Humanitext Reader

亚里士多德 · 形而上学 §1.4

爱与争斗的引入及原子论者的原因说

第 7 段,共 159 段 · 希腊语

内容简介

本节探讨了赫西俄德和巴门尼德引入“爱”作为原理、恩培多克勒引入“友爱”与“斗争”作为善恶的原因、以及留基伯和德谟克利特的原子论(充实与空虚),评述了这些前人如何不完全地涉及质料因和动力因。

§1.4ὑποπτεύσειε δʼ ἄν τις Ἡσίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον, κἂν εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχήν, οἷον καὶ Παρμενίδης·
人们可能会怀疑赫西俄德是最先探求这种事物的人,并且如果还有其他人将爱或欲望置于存在者之中作为原理,例如巴门尼德也是如此。
καὶ γὰρ οὗτος κατασκευάζων τὴν τοῦ παντὸς γένεσιν " πρώτιστον μέν (φησιν) ἔρωτα θεῶν μητίσατο πάντων " , Ἡσίοδος δὲ " πάντων μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖʼ εὐρύστερνος ἠδʼ ἔρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισιν, " ὡς δέον ἐν τοῖς οὖσιν ὑπάρχειν τινʼ αἰτίαν ἥτις κινήσει καὶ συνάξει τὰ πράγματα.
因为他在构建宇宙的生成时说道: "在所有的神中,她最先谋划了爱 ",而赫西俄德则说: "最先是混沌产生,但接着是宽胸的土地以及在所有不死者中最为杰出的爱 ",因为他们认为存在者之中必须存在某种能够运动和结合事物的因。
τούτους μὲν οὖν πῶς χρὴ διανεῖμαι περὶ τοῦ τίς πρῶτος, ἐξέστω κρίνειν ὕστερον·
那么,关于谁是第一,应当如何对这些人进行分配,且容后再作判断。
ἐπεὶ δὲ καὶ τἀναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο ἐν τῇ φύσει, καὶ οὐ μόνον τάξις καὶ τὸ καλὸν ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείω τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, οὕτως ἄλλος τις φιλίαν εἰσήνεγκε καὶ νεῖκος, ἑκάτερον ἑκατέρων αἴτιον τούτων.
但既然在自然中也显现出与善相反的东西,不仅有秩序和美,也有无秩序和丑,且恶多于善,俗多于美,因此另有人引入了友爱与斗争,它们各自是这二者的原因。
εἰ γάρ τις ἀκολουθοίη καὶ λαμβάνοι πρὸς τὴν διάνοιαν καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει τὴν μὲν φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν τὸ δὲ νεῖκος τῶν κακῶν·
因为如果人们顺着恩培多克勒的思索去把握,而不是根据他说话时咿呀不清的表达,就会发现友爱是善的原因,而斗争是恶的原因。
ὥστʼ εἴ τις φαίη τρόπον τινὰ καὶ λέγειν καὶ πρῶτον λέγειν τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς Ἐμπεδοκλέα, τάχʼ ἂν λέγοι καλῶς, εἴπερ τὸ τῶν ἀγαθῶν ἁπάντων αἴτιον αὐτὸ τἀγαθόν ἐστι.
因此,如果有人说恩培多克勒在某种意义上既谈到了恶和善,又最先将它们作为原理,那他大概说得对,如果一切善的事物的原因本身就是善。
—οὗτοι μὲν οὖν, ὥσπερ λέγομεν, καὶ μέχρι τούτου δυοῖν αἰτίαιν ὧν ἡμεῖς διωρίσαμεν ἐν τοῖς περὶ φύσεως ἡμμένοι φαίνονται, τῆς τε ὕλης καὶ τοῦ ὅθεν ἡ κίνησις, ἀμυδρῶς μέντοι καὶ οὐθὲν σαφῶς ἀλλʼ οἷον ἐν ταῖς μάχαις οἱ ἀγύμναστοι ποιοῦσιν·
——因此,正如我们所说,这些人直到这里,似乎触及了我们在关于自然的著作中所规定的两种原因,即质料和运动的始原。 然而,他们语焉不详,一点也不明确,就像在战斗中那些未受训练的人所做的那样。
καὶ γὰρ ἐκεῖνοι περιφερόμενοι τύπτουσι πολλάκις καλὰς πληγάς, ἀλλʼ οὔτε ἐκεῖνοι ἀπὸ ἐπιστήμης οὔτε οὗτοι ἐοίκασιν εἰδέναι ὅ τι λέγουσιν·
因为他们也乱挥乱舞,常常打出漂亮的一击,但他们并非出于知识,而这些人也同样似乎不知道自己说的是什么。
σχεδὸν γὰρ οὐθὲν χρώμενοι φαίνονται τούτοις ἀλλʼ ἢ κατὰ μικρόν.
因为他们似乎几乎没有使用这些原因,除了极少的时候。
Ἀναξαγόρας τε γὰρ μηχανῇ χρῆται τῷ νῷ πρὸς τὴν κοσμοποιίαν, καὶ ὅταν ἀπορήσῃ διὰ τίνʼ αἰτίαν ἐξ ἀνάγκης ἐστί, τότε παρέλκει αὐτόν, ἐν δὲ τοῖς ἄλλοις πάντα μᾶλλον αἰτιᾶται τῶν γιγνομένων ἢ νοῦν, καὶ Ἐμπεδοκλῆς ἐπὶ πλέον μὲν τούτου χρῆται τοῖς αἰτίοις, οὐ μὴν οὔθʼ ἱκανῶς, οὔτʼ ἐν τούτοις εὑρίσκει τὸ ὁμολογούμενον.
