲ τῆς φύσεως τούτων οὐδετέρας ἔοικε θιγεῖν, ἀλλʼ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας τὸ ἓν εἶναί φησι τὸν θεόν.
而在这些人中最早主张“一”的克塞诺芬尼(因为据说巴门尼德曾是他的学生)没有澄清任何事情,似乎也未触及这两种本性中的任何一种,而是注视着整个天空,说这一就是神。
οὗτοι μὲν οὖν, καθάπερ εἴπομεν, ἀφετέοι πρὸς τὴν νῦν ζήτησιν, οἱ μὲν δύο καὶ πάμπαν ὡς ὄντες μικρὸν ἀγροικότεροι, Ξενοφάνης καὶ Μέλισσος·
因此,正如我们所说,这些人应当在目前的探求中予以排除——其中克塞诺芬尼和梅利索斯这两个人确实完全显得稍微粗俗。
Παρμενίδης δὲ μᾶλλον βλέπων ἔοικέ που λέγειν·
但巴门尼德似乎说得更有见识。
παρὰ γὰρ τὸ ὂν τὸ μὴ ὂν οὐθὲν ἀξιῶν εἶναι, ἐξ ἀνάγκης ἓν οἴεται εἶναι, τὸ ὄν, καὶ ἄλλο οὐθέν (περὶ οὗ σαφέστερον ἐν τοῖς περὶ φύσεως εἰρήκαμεν), ἀναγκαζόμενος δʼ ἀκολουθεῖν τοῖς φαινομένοις, καὶ τὸ ἓν μὲν κατὰ τὸν λόγον πλείω δὲ κατὰ τὴν αἴσθησιν ὑπολαμβάνων εἶναι, δύο τὰς αἰτίας καὶ δύο τὰς ἀρχὰς πάλιν τίθησι, θερμὸν καὶ ψυχρόν, οἷον πῦρ καὶ γῆν λέγων·
因为他认为在存在之外,不存在什么都不是,所以必然认为只有一者存在,即存在,而无其他(关于这一点,我们在《物理学》中已经说得更清楚了)。 但他由于被迫追随现象,并设想一是在定义上、多是在感觉上的,便再次设定了两个原因和两个原理,即热和冷,也就是指火和土。
τούτων δὲ κατὰ μὲν τὸ ὂν τὸ θερμὸν τάττει θάτερον δὲ κατὰ τὸ μὴ ὄν.
在这两者中,他把热排在存在之下,而把另一个排在不存在之下。
—ἐκ μὲν οὖν τῶν εἰρημένων καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν ταῦτα παρειλήφαμεν, παρὰ μὲν τῶν πρώτων σωματικήν τε τὴν ἀρχήν (ὕδωρ γὰρ καὶ πῦρ καὶ τὰ τοιαῦτα σώματά ἐστιν), καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους τὰς ἀρχὰς τὰς σωματικάς, ἀμφοτέρων μέντοι ταύτας ὡς ἐν ὕλης εἴδει τιθέντων, παρὰ δέ τινων ταύτην τε τὴν αἰτίαν τιθέντων καὶ πρὸς ταύτῃ τὴν ὅθεν ἡ κίνησις, καὶ ταύτην παρὰ τῶν μὲν μίαν παρὰ τῶν δὲ δύο.
——因此,从已经说过的那些人那里,以及从已经参与讨论的智者那里,我们已经接纳了这些:从最初的人那里,接纳了物体性的原理(因为水和火以及诸如此类的事物都是物体),并且一些人设定一个、另一些人设定多个物体性原理,但两组人都将这些原理设定为质料的形式;而从另一些人那里,接纳了他们设定这一原因的同时,还设定了作为运动之源的原因,并且一些人将后者设定为一个,另一些人设定为两个。
μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μορυχώτερον εἰρήκασιν οἱ ἄλλοι περὶ αὐτῶν, πλὴν ὥσπερ εἴπομεν δυοῖν τε αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν οἱ δὲ δύο ποιοῦσι, τὴν ὅθεν ἡ κίνησις·
因此,直到意大利学派,且撇开他们不谈,其他的人对这些的说明都较为模糊,不过正如我们所说,他们碰巧使用了两种原因,而在这两者中,一些人将一个、另一些人将两个作为运动之源。
οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον, τοσοῦτον δὲ προσεπέθεσαν ὃ καὶ ἴδιόν ἐστιν αὐτῶν, ὅτι τὸ πεπερασμένον καὶ τὸ ἄπειρον οὐχ ἑτέρας τινὰς ᾠήθησαν εἶναι φύσεις, οἷον πῦρ ἢ γῆν ἤ τι τοιοῦτον ἕτερον, ἀλλʼ αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ ἓν οὐσίαν εἶναι τούτων ὧν κατηγοροῦνται, διὸ καὶ ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων.
然而,毕达哥拉斯学派以同样的方式说明了两个原理,但他们补充了这一点,这也是他们所特有的:他们并不认为限和无限是其他某些本性,比如火或土或任何其他此类事物,而是无限本身和“一”本身就是那些被陈述者的实体,因此数也就是一切事物的实体。
περί τε τούτων οὖν τοῦτον ἀπεφήναντο τὸν τρόπον, καὶ περὶ τοῦ τί ἐστιν ἤρξαντο μὲν λέγειν καὶ ὁρίζεσθαι, λίαν δʼ ἁπλῶς ἐπραγματεύθησαν.
关于这些,他们是以这种方式表明的,而关于“是什么”,他们虽然开始说明并下定义,但处理得过于简单。
ὡρίζοντό τε γὰρ ἐπιπολαίως, καὶ ᾧ πρώτῳ ὑπάρξειεν ὁ λεχθεὶς ὅρος, τοῦτʼ εἶναι τὴν οὐσίαν τοῦ πράγματος ἐνόμιζον, ὥσπερ εἴ τις οἴοιτο ταὐτὸν εἶναι διπλάσιον καὶ τὴν δυάδα διότι πρῶτον ὑπάρχει τοῖς δυσὶ τὸ διπλάσιον.
因为他们下定义很表面,并且凡是所说定义最先适用的事物,他们就认为这就是该事物的实体,就像有人认为双倍和双联是一样的,因为双倍最先属于二。
ἀλλʼ οὐ ταὐτὸν ἴσως ἐστὶ τὸ εἶναι διπλασίῳ καὶ δυάδι· εἰ δὲ μή, πολλὰ τὸ ἓν ἔσται, ὃ κἀκείνοις συνέβαινεν.
然而,双倍的本质或许并不等同于双联的本质;否则,一将成为多,这确实发生在他们身上。
παρὰ μὲν οὖν τῶν πρότερον καὶ τῶν ἄλλων τοσαῦτα ἔστι λαβεῖν.
因此,从先人及其他人那里,能把握到这么多。