§1.5#1ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἁψάμενοι πρῶτοι ταῦτά τε προήγαγον, καὶ ἐντραφέντες ἐν αὐτοῖς τὰς τούτων ἀρχὰς τῶν ὄντων ἀρχὰς ᾠήθησαν εἶναι πάντων.
在这些人同世以及在他们之前,被称为毕达哥拉斯学派的人致力于数学,最先推进了这些学科,并且在其中受到培育,因而认为这些学科的原理就是一切存在者的原理。
ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι, ἐν δὲ τούτοις ἐδόκουν θεωρεῖν ὁμοιώματα πολλὰ τοῖς οὖσι καὶ γιγνομένοις, μᾶλλον ἢ ἐν πυρὶ καὶ γῇ καὶ ὕδατι, ὅτι τὸ μὲν τοιονδὶ τῶν ἀριθμῶν πάθος δικαιοσύνη τὸ δὲ τοιονδὶ ψυχή τε καὶ νοῦς ἕτερον δὲ καιρὸς καὶ τῶν ἄλλων ὡς εἰπεῖν ἕκαστον ὁμοίως, ἔτι δὲ τῶν ἁρμονιῶν ἐν ἀριθμοῖς ὁρῶντες τὰ πάθη καὶ τοὺς λόγους,—ἐπεὶ δὴ τὰ μὲν ἄλλα τοῖς ἀριθμοῖς ἐφαίνοντο τὴν φύσιν ἀφωμοιῶσθαι πᾶσαν, οἱ δʼ ἀριθμοὶ πάσης τῆς φύσεως πρῶτοι, τὰ τῶν ἀριθμῶν στοιχεῖα τῶν ὄντων στοιχεῖα πάντων ὑπέλαβον εἶναι, καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν εἶναι καὶ ἀριθμόν·
既然在这些事物中,数在本性上是首位的,并且在数中,他们似乎看到了与存在和生成的事物有许多相似之处,比在火、土和水中看到的更多——因为数的某种受动是正义,另一种是灵魂和理智,再一种是时机,其他几乎所有事物也都类似——此外,他们看到和声的受动和比例也在数中,——既然事实上,其他所有事物在其整个本性上似乎都是仿照数来塑造的,而数又是整个自然中首位的事物,他们便设想数的元素就是一切存在者的元素,并且整个天体就是一种和声与数。
καὶ ὅσα εἶχον ὁμολογούμενα ἔν τε τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις πρὸς τὰ τοῦ οὐρανοῦ πάθη καὶ μέρη καὶ πρὸς τὴν ὅλην διακόσμησιν, ταῦτα συνάγοντες ἐφήρμοττον.
凡是他们能指明在数和和声中,与天体的受动、部分以及整个秩序相一致的内容,他们都收集并加以套用。
κἂν εἴ τί που διέλειπε, προσεγλίχοντο τοῦ συνειρομένην πᾶσαν αὐτοῖς εἶναι τὴν πραγματείαν·
如果有什么地方留有空白,他们就极力拼凑,以使他们的整个体系在他们看来是连贯一致的。
λέγω δʼ οἷον, ἐπειδὴ τέλειον ἡ δεκὰς εἶναι δοκεῖ καὶ πᾶσαν περιειληφέναι τὴν τῶν ἀριθμῶν φύσιν, καὶ τὰ φερόμενα κατὰ τὸν οὐρανὸν δέκα μὲν εἶναί φασιν, ὄντων δὲ ἐννέα μόνον τῶν φανερῶν διὰ τοῦτο δεκάτην τὴν ἀντίχθονα ποιοῦσιν.
我的意思是,例如,既然十被认为是完美的,并包揽了数的整个本性,他们便说在天体中运行的物体也是十个,而既然显现出来的只有九个,为此他们便创制了第十个,即“对地”。
διώρισται δὲ περὶ τούτων ἐν ἑτέροις ἡμῖν ἀκριβέστερον.
关于这些,我们在其他著作中已有更精确的界定。
ἀλλʼ οὗ δὴ χάριν ἐπερχόμεθα, τοῦτό ἐστιν ὅπως λάβωμεν καὶ παρὰ τούτων τίνας εἶναι τιθέασι τὰς ἀρχὰς καὶ πῶς εἰς τὰς εἰρημένας ἐμπίπτουσιν αἰτίας.