因为阿那克萨戈拉在创造世界时将理智用作一种权宜之计,每当他对于必然存在的原因感到困惑时,他就把理智拉出来,但在其他情况下,他把生成的事物的因归咎于除了理智以外的一切。 而恩培多克勒比他更广泛地使用这些原因,然而既不充足,也无法在其中找到一致性。
πολλαχοῦ γοῦν αὐτῷ ἡ μὲν φιλία διακρίνει τὸ δὲ νεῖκος συγκρίνει.
实际上,在许多地方,对他来说,友爱在分离,而斗争在结合。
ὅταν μὲν γὰρ εἰς τὰ στοιχεῖα διίστηται τὸ πᾶν ὑπὸ τοῦ νείκους, τότε τὸ πῦρ εἰς ἓν συγκρίνεται καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· ὅταν δὲ πάλιν ὑπὸ τῆς φιλίας συνίωσιν εἰς τὸ ἕν, ἀναγκαῖον ἐξ ἑκάστου τὰ μόρια διακρίνεσθαι πάλιν.
因为每当宇宙被斗争分解为元素时,火就结合为一,其他元素也是如此;但当它们通过友爱再次结合为一时,各部分又必须从各个元素中分离出来。
—Ἐμπεδοκλῆς μὲν οὖν παρὰ τοὺς πρότερον πρῶτος τὸ τὴν αἰτίαν διελεῖν εἰσήνεγκεν, οὐ μίαν ποιήσας τὴν τῆς κινήσεως ἀρχὴν ἀλλʼ ἑτέρας τε καὶ ἐναντίας, ἔτι δὲ τὰ ὡς ἐν ὕλης εἴδει λεγόμενα στοιχεῖα τέτταρα πρῶτος εἶπεν (οὐ μὴν χρῆταί γε τέτταρσιν ἀλλʼ ὡς δυσὶν οὖσι μόνοις, πυρὶ μὲν καθʼ αὑτὸ τοῖς δʼ ἀντικειμένοις ὡς μιᾷ φύσει, γῇ τε καὶ ἀέρι καὶ ὕδατι· λάβοι δʼ ἄν τις αὐτὸ θεωρῶν ἐκ τῶν ἐπῶν)·
——因此,恩培多克勒相比于前人,最先引入了对这种原因的划分,不是将运动的原理设为一个,而是设为不同且相反的;此外,他最先说明了在质料形式上所说的元素是四个(然而他并不是把它们当作四个来使用,而是好像只有两个,火单独作为一方,而其对立面作为单一的本性,即土、空气和水;这可以通过观察他的诗句来把握)。
—οὗτος μὲν οὖν, ὥσπερ λέγομεν, οὕτω τε καὶ τοσαύτας εἴρηκε τὰς ἀρχάς·
——因此,正如我们所说,此人是以这种方式且说了这么多原理。
Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος στοιχεῖα μὲν τὸ πλῆρες καὶ τὸ κενὸν εἶναί φασι, λέγοντες τὸ μὲν ὂν τὸ δὲ μὴ ὄν, τούτων δὲ τὸ μὲν πλῆρες καὶ στερεὸν τὸ ὄν, τὸ δὲ κενὸν τὸ μὴ ὄν (διὸ καὶ οὐθὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναί φασιν, ὅτι οὐδὲ τοῦ κενοῦ τὸ σῶμα), αἴτια δὲ τῶν ὄντων ταῦτα ὡς ὕλην.
而留基伯和他的同伴德谟克利特则说,充实和空虚是元素,称一方为存在,另一方为非存在。 在这些之中,充实和坚固的是存在,而空虚是非存在(因此,他们说存在并不比非存在更多地存在,因为物体也不比空虚更多地存在),这些是作为质料的存在者的原因。
καὶ καθάπερ οἱ ἓν ποιοῦντες τὴν ὑποκειμένην οὐσίαν τἆλλα τοῖς πάθεσιν αὐτῆς γεννῶσι, τὸ μανὸν καὶ τὸ πυκνὸν ἀρχὰς τιθέμενοι τῶν παθημάτων, τὸν αὐτὸν τρόπον καὶ οὗτοι τὰς διαφορὰς αἰτίας τῶν ἄλλων εἶναί φασιν.
并且,正如那些将底层的实体设为一的人通过它的受动来产生其他事物,将稀薄和浓密设为受动的原理一样,这些人也同样说,其“差异”是其他事物的原因。
ταύτας μέντοι τρεῖς εἶναι λέγουσι, σχῆμά τε καὶ τάξιν καὶ θέσιν·
然而,他们说这些差异有三种:形状、排列和位置。
διαφέρειν γάρ φασι τὸ ὂν ῥυσμῷ καὶ διαθιγῇ καὶ τροπῇ μόνον·
因为他们说,存在者仅通过“形状”、“接触”和“转动”而不同。
τούτων δὲ ὁ μὲν ῥυσμὸς σχῆμά ἐστιν ἡ δὲ διαθιγὴ τάξις ἡ δὲ τροπὴ θέσις·
在这些之中,“形状”是形状,“接触”是排列,“转动”是位置。
διαφέρει γὰρ τὸ μὲν Α τοῦ Ν σχήματι τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει τὸ δὲ Ζ τοῦ Η θέσει.
因为A和N在形状上不同,AN和NA在排列上不同,Z和H在位置上不同。
περὶ δὲ κινήσεως, ὅθεν ἢ πῶς ὑπάρξει τοῖς οὖσι, καὶ οὗτοι παραπλησίως τοῖς ἄλλοις ῥᾳθύμως ἀφεῖσαν.
但关于运动,它从何处、又如何存在于存在者之中,他们也同样和别人一样,轻易地忽略了。
περὶ μὲν οὖν τῶν δύο αἰτιῶν, ὥσπερ λέγομεν, ἐπὶ τοσοῦτον ἔοικεν ἐζητῆσθαι παρὰ τῶν πρότερον.
因此,关于这两种原因,正如我们所说,前人的探究似乎就到此为止。

词汇与语法注释

  1. 984b23κἂν εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν — 此条件从句是一个在逻辑上与前文主句 `ὑποπτεύσειε δʼ ἄν τις Ἡσίοδον` 相联结的省略结构,暗示“如果还有其他人将爱或欲望置于存在者之中,[那他也同样可能受到怀疑]”。`οἷον καὶ Παρμενίδης` 被作为其具体例子给出。
  2. 984b31τούτους μὲν οὖν πῶς χρὴ διανεῖμαι περὶ τοῦ τίς πρῶτος — 动词 `διανεῖμαι`(分配、划分)的直接宾语是 `τούτους`(这些人,即赫西俄德和巴门尼德等人),并由属格短语 `περὶ τοῦ τίς πρῶτος`(关于谁是第一)加以限定。整句意为“关于谁是第一,应当如何在这些人中分配优先顺序”。
  3. 985a4εἰ γάρ τις ἀκολουθοίη καὶ λαμβάνοι πρὸς τὴν διάνοιαν καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς — 此处将 `πρὸς τὴν διάνοιαν`(根据其思索/意图)与 `πρὸς ἃ ψελλίζεται λέγων`(根据他说话时咿呀不清的内容)进行对比。动词 `ψέλλιζεται`(咿呀而言、吐字不清)指表达上的不成熟,表明人们应当把握其哲学洞察的内核,而非仅看字面言语。
  4. 985b1πυρὶ μὲν καθʼ αὑτὸ τοῖς δʼ ἀντικειμένοις ὡς μιᾷ φύσει — 与格 `πυρί` 和 `τοῖς ἀντικειμένοις` 作为前句中动词 `χρῆται`(使用)的补足语。这指出,尽管恩培多克勒确立了四元素(火、土、空气、水),但在实际应用中,他是作为一种二元论来对待的:火单独作为一方,而其他三个对立元素则被归为“单一的本性”与之相对。
  5. 985b18τὸ δὲ Ζ τοῦ Η θέσει — 这是为了说明留基伯和德谟克利特原子论中因“位置”(θέσις / τροπή)产生差异的具体例子。此处指出,希腊字母 Ζ 与 Η 本质上的几何形状构成是相同的(将H旋转90度即成Z),它们仅仅在朝向或位置上有所不同。

引用这一段

亚里士多德, 形而上学 §1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。