然而,我们考查这些的目的,是为了能从这些人那里也把握,他们把什么设为原理,以及这些原理是如何归入我们已说过的原因之中的。
φαίνονται δὴ καὶ οὗτοι τὸν ἀριθμὸν νομίζοντες ἀρχὴν εἶναι καὶ ὡς ὕλην τοῖς οὖσι καὶ ὡς πάθη τε καὶ ἕξεις, τοῦ δὲ ἀριθμοῦ στοιχεῖα τό τε ἄρτιον καὶ τὸ περιττόν, τούτων δὲ τὸ μὲν πεπερασμένον τὸ δὲ ἄπειρον, τὸ δʼ ἓν ἐξ ἀμφοτέρων εἶναι τούτων (καὶ γὰρ ἄρτιον εἶναι καὶ περιττόν), τὸν δʼ ἀριθμὸν ἐκ τοῦ ἑνός, ἀριθμοὺς δέ, καθάπερ εἴρηται, τὸν ὅλον οὐρανόν.
显然,这些人也认为数是存在者的原理,既作为存在者的质料,又作为其受动和状态;而数的元素是偶数和奇数,在这二者中,前者是无限的,后者是有限的;而“一”是由这两者构成的(因为它既是偶数又是奇数),数产生于“一”,而整个天体,正如已经说过的,是由数组成的。
—ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι τὰς κατὰ συστοιχίαν λεγομένας, πέρας ἄπειρον, περιττὸν ἄρτιον, ἓν πλῆθος, δεξιὸν ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, ἀγαθὸν κακόν, τετράγωνον ἑτερόμηκες·
——而这些同一些人中的另一些人则说,原理有十个,是按照“同列对照表”来称呼的:限与无限、奇与偶、一与多、右与左、雄与雌、静与动、直与曲、光与暗、善与恶、正方与长方。
ὅνπερ τρόπον ἔοικε καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης ὑπολαβεῖν, καὶ ἤτοι οὗτος παρʼ ἐκείνων ἢ ἐκεῖνοι παρὰ τούτου παρέλαβον τὸν λόγον τοῦτον·
克罗同的阿尔克迈翁似乎也是这样设想的,要么是他从他们那里、要么是他们从他那里接受了这一学说。
καὶ γὰρ Ἀλκμαίων ἀπεφήνατο παραπλησίως τούτοις·
因为阿尔克迈翁也发表了与他们类似的见解。
φησὶ γὰρ εἶναι δύο τὰ πολλὰ τῶν ἀνθρωπίνων, λέγων τὰς ἐναντιότητας οὐχ ὥσπερ οὗτοι διωρισμένας ἀλλὰ τὰς τυχούσας, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μέγα μικρόν.
他声称人类的大多数事务都是成双的,他所说的对立并不像这些人那样是特定界定的,而是任意的对立,例如白与黑、甜与苦、善与恶、大与小。
οὗτος μὲν οὖν ἀδιορίστως ἀπέρριψε περὶ τῶν λοιπῶν, οἱ δὲ Πυθαγόρειοι καὶ πόσαι καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο.
因此,关于其余的对立,他是无界定地抛出的,而毕达哥拉斯学派则表明了这些对立有多少以及是哪些。
παρὰ μὲν οὖν τούτων ἀμφοῖν τοσοῦτον ἔστι λαβεῖν, ὅτι τἀναντία ἀρχαὶ τῶν ὄντων· τὸ δʼ ὅσαι παρὰ τῶν ἑτέρων, καὶ τίνες αὗταί εἰσιν.
因此,从这两者中,我们能够把握到这么多:对立物是存在者的原理;而其数量有多少以及具体是哪些,则可从后者那里得知。
πῶς μέντοι πρὸς τὰς εἰρημένας αἰτίας ἐνδέχεται συνάγειν, σαφῶς μὲν οὐ διήρθρωται παρʼ ἐκείνων, ἐοίκασι δʼ ὡς ἐν ὕλης εἴδει τὰ στοιχεῖα τάττειν·
然而,如何将这些原理与已经说过的原因联系起来,他们并未清楚地予以说明,但他们似乎是将这些元素排列在质料的形式之中。
ἐκ τούτων γὰρ ὡς ἐνυπαρχόντων συνεστάναι καὶ πεπλάσθαι φασὶ τὴν οὐσίαν.
因为他们说,实体是由这些作为内在成分的东西构成并被塑造出来的。
—τῶν μὲν οὖν παλαιῶν καὶ πλείω λεγόντων τὰ στοιχεῖα τῆς φύσεως ἐκ τούτων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν·
——因此,关于那些古人以及说明自然元素不止一个的人,从这些内容中已足以观察他们的思想。
εἰσὶ δέ τινες οἳ περὶ τοῦ παντὸς ὡς μιᾶς οὔσης φύσεως ἀπεφήναντο, τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ τὴν φύσιν.
但也有些人就万物发表了见解,认为它是一个单一的本性,但并不是所有人的方式都相同,既非完美地、亦非合乎自然地表达。